← 亚历山大里亚的斯蒂芬

亚里士多德《解释篇》评注

§12.25-14.15

动词的定义与时间的共示及真伪的不成立

斯捷法诺阐释亚里士多德关于动词的定义(16b6),探讨了作为与名词差异的共示时间、为区分命题而补充的部分无独立意义、排除不定动词与动词的格之缘由,以及动词本身不表示真伪的逻辑根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1

" Ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνον, οὗ μέρος οὐδὲν σημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον." Ἡ μὲν ἔννοια τοῦ ὁρισμοῦ τοῦ ῥήματος παραπλήσιον ἔχει τῇ ἐννοίᾳ τοῦ ὁρισμοῦ τοῦ ὀνόματος. ἔστιν γὰρ τοῦ ῥήματος ὁ ὁρισμὸς τοιοῦτος ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην, χρόνον προσσημαίνουσα, ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν1 κεχωρισμένον, ὡρισμένην φύσιν εἰσάγουσα.’ αὐτὸς δὲ ἅτε συντομίας ὢν ἐραστὴς τὰ μὲν κοινὰ παρείασεν, ὅσα ὑπῆρχεν τῷ ὀνόματι καὶ τῷ ῥήματι καὶ μόνον ἐκεῖνο προσέθηκεν καθ’ ὃ διαφέρει τὸ ὄνομα τοῦ ῥήματος, τοῦτ’ ἔστι τὸ προσσημαῖνον χρόνον. τί δέ ἐστι τὸ προσσημαῖνον χρόνον, ἤδη σεσαφήνισται ἐν τῇ ἐξηγήσει τοῦ ὁρισμοῦ τοῦ ὀνόματος. ἀλλ’ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, διὰ τί προσέθηκεν καὶ ἕτερον κοινόν, τοῦτο δέ ἐστι ‘οὗ τὸ μέρος κεχωρισμένον οὐδενός ἐστι σημαντικόν’; οἷον 〈τοῦ〉 τύπτω ἐὰν χωρισθῇ μία συλλαβή, οὐδὲν σημαίνει ὡς μέρος αὐτοῦ· οὐ μόνον δὲ τοῦτο ἐπὶ τῶν ἁπλῶν ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων ὡς τὸ καταγράφω. λέγομεν ἐκεῖνο, ὅπερ εἶπεν ὁ Πορφύριος, ὅτι τοῦτο προσέθηκεν διὰ τοὺς λόγους τοὺς ἀπὸ τῶν ῥημάτων συγκειμένους. τὰ μὲν γὰρ ἄλλα τὰ αὐτὰ ἔχουσι· καὶ φωνὴ γάρ εἰσιν καὶ κατὰ συνθήκην καὶ χρόνον προσσημαίνουσιν· ἀλλὰ τὸ μέρος αὐτῶν κεχωρισμένον σημαίνει τι, οἷον ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’. χωρισθὲν γὰρ καὶ τὸ ‘φιλοσοφεῖν’ καὶ τὸ ‘εὐδαιμονεῖν’ καὶ τὸ ‘ἔστι’ σημαίνει τι καθ’ αὑτό, οἷον ἢ ἐνέργειαν ἢ πάθος. ἐπὶ δὲ τοῦ ῥήματος οὐ τοῦτο. εἶτα προστίθησι καὶ τὰ παρεπόμενα τῷ ῥήματι, ὅτι τὸ ῥῆμα σύμβολόν ἐστιν καὶ σημαντικὸν τῶν καθ’ ἑτέρου λεγομένων 〈οἷον〉 ἐνεργείας καὶ πάθους· τύπτω μὲν γὰρ ἐνέργειαν σημαίνει, τύπτομαι δὲ πάθος· καὶ ὅτι ἀεὶ καθ’ ἑτέρου λέγονται, ἢ καθ’ ὑποκειμένου, ἡνίκα συνωνύμως κατηγορεῖται, ὡς ‘τὸ βαδίζειν κινεῖσθαί ἐστιν’ ἢ ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’, ἢ ὡς ἐν ὑποκειμένῳ, ὡς ‘Σωκράτης ὑγιαίνει’. πρὸς τούτοις καὶ τίθησι καὶ ἕτερά τινα, ἅπερ δοκοῦσιν εἶναι ῥήματα, οὐκ εἰσὶν δέ, ὥσπερ τὰ ἀόριστα, οἷον τὸ οὐχ ὑγιαίνει οὐδὲ βαδίζει. καὶ τὴν αἰτίαν ἐπιφέρει, διὰ τί οὐ καλεῖ τὰ αὐτὰ ῥήματα, φάσκων ὅτι ὁμοίως καὶ ἐπὶ τῶν μὴ ὄντων ἁρμόζει, οἷον τραγέλαφος οὐχ ὑγιαίνει, Σωκράτης * * ἐκβάλλει δὲ καὶ τὰς πτώσεις. πτώσεις δὲ καλεῖ τὰ ῥήματα τὰ σημαίνοντα τὸν πέριξ χρόνον. ἴσως δὲ καὶ ταῦτα τὰ ῥήματα διὰ τὴν ἀοριστίαν οὐκ ἠξίωσεν ῥήματα καλέσαι, ἐπειδὴ 〈μετὰ〉 τάδε φησὶν ὅτι καὶ τὰ ῥήματα σημαντικά εἰσιν· ὀνόματα γάρ εἰσιν, τὰ δὲ ὀνόματα ἐδείχθη σημαντικά. τεκμήριον δὲ μέγιστον τοῦ εἶναι ταῦτα σημαντικά φησιν ὅτι ἔχοντά τινος ἔννοιαν πεπλασμένην (οἷον ἄρα γε τί ποιεῖ Σωκράτης, καὶ ἀκούσει τινὸς ὅτι ἢ ἐξηγεῖται ἢ καθέζεται ἢ βαδίζει) ἔστησεν τὴν σεσαλευμένην καὶ πεπλανημένην διάνοιαν,2 καὶ αὐτὸς ὁ ἀκούσας ἠρέμησεν. εἰ γὰρ μὴ ἐσήμαινέν τι καὶ ἐδήλου τὸ ῥῆμα, οὐκ ἂν τοῦτο ἐγένετο. ὥστε σημαίνουσίν τι, ἀλήθειαν δὲ καὶ ψεῦδος (τοῦτ’ ἔστιν κατάφασιν καὶ ἀπόφασιν) οὐδέποτε, εἰ μὴ προσυπακουσθείη ἔξωθέν τι ἢ ἁπλῶς ὄνομα ἢ ῥῆμα. κατασκευάζει δὲ τοῦτο ἐκ τοῦ μᾶλλον· εἰ γὰρ τὰ ἀρχοειδέστερα ῥήματα 〈τὰ〉 ὑπαρκτικά, εἰς ἃ ἀναλύεται πᾶν ῥῆμα, οὐ σημαίνουσιν ἀλήθειαν ἢ ψεῦδος, οἷον τὸ ἦν ἢ ἔστιν ἢ ἔσται, καὶ αὐτὸ τὸ ὄν, ὅθεν παρηνέχθησαν τὰ ῥήματα, οὐκ ἔστιν ἀληθείας ἢ ψεύδους σημαντικόν, πολλῷ πρότερον τὰ ἄλλα ῥήματα.3 οἷον τὸ ὂν μυριάκις ἐὰν εἴποι τις καθ’ αὑτό, σημαίνει μέν τι οἷον τὸ ὑπάρχον, ἀλήθειαν δὲ ἢ ψεῦδος οὐδέποτε. πλὴν συσσημαίνει ἄλλοις τισὶ σύνθεσίν τινα καὶ πρότασιν, ἥντινα σύνθεσιν ἄνευ τῶν συντεθέντων οἷον τῶν εἰς τὴν σύνθεσιν συνελθόντων ἀδύνατον νοῆσαι.4 πάλιν ὅπερ εἴπομεν ἐπὶ τοῦ ὁρισμοῦ τοῦ ὀνόματος, διὰ τί μὴ ἐξ ἀρχῆς ὅλον παραδέδωκεν τὸν ὁρισμὸν τοῦ ὀνόματος, οὕτως καὶ ἐνταῦθά φαμεν, διότι ὅλον ὡς ὅλον τὸν ὁρισμὸν τοῦ ῥήματος οὐ παραδέδωκεν, ὡς εἶναι ὅλον τοιοῦτον ‘ῥῆμά ἐστιν φωνὴ σημαντική, χρόνον προσσημαίνουσα, φύσιν ὡρισμένην εἰσάγουσα, μόνον τὸν ἐνεστῶτα χρόνον εἰσάγουσα’, ἀλλ’ ὕστερον προσέθηκεν. λέγομεν ὅτι καὶ τὸ ῥῆμα πολλαχῶς λέγεται παρ’ αὐτῷ· καὶ γὰρ αὐτὸ τὸ προσσημαῖνον 〈χρόνον〉 καὶ τὸ κατηγορούμενον ἐν ταῖς προτάσεσιν καὶ αἳ καὶ αἱ πτώσεις καὶ τὰ ἀόριστα. ἐν τῷ εἰπεῖν οὖν ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην’ ἐσήμανεν καὶ τὸ ἐν ταῖς προτάσεσιν κατηγορούμενον, κἂν ὄνομά ἐστιν· ἐκεῖνο γὰρ χρόνον οὐ προσσημαίνει· ἐν δὲ τῷ εἰπεῖν ‘χρόνον προσσημαίνουσα’ τοῦτο ἐξέβαλλεν. καὶ κατὰ τάξιν πάλιν ‘ὡρισμένην φύσιν εἰσάγουσα’ ἐξέβαλεν τὰ ἀόριστα ῥήματα, ‘ἐνεστῶτα χρόνον εἰσάγουσα’ ἐξέβαλεν τὰς τοῦ ῥήματος πτώσεις. ταῦτα ἔχει ὁ περὶ τοῦ ῥήματος λόγος καὶ ἡ παροῦσα θεωρία.

