← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§599.7-600.25

从感觉与记忆到第一原理的认知过程

在亚里士多德从论证和定义的探究过渡到对第一原理的认识论把握(《后分析篇》卷二第19章)之际,注释者否定了天赋知识说,并阐明了记忆、表象和普遍知识如何从预先存在的感觉能力中生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.142

" Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως." Τὸ ἀποδεικτικὸν τῇ ἐπιστήμῃ προσέθηκεν, ἐπεὶ κοινότερον ἐπιστήμη καὶ κατ’ ἄλλων κατηγορεῖται. οὐκέτι δὲ τῆς ὁριστικῆς πραγματείας, περὶ ἧς καὶ αὐτῆς ἐν τούτῳ τὸν λόγον πεποίηται, καὶ ἐμνημόνευσεν ἰδίᾳ,1 ἐπεὶ καὶ αὐτὴ πρὸς τὴν τῶν ἀποδείξεων γένεσίν τε καὶ σύστασιν συντελεῖ. περὶ γὰρ ὁρισμῶν προηγουμένως ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ἡ γὰρ κυριωτάτη ἀπόδειξις ἡ διὰ τοῦ διὰ τί δέδεικται διὰ τοῦ ὁρισμοῦ τοῦ κατηγορουμένου ἄκρου γινομένη.

“因此关于三段论与论证。” 他在“知识”上添加了“论证的”,因为知识更普遍地也可以述说其他事物。但他不再单独提及关于定义的探讨(他在本卷中对它本身也作了讨论),因为定义本身也有助于论证的产生和构成。事实上,他主要是在《形而上学》第七卷中讨论定义;因为最根本的论证,即通过“为什么”的论证,已被证明是通过被述说端项的定义而产生的。

§1.143

"Περὶ δὲ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι." Ζητεῖ περὶ τῶν ἀρχῶν τῶν ἀποδεικτικῶν (αὗται δ’ εἰσὶν αἱ ἄμεσοι καὶ πρῶται προτάσεις), πῶς τε γίνονται γνώριμοι, ἐπεὶ μὴ διὰ ἀποδείξεως καὶ συλλογισμοῦ, καὶ τίς ἕξις ἢ δύναμις τῆς ψυχῆς ἐστιν ἡ γνωρίζουσα αὐτάς.

“而关于原理,它们如何变得为人所知。” 他探究关于论证原理(这些原理就是无中项的和第一的前提)的问题:既然不是通过论证和三段论,它们是如何变得为人所知的;以及认识它们的灵魂的状态或能力究竟是什么。

§1.144

"Ἀνάγκη ἄρα ἔχειν μέν τινα δύναμιν." Λύων τὴν ἀπορίαν τῷ μὲν ἐκ γενέσεως ἡμᾶς ἔχειν τὴν γνῶσιν τῶν ἀρχῶν ὡς ἀτόπῳ 〈οὐ〉 συγχωρεῖ,2 πῶς 〈δ’〉 ὕστερον αὐτὴν ἀναλαμβάνομεν, πειρᾶται λέγειν. καὶ ἐπεὶ ἀδύνατον μὴ προυπαρχούσης τινὸς γνώσεως μάθησίν τινα γενέσθαι, ἄτοπον δὲ καὶ τὸ τῶν ἀρχῶν ἀεί τινας ἀρχὰς εἶναι μᾶλλον γνωρίμους τῶν μετ’ αὐτάς, πῶς καὶ ἐνυπαρχούσης τινὸς ἡμῖν γνώσεως ἡ τῶν ἀρχῶν ὕστερον ἐγγίνεται γνῶσις καὶ οὐκ ἐπ’ ἄπειρον τοῦτο πρόεισι, λέγει. ἀνάγκη γὰρ ἔχειν μέν τινα δύναμιν ἡμᾶς προϋπάρχουσαν τῆς τῶν ἀρχῶν γνώσεως, ἀφ’ ἧς ἡ γνῶσις ἡ τούτων γίνεται (ἀδύνατον γὰρ ἄλλως), μὴ τοιαύτην δ’ εἶναι ταύτην ἣ ἔσται τούτων τιμιωτέρα τῷ ἀκριβεστέρα εἶναι, ὥσπερ ἐστὶν ἡ τῶν ἀρχῶν τῆς ἐπιστήμης γνῶσις3 τιμιωτέρα τῶν 〈ὧν〉 μετ’ αὐτὴν καὶ δι’ ἐκείνων γίνεται γνῶσις. ἡ μὲν γὰρ τοιαύτη ἀρχή, δι’ ἧς τι δείκνυται, κυριωτέρα πρὸς γνῶσιν καὶ ἀκριβεστέρα τοῦ δι’ ἐκείνης γνωρίμου γινομένου· ἡ δ’ οὕτως οὖσα ἀρχὴ ὡς δύναμίς τις ὑποβεβλημένη καὶ ὕλης λόγον ἐπέχουσα πρὸς τὰ συνιστάμενα ἐξ αὐτῆς τε καὶ ἐπ’ αὐτῇ οὐκ ἔστιν ἀκριβεστέρα τοῦ ἐπ’ αὐτῇ γινομένου τε καὶ συνισταμένου οὐδὲ κατὰ τοῦτο τιμιωτέρα· οὐ γὰρ ἀκριβέστερον τὸ ἀτελὲς τοῦ τελείου, ὅτι μηδ’ ἡ ὕλη τοῦ εἴδους.

