← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§597.20-599.6

同一结论的多个原因与邻近原因的判定

注解者讨论了同一结论具有多个原因(中项)的情形,分析了由此产生的多义性问题,并解释了在中项链条中哪一个中项是各个具体项得以属于普遍项的邻近原因(99b4–99b9)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.138

" Ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι." Δείξας, ὅτι ἐπὶ πλέον λεγομένου τοῦ κατηγορουμένου1 οὐκ ἀδύνατον ἐν συλλογισμῷ διὰ πλειόνων αἰτίων τε καὶ μέσων συνάγεσθαι τὸ αὐτὸ τοῖς διαφόροις κατ’ εἶδος ὑπάρχον, ἐπιφέρει ὅτι ἐνδέχεται τοῦ αὐτοῦ αἴτια πλείω εἶναι, ἀλλ’ οὐ τοῖς αὐτοῖς τῷ εἴδει· δι’ ἄλλου γὰρ αἰτίου ἡ οὐσία ζῴῳ καὶ δι’ ἄλλου λίθῳ. τοῦτο δ’ ἐπὶ μὲν τῶν ἐν συλλογισμῷ αἰτίων τοῦ συμπεράσματος, ἐφ’ ὧν νῦν ποιεῖται τὸν λόγον, οἷόν τε· εἶπε γὰρ ‘ἂν διὰ συμβεβηκότων καὶ σημείων ὁ συλλογισμὸς γένηται’. ἐπὶ δὲ τῶν ἀποδείξεων καὶ τῶν δι’ αἰτίου συλλογισμῶν οὐχ οἷόν τε ὂν ἐδείχθη·2 ἦν γὰρ τὸ τοιοῦτον αἴτιον ὁρισμὸς τοῦ κατηγορουμένου, ὃς καὶ τοῖς κατ’ εἶδος διαφέρουσιν ὁ αὐτὸς αἴτιος τοῦ τὸ γένος αὐτοῖς ὑπάρχειν· καὶ γὰρ ἵππῳ καὶ ἀνθρώπῳ τὸ ζῷον διὰ τοῦ αἰσθητικοῦ ἀποδεικτικῶς.

“因此同一事物可能有多个原因。” 在指明了当谓项被述说得更广泛时,在三段论中同一事物属于在种上相异的事物完全可能通过多个原因和中项得以推导出来之后,他接着指出,同一事物可能有多个原因,但并不是对于在种上相同的事物而言;因为实体属于动物是通过一个原因,而属于石头则是通过另一个原因。这在关于三段论中结论的原因(他现在所论述的正是这些)的情形下是可能的;因为他说过“如果三段论是通过偶性与表征而形成的”。但在论证和通过原因的三段论中,这已被证明是不可能的;因为这样的原因是谓项的定义,而这定义即使对于在种上相异的事物而言,也是属属于它们的同一原因;因为动物通过具有感觉能力这一中项,被论证性地属于马和人。

§1.139

"Τὰ μὲν τετράποδα τῷ μὴ ἔχειν χολήν." Ἔσται οὖν τὸ μακρόβιον πλεοναχῶς λεγόμενον. ὧν γὰρ τῆς ὑπάρξεως αἴτια πλείω, ταῦτα πλεοναχῶς λέγεται, εἴ γε τὸ αἴτιον ὁρισμός ἐστι τοῦ αἰτιατοῦ· οὗ γὰρ πλείω αἴτια, τούτου καὶ λόγοι πλείους, οὐχ ὡς ταὐτοῦ δηλωτικοί· οὗ δὲ λόγοι πλείους οὕτως, τοῦτο τῶν πλεοναχῶς λεγομένων.

“四足动物通过不具有胆汁。” 因此,“长寿”将是在多种意义上被述说的。因为凡是其存在具有多个原因的事物,都是在多种意义上被述说的(如果原因确实是结果的定义的话);因为凡是有多个原因的事物,也有多个定义,它们并不是指示同一事物;而凡是以这种方式具有多个定义的事物,都属于在多种意义上被述说者。

§1.140

"Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται." Τὰ γὰρ μέσα αἴτια ὡς ἐν συλλογισμῷ. οὕτως δὲ καὶ πλείους ἔσονται συλλογισμοί, καὶ ἕξει ταύτην τὴν τάξιν τὰ μέσα πρὸς ἄλληλα, ἣν εἶχεν, ὅτε δι’ ἑνὸς ἐδείκνυτο μέσου τὸ συμπέρασμα, τὸ μέσον πρὸς τὸ κατηγορούμενον· τὰ γὰρ ἐπάνω τῶν μέσων τε καὶ αἰτίων κατηγορουμένων τάξιν ἔχει καὶ ἐπὶ πλέον δυνάμενα λέγεσθαι, οἷον οὐσία, ἔμψυχον, αἰσθητικόν, πεζόν, λογικόν, ἄνθρωπος.