“动词是共示时间的,其任何部分都不能单独表示意义,且它始终是被论及于另一事物之物的符号。” 动词定义的观念与名词定义的观念具有相似之处。因为动词的[完整]定义乃是这样的:“依约定而具有意义的语音,共示时间,其各部分在分离时无一具有意义,引入确定的本性。”但他自己因喜好简练,便略去了名词与动词所共同具有的那些要素,而仅补充了名词区别于动词的那一点,即共示时间。至于什么是共示时间,在名词定义的阐释中已经阐明。然而,若这些情况确实如此,他为何又补充了另一项共同点,即“其部分在分离时对任何事物都不具意义”?例如,若从“我击打”中分离出一个音节,作为其部分它并不表示任何意义;而且这不仅适用于简单动词,也适用于诸如“我记录”这类的复合动词。我们便采用波菲利所说的话:他补充这一点是由于那些由动词构成的陈述语句。因为它们在其余方面具有相同特征:它们确实是语音,依约定而立,并且共示时间;但它们的部分在分离时却表示某种意义,例如“从事哲学即是幸福”。因为在分离后,“从事哲学”、“幸福”以及“是”,各自自身都表示某种意义,例如行动或承受。但在动词的情形中却并非如此。随后,他又补充了附随于动词的属性:动词是被论及于另一事物之物([如]行动与承受)的符号且表示此类事物;因为“我击打”表示行动,而“我被击打”表示承受;并且它们始终被论及于另一事物,或者当同名地被述谓时被论及于主体,如“步行即是运动”或“从事哲学即是幸福”,或者作为在主体之中被论及,如“苏格拉底是健康的”。除这些之外,他还列举了其他一些看似动词而实则不是的事物,例如不定动词,如“不健康”或“不步行”。并且他给出了为何不称它们为动词的原因,指出它同样适用于非存在者,如“鹿羚不健康,苏格拉底……”。此外他还排除了格。他将表示周边时间(过去与未来)的动词称为“格”。或许由于其不定性,他也不认为这些动词配称为动词,因为在此之后他说动词也是有意义的;因为它们是名词,而名词已被证明是有意义的。他说,证明它们具有意义的最大证据在于:当某人心中有一种模棱两可的构想时(例如到底苏格拉底在做什么,而听某人说他要么在讲解,要么在坐着,要么在步行),[这动词]便平息了动摇彷徨的心思,而倾听者本人也平静下来。因为如果动词不表示也不阐明某种事物,这便不可能发生。因此它们确实表示某种事物,但绝不表示真与假(即肯定与否定),除非从外部附加了某种东西,无论是单纯的名词还是动词。而且他“自较强者”论证了这一点:因为如果一切动词所还原于的那些更具本源性的存在动词(如“曾是”或“是”或“将是”)不表示真或假,且动词所从出的“存在者”本身也不表示真或假,那么其余动词就更是如此了。例如,即使有人独自将“存在者”说上一万遍,它确实表示某种事物(如存在之物),但绝不表示真或假。只不过它与其他某些事物一起共示了某种结合与命题,而脱离了被结合的事物即汇入结合中的事物,是不可能构想出这种结合的。正如我们在名词的定义上所说过的,为何他不从一开始就完整地给出名词的定义,在此我们同样说明,为何他没有将动词的定义作为一个整体来传授——使其成为这样的整体:“动词是具有意义的语音,共示时间,引入确定的本性,仅引入现在时间”——而是后来才加以补充。我们说,动词一词在他那里也是在多种意义上被言及的;因为共示[时间]者本身、命题中的述词、格以及不定动词,都被如此称呼。因此,在说“依约定而具有意义的语音”时,他也表示了命题中的述词,即使它是名词(因为那并不共示时间);而在说“共示时间”时,他排除了这一点。依序再次地,通过“引入确定的本性”,他排除了不定动词,通过“引入现在时间”,他排除了动词的格。关于动词的论述及本讲的内容便包含这些。

