← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§602.1-603.10

普遍者的把握与认识第一原理的理智本性

注解《后分析篇》100a14–100b15,通过雪与白色的类比解释了如何从个别的感觉中产生对普遍者的把握,进而探讨了认识论证知识原理的理智(奴斯)的本性、实践理智与理论理智的划分,以及知识与其认知对象之间的比例关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.148

" Ὃ δ’ ἐλέχθη μὲν πάλαι." Ὅτε ἔλεγεν “ἐκ δ’ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ”.

“此前所说的事情。” 是指他所说的“从经验中,在普遍者于灵魂中定止之时”。

§1.149

"Καὶ γὰρ αἰσθάνεται μὲν τὸ καθ’ ἕκαστον." Λέγει τὴν αἴσθησιν μὲν αἰσθάνεσθαι ὧν ἂν αἰσθάνηται [καὶ] ἐπὶ τῶν καθ’ ἕκαστα· τῶν γὰρ ἐν τοῖς καθ’ ἕκαστα καὶ ἀτόμοις ἡ αἴσθησις αἰσθητική· ἡ δ’ ἀντίληψις αὐτὴ τοῦ καθόλου γίνεται. ὃ βουλόμενος δεῖξαι, πῶς γίνεται, παραδείγματι ἐχρήσατο τῷ ἀνθρώπῳ καὶ τῷ Καλλίᾳ, οὐχ ὡς τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος ἢ τοῦ Καλλίου καθὸ Καλλίας ὄντος αἰσθητοῦ, ἀλλ’ ὃ λέγει διὰ τούτων ποιεῖ γνώριμον. ὡς γὰρ ὁ ἀνθρώπου ἔννοιαν ἔχων οὐχ ὡς Καλλίου τοῦ ἀνθρώπου ἤ τινος τῶν καθ’ ἕκαστα τὴν ἔννοιαν ἔχει ἀλλὰ τούτου ὃς κατὰ πάντων τῶν καθ’ ἕκαστα ἀνθρώπων κατηγορεῖται κοινῶς, ὢν ἐν πᾶσιν αὐτοῖς, οὕτως ἡ ὄψις ἡ τοῦ ἐν τῇ χιόνι λευκοῦ αἰσθανομένη οὐχ ὡς χιόνος λευκῆς αἰσθάνεται ἀλλ’ ὡς λευκοῦ· ὃ λευκὸν κοινόν ἐστι τῇ χιόνι πρὸς τὰ λευκὰ πάντα· καὶ γὰρ ὁρᾷ τὸ ἐν αὐτῇ λευκόν, ἀλλ’ οὐχ ἡ χιών.1

“因为感觉虽感知个别事物。” 他是说,感觉无论感知什么,都是在个别事物上感知的——因为感觉是对存在于个别事物和不可分割个体中的事物的感知能力——但这种把握本身却成为对普遍者的把握。为了说明这是如何发生的,他使用了“人”与“卡里亚”作为例子,这并不是因为人作为人或卡里亚作为卡里亚是可感知的,而是为了通过这些使他所说的事情变得清楚。因为,正如具有人的概念的人,并不是作为人卡里亚或作为某个个别事物来持有这一概念,而是作为对在一切个别的人之上共同被述说且存在于他们之中的那一个的概念来持有的,同样,感知雪中白色的视觉,并不是感知为白色的雪,而是感知为白色;这白色对于雪而言与对于一切白色的事物都是相通的。因为[视觉]固然看到存在于雪之中的白色,但并不是雪在[看]。

§1.150

"Οἷον τοιονδὶ ζῷον." Τὸ μετὰ προσθήκης τινὸς λεγόμενον μεμερισμένον, οἷον ζῷον τοιονδί, τὸ δὲ χωρὶς προσθήκης ἀμερές, τουτέστιν οὐ διῃρημένον.

