← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§14.16-15.4

动词作为述词的符号性与结合的共示

斯蒂芬努阐明了动词作为“始终是被论及于另一事物之物的符号”这一定义,解释了动词充当主词时的名词化用法,并评估了一处抄本异文(16b7–10)。随后,他补充解释了亚里士多德关于单纯动词不表示真假、不构成肯定或否定,而仅共示命题结合的省略性表述(16b21–24)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.2

" Καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον." τὸ ἀεὶ καλῶς προσέθηκεν, διότι λέγεται μὲν κατά τινος καὶ τὸ ὄνομα, ἀλλ’ οὐκ ἀεί, οἷον Σωκράτης δίκαιος· ἐνταῦθα λέγεται μὲν κατά τινος οἷον τοῦ Σωκράτους, οὐκ ἀεὶ δέ, ἀλλ’ ἔστιν ὅτε καὶ ἕτερον αὐτοῦ κατηγορεῖται, ὥσπερ λέγομεν τὸ δίκαιον ὠφέλιμον. τί οὖν; οὐχ ὑπόκειταί ποτε τὸ ῥῆμα ἐν τῷ εἰπεῖν ὅτι τὸ τύπτω ῥῆμά ἐστι,1 τὸ ὑγιαίνειν διακεῖσθαί ἐστι, τὸ βαδίζειν κινεῖσθαί ἐστι; λέγομεν οὖν ὅτι ἐνταῦθα τὸ ῥῆμα ἀντὶ ὀνόματος κεῖται. τὰ γὰρ ῥήματα καὶ φύσιν ἰδικὴν ἔχουσιν καὶ σημαντικά τινῶν εἰσιν· σημαντικὰ μὲν ἐνεργείας καὶ πάθους, ὡς εἴρηται, ἰδικὴν δὲ φύσιν ἔχουσιν φέρε εἰπεῖν, ὅτι τοιόνδε μέρος λόγου εἰσίν. ἐν τῷ γὰρ εἰπεῖν ὅτι τὸ τύπτω ῥῆμά ἐστι τὸ τύπτω ὄνομά ἐστιν αὐτῆς τῆς φύσεως τοῦ τύπτω ῥήματος· ἐν δὲ τῷ εἰπεῖν ὅτι σύμβολόν ἐστι, δῆλον ὅτι ἐνεργειῶν ἢ παθῶν ἐστι σύμβολον.

“且它始终是被论及于另一事物之物的符号。” 他加上“始终”是恰当的,因为名词也被论及于某物,但并非始终如此;例如“苏格拉底是公正的”,在此[“公正”]固然被论及于某物(如苏格拉底),但并非始终如此,因为有时别的事物也被述谓于它,正如我们所说“公正之事是有益的”。那么,难道在说“‘我击打’是动词”、“健康是处于某种状态”、“步行是运动”时,动词不是有时充当底层(主词)吗?于是我们说,在这些情形中动词被置于名词的地位。因为动词既具有特殊本性,又表示某些事物的意义:一方面,如前所述,它们表示行动与承受;另一方面,它们具有特殊的本性,比方说,它们是如此这般的词类。因为在说“‘我击打’是动词”时,“我击打”便是“我击打”这一动词之本性本身的名词;而在说它是符号时,显然它是行动或承受的符号。

§2.3.3

"Καὶ ἀεὶ τῶν ὑπαρχόντων σημεῖόν ἐστι." τοῦτο οὐκ ἀληθές· ὑπάρχουσι γὰρ καὶ οὐσίαι. ἀμέλει γοῦν καὶ ἔν τισι τῶν ἀντιγράφων τῶν καθ’ ἑτέρου λεγομένων ἔχει, ὅπερ ἐστὶ βέλτιον. ὑπάρχουσι μὲν γὰρ καὶ οὐσίαι· τῶν δὲ οὐσιῶν οὐκ εἰσὶ σημαντικὰ τὰ ῥήματα.

