- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:596.1-597.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德运用项的字母(A、B、C、D、E)与三段论的格来展示原因与结果的外延关系及其普遍性的段落(99a30–37),注解者阐释了通过各项进行证明的结构,以及当大项比中项外延更广时探寻另一原因的过程。
" Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει." Εἶπε μὲν περὶ τῆς τῶν ὅρων ἀκολουθήσεως τῆς ἐν ταῖς ἀποδείξεσι καὶ τῶν ὅρων καθόλου, ἐν οἷς τὸ πρὸ τοῦ πράγματος αἴτιον λαμβάνεται, ὃ καὶ ὁρισμὸς ἦν τοῦ ἐν τῷ προβλήματι κατηγορουμένου. καὶ τίνες μὲν ἀντιστρέφουσι τῶν ὑποκειμένων τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ δείξας, τίνες δ’ οὔ, τὸ αὐτὸ τοῦτο δείκνυσιν ἐπὶ ὅρων τε καὶ συλλογισμῶν τῇ ἐκθέσει τῶν ὅρων γνωριμώτερον καὶ πιστότερον ποιῶν τὸ δεδειγμένον.
“但在[三段论的]格中将如下呈现。” 他讨论了论证中诸项的随伴以及普遍的诸项——在其中取定了事实之先的原因,这也就是问题中谓项的定义。并且在指明了底层的诸主体中哪些与原因及结果相换位、哪些不相换位之后,他在诸项与诸三段论中证明了这同一件事,通过项的展示使已被证明之事更加明白且确凿。
"Ἅπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει." Τουτέστι τοῦτο γὰρ νῦν λέγω καθόλου. τοῦ γὰρ καθόλου κατηγορουμένου τὸ μὲν ἐπ’ ἴσης ἐστίν, ὃ καὶ ἀντιστρέφει· καὶ εἶπε πρῶτον δὲ καθόλου ᾧ ἕκαστον μὲν οὐκ ἀντιστρέφει,1 ἅπαντα δ’ ἀντιστρέφει· τοῦτο δ’ ἐστὶν ὃ μὴ διὰ μέσου τινὸς ἀλλὰ πρῶτον κατηγορεῖται· τὸ δὲ μὴ ἐπ’ ἴσης καθ’ αὑτὸ μέν, οὐ μὴν πρώτως ἀλλὰ διὰ μέσου.
“而全部换位且等延。” 也就是说,“因为这正是我现在所称的普遍”。因为在普遍地被述说的事物中,一种是等延的,它也相互换位;并且他说第一普遍者是:各个单独者并不与它换位,但全体却与它换位。这就是并非通过某个中项、而是最初地被述说的东西;而那不等延者虽然就其自身被述说,但绝不是最初地、而是通过中项被述说的。
"Δεῖ ἄρα τὸ Α ἐπὶ πλέον τοῦ Β παρεκτείνειν." Τουτέστιν εἰ δὲ ἐπὶ πλέον τὸ Α τοῦ Β κατηγορεῖται, οὐκέτι ἂν εἴη τοῦτο αἴτιον αὐτοῦ· τί γὰρ μᾶλλον τοῦτο ἢ ἄλλο τι δι’ οὗ καὶ αὐτοῦ τοῦ Δ κατηγορεῖται καὶ ἄλλων τινῶν παρὰ τὰ ὧν τὸ Β κατηγορεῖται;2 καὶ πῶς τοῦτο ἔχει, ἑξῆς δείκνυσιν.