“例如这样一种动物。” 带有某种附加而述说的是被划分的,例如“这样一种动物”;而没有附加的则是不可分割的,即未被分割的。

§1.151

"Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων." Ὅτι οὐ τῇ διὰ ἀποδείξεως γνώσει ἡ αὐτή ἐστιν ἡ τῶν ἀρχῶν γνῶσις,2 καὶ ὅτι ὁ νοῦς ἐστιν ὁ τὰς ἀρχὰς γινώσκων τῆς ἐπιστήμης, καὶ ὅτι ὄντος τοῦ ἐν ἡμῖν νοῦ διττοῦ, τοῦ μὲν θεωρητικοῦ τοῦ δὲ πρακτικοῦ, καὶ ὄντος τοῦ μὲν πρακτικοῦ περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν τοῦ δὲ θεωρητικοῦ περὶ τὰ ἀΐδια καὶ ἀεὶ ὁμοίως ἔχοντα, τοῦ μὲν πρακτικοῦ νοῦ δύναμις ἥ τε δοξαστικὴ καὶ ἡ λογιστική, τοῦ δὲ θεωρητικοῦ ἥ τε νοητικὴ καὶ ἡ ἐπιστημονική· ὧν αἱ μὲν τοῦ πρακτικοῦ οὐκ ἀεὶ ἀληθεύουσιν, αἱ δὲ τοῦ θεωρητικοῦ ἀεί. καὶ ὅτι δόξα ἐστὶν ὑπόληψις ἄνευ ἀποδείξεως, διὸ καὶ ἀβέβαιος, καὶ λογισμὸς δὲ ἀπατᾶται πολλάκις τῷ μηδὲ τὴν ὕλην, περὶ ἣν [καὶ] ἔστιν, ἀναδέχεσθαι τὴν ἀκριβῆ γνῶσιν· περὶ γὰρ τὰ ἐνδεχόμενα, περὶ ὧν καὶ τὸ βούλεσθαι. αἱ γὰρ αἰσθήσεις ἄλλως ἀληθεῖς, οὐ κατὰ σύνθεσίν τινα· τοῦτο γὰρ ἴδιον τῆς λογικῆς ψυχῆς.

“既然在关乎思想的状态中。” [他说明]:对原理的认识不同于通过论证获得的知识;把握科学知识原理的乃是理智;在我们之中的理智具有双重性,其一是理论理智,其二是实践理智;实践理智关乎可变之物,而理论理智关乎永恒且始终如一之物;实践理智的能力是意见能力与推度能力,而理论理智的能力则是直观能力与科学能力;在这些能力中,实践理智的能力并非总是真实,而理论理智的能力则始终真实;意见是没有论证的确信,因此也是不稳固的;推度也常常受骗,因为其所关涉的质料甚至不容受精确的认识;因为它是关乎可变之物的,愿望也是关乎这些可变之物的;因为各种感觉是在另一种意义上真实的,并非根据某种复合;因为这种复合是理性灵魂所特有的。

§1.152

"Καὶ ἡ μὲν ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν." Εἰπὼν ἀρχὴν ἐπιστήμης εἶναι τὸν νοῦν, ἔχειν δὲ καὶ ἀρχὰς τῶν ἐπιστητῶν τὰς ἀμέσους προτάσεις, νῦν λέγει ὅτι ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης εἴη ἂν τῆς ἀρχῆς τῶν ἐπιστητῶν γνῶσις, ἡ δὲ πᾶσα ἐπιστήμη παντὸς τοῦ ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὴν ἀρχήν, οὕτως τὸ πᾶν, οὗ ἡ ἀρχή, πρὸς τὸ πᾶν πρᾶγμα, οὗ τῆς ἀρχῆς ἦν ἡ τῆς ἐπιστήμης ἀρχὴ γνωστική τε καὶ θεωρητική.

“而原理将是关于原理的。” 在说明了理智是科学知识的原理,并且无可中介的前提也是可知对象的原理之后,他现在指出:科学知识的原理将是对可知对象的原理的认识,而全部科学知识则是对全部可知对象的[认识];因为正如原理对于原理的关系那样,这一原理所属的整体,对于其原理为科学知识的原理所认识和观照的全部事物,也具有同样的关系。

语法注2 条
  1. 1.149καὶ γὰρ ὁρᾷ τὸ ἐν αὐτῇ λευκόν, ἀλλ’ οὐχ ἡ χιών

    在由连词 καὶ γάρ 引导的从句中,动词 ὁρᾷ 的主语是前文出现的“视觉”(ἡ ὄψις),宾语是“存在于其中的白色”(τὸ ἐν αὐτῇ λευκόν)。在转折短语 ἀλλ' οὐχ ἡ χιών 中,ἡ χιών 为主格,省略了动词 ὁρᾷ(“因为[视觉]看到其中的白色,但并非雪在[看]”)。虽然也可构想补出被动含义(“而非雪[被看见]”),但根据其主格形态,将其理解为与动作主体相对立的省略更为顺畅。

  2. 1.151Ὅτι οὐ τῇ διὰ ἀποδείξεως γνώσει ἡ αὐτή ἐστιν ἡ τῶν ἀρχῶν γνῶσις

    句首的 ὅτι 引导一个名词性从句,概括亚里士多德在引文(100b5)之后所论证的内容,在句法上省略了支配它的述说动词(如 λέγει 或 διδάσκει)。此后连续并列了多个 καὶ ὅτι 从句,列举了该段落的核心论点(原理认识的独特性、理智的分类以及各能力的真值)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:602.1-603.10