“如果不是立刻达到不可分割者。” 因为中项就如在三段论中一样是原因。这样一来也将会有多个三段论,并且中项彼此之间也将具有这种秩序,正如当结论通过一个中项被证明时中项相对于谓项所具有的秩序一样;因为居于较高位置的中项和原因具有谓项的秩序,并且能够被更广泛地述说,例如实体、有灵魂的、具有感觉的、步行的、理性的、人。

§1.141

"Πότερον δ’ αἴτιον τῶν μέσων τὸ πρὸς τὸ καθόλου πρῶτον." Ὅτι ὧν συμπερασμάτων πλείω ἐστὶ τὰ μέσα,3 τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν. εἰπὼν γὰρ ἐφ’ ὧν πλείω τὰ μέσα, ὅτι καὶ τὰ αἴτια πλείω, ὅσα γὰρ τὰ μέσα, ζητεῖ ἑξῆς, ὧν συμπερασμάτων πλείω ἐστὶ τὰ μέσα, πότερον αὐτῶν ἐστι μᾶλλον αἴτιον4 τὸ πρὸς τὸ καθόλου πρῶτον, τουτέστι τὸν πρῶτον κατηγορούμενον ὅρον, καθ’ οὗ ληφθὲν τὸ πρῶτον κατηγορούμενον τὴν πρώτην καθόλου πρότασιν ποιεῖ, ἢ τὸ πρὸς τὸ ἔσχατον καὶ ὑποκείμενον, ὃ ἄτομον εἶπεν, ἤτοι ὡς ἀληθῶς ὂν ἄτομον ἢ εἶδος ἄτομον. τὸ δὲ τοῖς καθ’ ἕκαστα λέγοι ἂν ἀντὶ τοῦ ‘τοῦ τὸ πρῶτον καθόλου ὑπάρχειν τοῖς καθ’ ἕκαστα’. φησὶ δ’ ὅτι τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν, καὶ προστίθησι τὴν αἰτίαν· τοῦ γὰρ τὸ πρῶτον (λέγων πρῶτον ὃ εἶπεν ἄτομον καὶ ἔσχατον ὑποκείμενον) τοῦ δὴ τοῦτο ὑπὸ τὸν πρῶτον ὅρον καὶ καθόλου εἶναι τὸ προσεχὲς αὐτῷ μέσον αἴτιον. τῷ γὰρ Δ τὸ Γ αἴτιον τοῦ τὸ Β αὐτῷ ὑπάρχειν, δι’ ὃ καὶ τὸ Α αὐτῷ ὑπάρχει. διὸ τοῦ μὲν τῷ Δ τὸ Α ὑπάρχειν τὸ Γ αἴτιον· τοῦτο γὰρ αὐτῷ προσεχές· τοῦ δὲ πάλιν τῷ Γ τὸ Α ὑπάρχειν τὸ Β· πάλιν γὰρ τῷ Γ τὸ Β προσεχές. τῷ δέ γε Β τὸ Α οὐκέτι δι’ ἄλλου μέσου, εἰ ἄμεσον εἴη. τοῦτο γὰρ εἶπε διὰ τοῦ τούτῳ δὲ [τὸ] αὐτό· εἰ γάρ ἐστιν ὁρισμὸς αὐτοῦ, οὐκέτι ἂν αὐτῷ δι’ ἄλλου μέσου ὑπάρχοι.

“中项中哪一个是原因,是朝向第一普遍者的那个吗?” 这是说,在具有多个中项的结论中,对于每一项而言最为邻近者,就是普遍者属于它的原因。因为他在对那些具有多个中项的情况说明了原因也有多个(因为有多少中项就有多少原因)之后,紧接着探究:在那些具有多个中项的结论中,它们之中哪一个更是原因,是朝向第一普遍者的那个——即第一被述说的项,第一被述说者被取用于它之上便构成了第一普遍前提——还是朝向终极的底层主体(他称之为不可分割者,指的是真正不可分割者或不可分割的种)的那个?而“对于各个个别事物”,他可能是用来代替“对于第一普遍者属于各个个别事物”。他说,对于每一项而言最为邻近者是普遍者属于它的原因,并补充了理由:因为第一项(他将先前称为不可分割者和终极底层主体的东西称为第一项)处在第一和普遍的项之下,与其邻近的中项正是这一点的起因。因为对于D而言,C是B属于它的原因,而通过B,A也属于D。因此,对于A属于D而言,C是原因;因为这与它邻近;而反过来对于A属于C而言,B是原因;因为B对于C又是邻近的。但对于B而言,如果它是无中项的,A便不再通过另一中项属于它。因为他通过“而对于这一个,则是其自身”表达了这一点;因为如果这是它的定义,它便不再可能通过另一中项属于它。

语法注4 条
  1. 1.138ἐπὶ πλέον λεγομένου τοῦ κατηγορουμένου

    独立属格结构:“当谓项被述说得更广泛时”。它为后文的主句(οὐκ ἀδύνατον ... συνάγεσθαι)提供了前提与背景条件。

  2. 1.138οὐχ οἷόν τε ὂν ἐδείχθη

    分词 ὂν(与 οὐχ οἷόν τε 连用)作为被动动词 ἐδείχθη 的补足语,构成“被证明为是不可能的”这一补足结构。

  3. 1.141Ὅτι ὧν συμπερασμάτων πλείω ἐστὶ τὰ μέσα

    句首的 ὅτι 引导论断核心(“意即……”),概述对原典提问(引文)的解答。关系代词属格 ὧν 修饰 συμπερασμάτων(“在具有多个中项的结论中”),为后文的主干 τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον 设定范围。

  4. 1.141τοῦ γὰρ τὸ πρῶτον ... τοῦ δὴ τοῦτο ὑπὸ τὸν πρῶτον ὅρον καὶ καθόλου εἶναι τὸ προσεχὲς αὐτῷ μέσον αἴτιον

    包含插入语与重述的复杂结构:起首的 τοῦ γὰρ τὸ πρῶτον 被括号性说明(λέγων πρῶτον 等)打断,随后由 τοῦ δὴ τοῦτο ... εἶναι(属格冠词引导的不定式结构)重新接续,充当原因的对象(“这属于第一普遍项之下的起因”);句子的主干则是 τὸ προσεχὲς αὐτῷ μέσον [ἐστὶν] αἴτιον(“与其邻近的中项就是原因”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:597.20-599.6