“因此A必定比B延展得更广。” 也就是说,如果A比B被更广泛地述说,这就不再会是它的原因了;因为为什么宁可是这个原因,而不是A借以既被述说于D自身、又被述说于B所被述说的事物之外的某些其他事物的某种别的原因呢?而这究竟是怎样的情形,他随后予以表明。
"Εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α." Ὃ λέγει τοιοῦτόν ἐστιν· εἰ τὸ Α μὴ μόνον τοῖς Δ πᾶσιν ὑπάρχει, οἷς ὑπάρχον ἐδείχθη διὰ τοῦ Β, ἀλλὰ καὶ τοῖς Ε, ἔσται πάντα τὰ Ε ἄλλα τοῦ Β, δηλονότι οὐχ ὑπὸ τὸ Β· τὸ γὰρ Β κατὰ μόνων τῶν Δ κατηγορεῖται. εἰ γὰρ μὴ ἔξω πίπτει τοῦ Β τὰ Ε, οὐκέτ’ ἂν ἐπὶ πλέον εἴη τὸ Α εἰλημμένον τῶν τε Ε καὶ τῶν Δ, εἰ εἴη ταὐτὰ τὰ Ε τοῖς Δ ὄντα πάντα ὑπὸ τὸ Β. ὃ ἔδειξεν εἰπὼν εἰ γὰρ μή, πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ Ε, τὸ Α παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ Ε; οὕτως γὰρ γίνεται ἐπὶ πλέον τὸ Α τοῦ Ε, ἐὰν τῷ μὲν Ε τὸ Α παντί, μηκέτι δὲ καὶ ἀντιστρέφει· τοῦτο δὲ ἔσται, ἂν πλείοσιν αὐτὸ ὑπάρχον 〈ᾖ〉 ἢ τὸ Β. ἂν γὰρ μόνων ὧν τὸ Ε κατηγορεῖται, ἐπ’ ἴσης ἔσται τὸ Α τοῖς ὧν κατηγορεῖται ὄντων ὑπὸ τὸ Β· ὥστε καὶ τῷ Α τὸ Ε παντί. ὁμοίως καὶ ἐπὶ τοῦ Δ. εἰπὼν δὲ τοῦτο καὶ δείξας ὅτι μὴ ὑπὸ τὸ Β τὸ Ε ἔσται, ἐπιφέρει· διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον, οἷον τὸ Α τῷ Δ; ὃ ἴσον ἐστὶ τῷ ‘διὰ τί γὰρ οὐκ ἔσται τι τοῦ καὶ τὸ Α τοῖς Ε ὑπάρχειν αἴτιον, ὥσπερ καὶ τοῦ τοῖς Δ ὑπάρχειν αὐτὸ αἴτιον ἦν, τὸ γὰρ Β;’. τοῦτο δὲ λέγει ἐξηγούμενος ὃ εἶπε καὶ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ εἰ δὲ μή, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ γὰρ καὶ τοῖς Ε τὸ Α ὑπάρχει ἄλλοις οὖσι τῶν Δ, καὶ τούτοις δι’ αἰτίου τινὸς ὑπάρξει. τὸ γὰρ οἷον τὸ Α τῷ Δ εἶπεν ἀντὶ τοῦ ‘ὁποῖον καὶ ὅτε τὸ Α τοῖς Δ ὑπάρχειν ἐδείκνυτο’·3 ὑπάρχειν γὰρ ἐδείκνυτο διὰ μέσου τοῦ Β. ᾧ ἐπήνεγκεν ἅμα ἄρα καὶ τὰ Ε ἔσται τι ἕν. ὁμοίως ἄρα καὶ τὰ Ε ἔσται τι ἕν, τουτέστιν ὑφ’ ἕν τι καὶ ἓν κατὰ παντὸς αὐτῶν κατηγορούμενον ἔσται, ὡς ἦν τὰ Δ ὑπὸ τὸ Β. εἰ δὴ ἔστι τὰ Ε ὑπό τι ἕν, τοῦτο αὖ ἐπισκεψώμεθα. κἂν εὕρωμεν ὅ τι ποτέ ἐστιν ἐκεῖνο 〈ὃ〉 πάλιν αἴτιον τοῦ τὸ Α τοῖς Ε ὑπάρχειν, ἔστω τὸ Γ τοῦτο, ὃ πᾶσι τοῖς Ε ὑπάρχει, αὐτῷ δὲ παντὶ τὸ Α.