“且它始终是现存之物的符号。” 这是不真实的;因为实体也存在。无论如何,在某些抄本中作“被论及于另一事物之物[的符号]”,而这更好。因为实体固然存在,动词却不表示实体。

§2.3.4

"Ἀλλ’ εἰ ἔστιν ἢ μή, οὔπω σημαίνει." ἐλλιπῶς αὐτῷ πέφρασται2 καὶ ἐνταῦθα καὶ ἐφεξῆς εὐθύς. ἔδει γὰρ οὕτως εἰπεῖν ‘ἀλλ’ εἰ ἔστιν ἀληθὲς ἢ μή, οὔπω δῆλον’· τοῦτ’ ἔστι κατάφασιν καὶ ἀπόφασιν οὐ ποιοῦσι. σημαίνουσι μὲν γάρ τι πάντως, οἷον ἐνέργειαν ἢ πάθος, ἀλλὰ κατάφασιν ἢ ἀπόφασιν οὐ ποιοῦσιν, ἐν αἷς θεωρεῖται τὸ ἀληθὲς ἢ τὸ ψεῦδος.

“但至于它是否存在,它尚未表示。” 他的表达在这里以及紧接其后的地方都是省略的。因为他本应这样说:“但至于它是否为真,尚不明了”;也就是说,它们并不构成肯定与否定。因为它们固然无论如何都表示某种事物(如行动或承受),但并不构成在其中可观察到真或假的肯定或否定。

§2.3.5

"Αὐτὸ μὲν γὰρ οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐδὲν ἔστι νοῆσαι.3" ἰδοὺ καὶ ἐνταῦθα λείπει κατὰ τὴν φράσιν τὸ ἀληθὲς καὶ τὸ ποιεῖν κατάφασιν ἢ ἀπόφασιν. προσσημαίνει δὲ εἶπεν ἀντὶ τοῦ συσσημαίνει. τὸ γὰρ ‘Σωκράτης ὄν ἐστι’ τὸ Σωκράτης ὄνομά ἐστι καὶ τὸ ἔστι ῥῆμα· πρὸς ταῦτα * * * τινὰ τὸ ὂν ἢ ἀληθῆ ἢ ψευδῆ. ἐν οἷς ἡ πρᾶξις.

“因为它自身并不算什么,却共示了某种结合,而脱离了被结合者,完全无法构想这种结合。” 看哪,在此处表述中同样缺失了“为真”以及“构成肯定或否定”。而他用“共示”代替了“共同表示”。因为在“苏格拉底是存在者”中,“苏格拉底”是名词,而“是”是动词;相对于这些……某种存在者,或真或假。本讲即包含在这些内容中。

语法注3 条
  1. 2.3.2ἐν τῷ εἰπεῖν ὅτι τὸ τύπτω ῥῆμά ἐστι

    在带冠词不定式 ἐν τῷ εἰπεῖν(“在说……时”)的补足语从句中,定式动词 τύπτω 前冠以中性单数定冠词 τό,构成自指用法,作为句子的语法主语。斯蒂芬努在后文中明确将其界定为“动词本性的名词(ὄνομα)”。

  2. 2.3.4ἐλλιπῶς αὐτῷ πέφρασται

    由动作主体与格 αὐτῷ 构成的无人称完成时被动结构(“由他省略地表述了”)。斯蒂芬努指出引文 Ἀλλ’ εἰ ἔστιν ἢ μή 中存在省略,在此他给 εἰ ἔστιν 补充了 ἀληθές(“是否为真”),而非绝对的实存,从而将其解释为肯定与否定尚未形成。

  3. 2.3.5ἣν ἄνευ τῶν συγκειμένων οὐδὲν ἔστι νοῆσαι

    ἔστι + 不定词 νοῆσαι 构成表示可能性的无人称结构(“能够构想”)。οὐδέν 作为副词性宾格加强否定(“绝不可能”)。关系代词 ἣν 指涉先行词 σύνθεσιν,作 νοῆσαι 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:14.16-15.4