← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§600.26-601.32

从经验中确立普遍者与军队的比喻

注解者针对亚里士多德《后分析篇》卷二第19章(100a6–13),阐释了普遍者如何从经验中定止并成为技术或科学知识的原理,并将溃军重整旗鼓的比喻解释为理性灵魂中认识的形成与确立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.146

" Ἐκ δὲ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου." Ἠρεμήσαντος τοῦ καθόλου ἀντὶ τοῦ ‘κατὰ ταὐτὸ καὶ ὡσαύτως αὐτοῦ μείναντός τε καὶ νοηθέντος καὶ μὴ ὡς ἐπὶ πολλὰ τὴν μετάβασιν ἔχοντος ἀλλ’ ὡς ἑνὸς μείναντος ἐν τῇ ψυχῇ’. τί δ’ ἐστὶ τὸ καθόλου, ἐξηγησόμεθα· τὸ γὰρ ἓν ἐπὶ πᾶσι τοῖς καθ’ ἕκαστα καὶ πολλοῖς κατὰ τὴν ὁμοιότητα καὶ ταυτότητα τὴν ἐν αὐτοῖς ληφθεῖσαν ἐν τῇ ψυχῇ, τοῦτό ἐστι τὸ καθόλου. ὃ καθόλου τέχνης ἀρχὴ καὶ ἐπιστήμης γίνεται. ἡ μὲν γὰρ ἐμπειρία ἀπαγὴς ἔτι· ἡ δὲ καθόλου πρότασις πεπηγυῖά τε καὶ ἐπὶ ταὐτοῦ μένουσα καὶ ἐκ τῆς τῶν ὑπ’ αἴσθησίν τε καὶ μνήμην ἐλθόντων ὁμοιότητος καὶ τῆς ἐπὶ τούτοις ἐμπειρίας περίληψιν ὁμοίαν ποιουμένη καὶ τῶν ὁμοίων μὲν τούτοις οὐκ ἐληλυθότων δὲ εἰς αἴσθησιν ὡς † ἐν τῇ καὶ τούτοις πάντων ἐχόντων κατὰ τὴν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον μετάβασιν. Περὶ γένεσιν μὲν οὖσα, τουτέστι περὶ γενητόν τε καὶ ποιητὸν οὖσα. ποιητὸν δ’ οὐχ ἁπλῶς ἀλλ’ ἡμῖν ποιητόν ἐστι τέχνης ἀρχή. Ἂν δὲ περὶ τὸ ὄν. ἤτοι λέγει περὶ ἀγένητον καὶ ἀΐδιον καὶ οὐκ ἐν γενέσει τὴν ἐπιστήμην· ἐδείχθη γὰρ ὅτι αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις περὶ ἀΐδια. ἢ μᾶλλον ὂν ἂν λέγοι οὗ ὡς ὄντος ἡ ἀντίληψις ἐγένετο, οὐχ ὡς ὑφ’ ἡμῶν γινομένου·1 ἡ γὰρ ἀπὸ τοῦ τοιούτου ἐκ τῆς μνήμης τε καὶ ἐμπειρίας τοῦ καθόλου μονὴ ἐπιστήμης ἀρχή. καὶ γὰρ φυσικὴ ἐπιστήμη καίτοι περὶ τὰ κινούμενα οὖσα καὶ περὶ γένεσιν· ἁπλῶς γὰρ ἡ μὲν τέχνη περὶ τὸ ὑφ’ ἡμῶν γινόμενον, διὸ καὶ ἡ ἀρχὴ τοῦ εἶναι αὐτῇ ἐν ἡμῖν, ἡ δ’ ἐπιστήμη περὶ τὰ μὴ ὑφ’ ἡμῶν γινόμενα ἀλλ’ ὄντα.

“从经验中,在普遍者定止之时。” “在普遍者定止之时”,代替的是“在它按同一状态且以同样方式存留并被思想、不再转向多数事物、而作为单一者存留在灵魂中之时”。至于普遍者是什么,我们将予以解释:因为在所有的个别事物和多数事物之上的、根据存在于它们之中并在灵魂中被把握的相似性与同一性的单一者,这就是普遍者。这一普遍者成为技术与科学知识的原理。因为经验尚是不固定的;但普遍前提则是固定的并保持在同一状态,它从落入感觉与记忆之物中的相似性以及建立在这些之上的经验出发,把与这些相似却尚未落入感觉之物也统摄于相似的综合把握之中,即根据从相似者到相似者的推移,将它们全都视为具有[相似状况]。“如果是关乎生成的”,即如果是关乎生成之物和制作之物的。但并非单纯可制作之物,而是可由我们制作之物,乃是技术的原理。“如果关乎存在者”。他要么是指科学知识关乎未生成的、永恒的且不在生成之中的事物;因为已经证明科学知识与论证关乎永恒之物。或者更确切地说,他所说的“存在者”或许是指:对其把握是作为存在之物发生的,而非作为由我们产生之物发生的;因为从这一类事物中、出于记忆与经验的普遍者的存留,正是科学知识的原理。因为自然科学也是科学知识,尽管它关乎运动之物和生成;因为简言之,技术关乎由我们生成之物,因此其存在的原理也在我们之中;而科学知识关乎并非由我们生成而是存在着的事物。