“如果A确实属于所有E。” 他所说的是这样的:如果A不仅属于所有的D(通过B已被证明A属于D),而且也属于E,那么所有的E将是B以外的事物,显然不在B之下;因为B仅仅被述说于D。因为如果E不落在B之外,如果所有的E都在B之下而与D是同一的,那么A也就不再会被取定为比E和D延展得更广了。他通过说“否则,怎么可能说凡是E所属于的,A就属于全部,而凡是A所属于的,E并不属于全部呢?”指明了这一点。因为如果A属于全部E,但不再反过来换位,A就是这样变得比E外延更广的;而如果A属于比B更多的对象,就会发生这种情况。因为如果A仅仅属于E所被述说的对象,A就会与那些属于B之下的〔它〕所被述说的对象等延;从而E也属于全部A。在D的情形中也同样如此。在说了这一点并证明了E不在B之下以后,他接着说:“因为为什么不会有某种原因,就如同A对于D那样呢?”这等同于说:“因为为什么不会有A也属于E的某种原因,正如它属于D曾有其原因即B一样呢?”他是在解释他所说过的话并给出“否则,为什么这宁可是那的原因呢”的理由时说这番话的。因为即使A属于不同于D的E,它也是通过某种原因属于它们的。因为他说“就如同A对于D那样”,是用以代替“如同当证明A属于D时那样”;因为A正是通过中项B被证明属于D的。对此他又接着说:“因此同时E也将是某种单一之物”。因此同样地,E也将是某种单一之物,也就是说处在某个单一者之下,并将有述说于它们全体之上的单一者,如同D处在B之下一样。既然E处在某个单一者之下,让我们再考察这一点。如果我们能找到那究竟是什么作为A属于E的再次的原因,就让这就是C吧;C属于所有的E,而A属于全部的C。
- 1.135ᾧ ἕκαστον μὲν οὐκ ἀντιστρέφει, ἅπαντα δ’ ἀντιστρέφει
与格关系代词 ᾧ 的先行词是前面的 πρῶτον δὲ καθόλου,充当动词 ἀντιστρέφει 所要求的补足语。形成对照的 ἕκαστον(各个单独的种或事例)与 ἅπαντα(它们总体的全体)为主语,表述了外延规定:个别的种并不与该最初普遍者相换位,但诸种的全体却与其相换位(外延相等)。
- 1.136τί γὰρ μᾶλλον τοῦτο ἢ ἄλλο τι δι’ οὗ καὶ αὐτοῦ τοῦ Δ κατηγορεῖται καὶ ἄλλων τινῶν παρὰ τὰ ὧν τὸ Β κατηγορεῖται;
该疑问句的骨干是 τί μᾶλλον τοῦτο [αἴτιον ἂν εἴη] ἢ ἄλλο τι(“为什么这宁可是原因,而不是某种别的东西呢”)。ἄλλο τι 之后带有由 δι’ οὗ... 引出的关系从句,从句中动词 κατηγορεῖται(主语为 A)管辖两个并列成分(καὶ αὐτοῦ τοῦ Δ 与 καὶ ἄλλων τινῶν),而限定短语 παρὰ τὰ ὧν τὸ Β κατηγορεῖται(“在B所被述说的事物之外”)进一步修饰 ἄλλων τινῶν。
- 1.137τὸ γὰρ οἷον τὸ Α τῷ Δ εἶπεν ἀντὶ τοῦ ‘ὁποῖον καὶ ὅτε τὸ Α τοῖς Δ ὑπάρχειν ἐδείκνυτο’
注解者通过 εἶπεν ἀντὶ τοῦ...(“他说……是用以代替……”)这一句式解释了亚里士多德极其简括的短语 οἷον τὸ Α τῷ Δ(“如同A对于D那样”),将其解读为指代此前已被论证之事实的从句(“如同当证明A属于D时那样[的原因]”)的省略形式。