“因此必然具有某种能力。” 在解决这一疑难时,他并不赞同我们生来就具有原理的知识这一荒谬观点,而是试图说明我们后来是如何获得这种知识的。而且,由于没有任何预先存在的知识就不可能产生任何学习,但若原理之上始终存在比其后的事物更为人所知的其他原理也是荒谬的,因此他说明了:在某种知识内在存在于我们之中的情况下,原理的知识如何后来得以产生,并且这不会进行到无限。因为我们必然具有某种先于原理知识而存在的能力,关于它们的知识就是由此产生的(因为否则是不可能的);但这一能力绝不能是因其更为精确而比这些原理更为尊贵的那种能力,而不像科学原理的知识那样——科学原理的知识比在其之后且通过原理而产生知识的事物更为尊贵。因为通过它而显示某物的这类原理,对于认识而言更为根本,并且比通过它而被认识的事物更为精确;但是作为某种底层的潜能、并对其由之且在其上构成的事物起着质料作用的这种原理,并不比在其之上产生并构成的事物更为精确,在这一点上也并不更为尊贵;因为不完全者绝不比完全者更为精确,正如质料绝不比形式更为精确一样。

§1.145

"Ἐν οἷς δ’ ἔνεστιν αἰσθανομένοις ἔχειν ἔτι ἐν τῇ ψυχῇ." Ὅτι 〈ἔστιν〉 ἐν οἷς δύναμίς ἐστι τοῦ φυλάσσειν τε τὸ αἴσθημα καὶ μεμνῆσθαι καὶ ἔχειν τι ἐν τῇ ψυχῇ αἰσθομένοις μετὰ τὴν αἴσθησιν, ἔστι δ’ ἃ καὶ ὡς ἕν τι ἐν τῇ ψυχῇ φυλάσσειν οἷά τ’ ἐστὶ τὰ ἐκ τῶν πολλῶν καὶ ὁμοίως κατ’ αἴσθησιν ἐνεργὰ καὶ λογικά ἐστιν. ἐν οἷς γὰρ πλείων γνῶσις τοῦ κατὰ τὴν αἴσθησιν πάθους, τὰ μὲν ἐκ τῆς τῶν πλειόνων αἰσθητῶν μνήμης τε καὶ μονῆς λόγον κτᾶται, τὰ δ’ οὔ. κατὰ διαφορὰν γὰρ τῆς δεχομένης ψυχῆς τὸ αἴσθημα οἰκεία τις κατασκευὴ γίνεται ἐκ τῶν ἀπὸ τῶν αἰσθητῶν μνημῶν. ἐκ μὲν γὰρ τοῦ αἰσθήματος καὶ τῆς μονῆς τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ μνήμη τε καὶ φαντασία. ἔστι γὰρ ἡ φαντασία κίνησίς τις τῆς ψυχῆς ὑπὸ τοῦ ἀπὸ τῆς αἰσθήσεως μείναντος· οἷον γὰρ αἰσθητῷ ἐντὸς ὄντι τῷ ἐγκαταλείμματι τούτῳ, ὃ καὶ φανταστὸν καλεῖται, ἐπιβάλλουσα ἡ ψυχὴ ἡ φανταστικὴ ἀλλοιοῦταί πως, ὡς ἡ αἴσθησις τῷ αἰσθητῷ ὄντι ἐκτός. ᾧ ὅταν μὲν ὡς πρότερον ὁραθέντι καὶ ὡς ὁμοίως ἐπιβάλλει ὁμοίως,4 μέμνηται· ἡ δ’ ἕξις καὶ ἡ ἀντίληψις ἡ ὡς εἰκόνος αὐτοῦ καὶ ὁμοιώματος γινομένη μνήμη. εἰ δὲ μὴ ὡς τοιούτου μηδὲ συναναφέρει τὸ εἶναι αὐτὸ εἰκόνα καὶ ὁμοίωμα οὗ πρότερον ᾔσθετο, φαντασία τὸ τοιοῦτον, οὐκέτι δὲ καὶ μνήμη.