语法注4 条
  1. 2.3.1οὗ τὸ μέρος κεχωρισμένον οὐδενός ἐστι σημαντικόν

    关系代词属格 οὗ 表示先行词(动词)的所属关系,而否定词属格 οὐδενός 则作 σημαντικόν 的宾格性属格,意为“对任何事物都不具意义”。

  2. 2.3.1ἔχοντά τινος ἔννοιαν πεπλασμένην (...) ἔστησεν τὴν σεσαλευμένην καὶ πεπλανημένην διάνοιαν

    宾格分词 ἔχοντα 作 ἔστησεν(其主语为前述的动词)的宾语,修饰省略的“某人/倾听者”,意指倾听者抱有某种不确定的构想。

  3. 2.3.1πολλῷ πρότερον τὰ ἄλλα ῥήματα

    比较省略结构(更为肯定地/a fortiori)。承接前文的 οὐ σημαίνουσιν ἀλήθειαν ἢ ψεῦδος,简练地表达“其他动词[不表示真或假]就更是如此了”。

  4. 2.3.1ἥντινα σύνθεσιν ἄνευ τῶν συντεθέντων (...) ἀδύνατον νοῆσαι

    先行词名词 σύνθεσιν 在包含 ἥντινα 的关系分句内被同格复述,这一词组整体在句法上作为由非人称谓语 ἀδύνατον 所支配的不定词 νοῆσαι 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:12.25-14.15