§1.147

"Ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο." Οὕτως καὶ ἐν τῇ ψυχῇ συμβαίνει τῇ λογικὴν τὴν δύναμιν ἐχούσῃ τῆς τοιαύτης ἐν αὐτῇ στάσεως.2 ἐκ γὰρ τῶν αἰσθητῶν παραρρεόντων καὶ ἄλλοτε ἄλλων γινομένων μνήμης γινομένης καὶ ἐμπειρίας ἐκ τῆς μνήμης, ἐπὶ ταύτῃ στάσις τοῦ ἐπὶ ταύτῃ τῇ ἐμπειρίᾳ καθόλου, ἔπειτα ἄλλου ὁμοίου, καὶ οὕτως ἐπὶ τὸ καθόλου καὶ τὴν ἀρχὴν ἡ ἀπὸ τῶν τοιούτων στάσεών τε καὶ περιλήψεων πρόοδος. τὸ δ’ ἕως ἐπ’ ἀρχὴν ἦλθεν ἤτοι ἐπὶ τῶν ἐν τῇ ψυχῇ νοουμένων τε καὶ ἀθροιζομένων εἶπεν· ἡ γὰρ ἐπὶ τοῖς αἰσθητοῖς 〈τοῦ〉 καθόλου συναίσθησίς τε καὶ σύστασις καὶ ἡ ἐπὶ τοῖς πρώτοις καθόλου λῆψις τῆς ἀρχῆς καὶ τοῦ πρώτου κοινοῦ λῆψις. ἢ ἀρχὴν καὶ ἐν τῷ στρατοπέδῳ εἶπε3 τὸν ἀθροισμὸν καὶ τὴν τάξιν τε καὶ τὴν ἄθροισιν καὶ τὴν παράταξιν τοῦ παντὸς στρατοπέδου. λέγει δ’ ἐπιτηδειότητα καὶ δύναμιν τὴν ψυχὴν ἔχειν τοῦ δύνασθαι φυλάσσειν τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη.

“而灵魂是能够经受此事的那样一种存在。” 同样,在具有理性能力的灵魂中,其内部也会发生这样的定止。因为在感觉对象流逝、时而有不同对象出现的过程中产生了记忆,又由记忆产生了经验;在此经验之上发生了建立在此经验之上的普遍者的定止,随后是另一相似者的[定止];如此一来,从这样的定止与综合把握中,向前推进至普遍者与原理。而“直到到达原理”这一表述,他要么是指灵魂中所思想并汇集之物而言;因为在感觉对象之上对普遍者的共同意识与确立,以及在第一类事物之上对普遍者的把握,正是对原理的把握和对第一共通之物的把握。或者,他是将全军的聚集与阵列、集中与列阵称为军营中的“起点”。他是说,灵魂具有能够保存来自感觉对象之情态的适宜性与能力。

语法注3 条
  1. 1.146ὂν ἂν λέγοι οὗ ὡς ὄντος ἡ ἀντίληψις ἐγένετο, οὐχ ὡς ὑφ’ ἡμῶν γινομένου

    ἂν λέγοι 为带有 ἂν 的潜能希求气,表示注解者的推测性解释(“他或许是指……”)。关系代词 οὗ 以 ὄν 为先行词,并在句中作名词 ἀντίληψις 的宾格性属格,构成对比结构:“对其把握是作为存在之物发生的,而非作为由我们产生之物[发生的]”。

  2. 1.147τῆς τοιαύτης ἐν αὐτῇ στάσεως

    动词 συμβαίνει 通常以主格或不定式表示所发生之事,但此处出现了属格短语 τῆς τοιαύτης ... στάσεως。结合前文败军重整阵脚的比喻,该属格可理解为关涉属格(“关于这样的定止,在具有理性能力的灵魂中同样发生类似情况”),或松散地标示发生该现象本身的属格结构。

  3. 1.147τὸ δ’ ἕως ἐπ’ ἀρχὴν ἦλθεν ἤτοι ἐπὶ τῶν ἐν τῇ ψυχῇ νοουμένων τε καὶ ἀθροιζομένων εἶπεν· ἢ ἀρχὴν καὶ ἐν τῷ στρατοπέδῳ εἶπε

    以 ἤτοι ... ἢ ...(“要么……,要么……”)构成的选言结构,对亚里士多德比喻中的短语 ἕως ἐπ’ ἀρχὴν ἦλθεν(“直到到达原理/起点”)提出了两种可能的解释:前者认为这是指灵魂中普遍者的确立与第一共通项的获得(认识论上的原理);后者则认为这是指军队比喻本身中全军的重整与秩序恢复(战阵的起点)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:600.26-601.32