“而在那些对于感觉者而言仍能在灵魂中有所保留的事物中。” 这是说,在某些事物中,存在着保留感觉印记、记忆并在感觉之后对于感觉者仍能在灵魂中保留某种东西的能力;而在另一些事物中,它们能够把来自多数感觉的事物作为单一者保留在灵魂中,并且它们同样在感觉中活动且是具有理性的。因为在那些具有大于感觉情态之认识的事物中,一些事物从多个感觉对象的记忆与留存中获得理性,而另一些事物则不然。因为根据接受感觉印记的灵魂的差异,从来自感觉对象的记忆中产生出某种特有的构造。因为从感觉印记以及现实的感觉对象的留存中,产生了记忆与表象。因为表象是由感觉残留之物引起灵魂的某种运动;因为表象的灵魂投向这一残留之物(这也称为可表象之物),就如同投向内在的感觉对象一样,从而发生某种变化,正如感觉因处在外部的感觉对象而发生变化一样。当它投向这残留之物是将其作为先前所见之物且同样作为摹本时,它便产生记忆;而作为其影像和摹本而产生的状态与把握就是记忆。但如果它不是将其作为此类事物投向它,也不将其本身是先前所感知之物的影像和摹本联系起来,那么这样的事物就是表象,而不再也是记忆。

语法注4 条
  1. 1.142οὐκέτι δὲ τῆς ὁριστικῆς πραγματείας, περὶ ἧς καὶ αὐτῆς ἐν τούτῳ τὸν λόγον πεποίηται, καὶ ἐμνημόνευσεν ἰδίᾳ

    动词 μνημονεύω 支配属格(τῆς ὁριστικῆς πραγματείας)。句子的主干为 οὐκέτι δὲ... καὶ ἐμνημόνευσεν ἰδίᾳ(“他不再单独提及……”),其中插入了限定该属格宾语的关系从句 περὶ ἧς... πεποίηται。

  2. 1.144τῷ μὲν ἐκ γενέσεως ἡμᾶς ἔχειν τὴν γνῶσιν τῶν ἀρχῶν ὡς ἀτόπῳ 〈οὐ〉 συγχωρεῖ

    动词 συγχωρεῖ(编者补入了否定词 οὐ)支配与格。带冠词的不定式短语 τῷ... ἐκ γενέσεως ἡμᾶς ἔχειν τὴν γνῶσιν 作为与格补足语,与 ὡς ἀτόπῳ 构成同位关系(“对我们生来具有原理的知识这一点,作为荒谬之事而不予赞同”)。

  3. 1.144ὥσπερ ἐστὶν ἡ τῶν ἀρχῶν τῆς ἐπιστήμης γνῶσις τιμιωτέρα τῶν 〈ὧν〉 μετ’ αὐτὴν καὶ δι’ ἐκείνων γίνεται γνῶσις

    在此比较结构中,比较属格 τῶν 代表了被省略的名词 γνώσεων(“诸知识”),后接校勘补入的关系代词 ὧν 引导从句,整体结构表达“比在其之后且通过它们而产生知识的那些事物的[知识]更为尊贵”。

  4. 1.145ᾧ ὅταν μὲν ὡς πρότερον ὁραθέντι καὶ ὡς ὁμοίως ἐπιβάλλει ὁμοίως

    动词 ἐπιβάλλει 支配与格,意为“投向”、“关注”或“把握”。句首的与格关系代词 ᾧ 指向前句中的残留物(τῷ ἐγκαταλείμματι τούτῳ),并与与格分词短语 ὡς πρότερον ὁραθέντι 相一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:599.7-600.25