- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:594.1-595.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《后分析篇》卷二第17章(99a6–99a23)的内容,探讨了非本质论证中中项的表现(同名异义、属、比例),原因、结果与底层主体三项相互换位与随伴的条件,并通过落叶的例子(阔叶与汁液凝结)说明第一中项如何构成大项的定义。
" Εἰ δὲ μή, ὁμοίως ἕξει τὸ μέσον· εἰ μὲν ὁμώνυμα." Εἰ δὲ μὴ καθ’ αὑτὸ εἴη ἀποδεικνύμενον μηδὲ διὰ τῶν καθ’ αὑτὸ ὑπαρχόντων, ὁμοίως ἕξει τὸ μέσον, ὡς ἂν ἔχῃ καὶ τὸ οὗ ἡ αἰτία ζητεῖται. τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ ἔδειξεν ὅτι καὶ τὸ αἴτιον δύναται μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἢ σημεῖον λαμβάνεσθαι καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ. εἰπὼν δ’, ὅτι μὴ δοκεῖ τὰ τοιαῦτα προβλήματα, προσέθηκε τὸ εἰ δὲ μή, ἀντὶ τοῦ ‘εἰ δὲ καὶ ταῦτα ζητοῖτο ὡς προβλήματα’, ὁμοίως ἕξει τὸ μέσον, ἂν μὲν ὁμώνυμον ᾖ τὸ αἴτιον, τοιοῦτον ἔσται καὶ τὸ αἴτιον, ἂν δὲ ὡς ἐν τῷ γένει, καὶ τὸ αἴτιον τοιοῦτον· ὁμοίως καὶ εἰ κατὰ ἀναλογίαν.
“否则,中项的情况也将相似;如果是同名异义。” 如果不是就其自身被论证,也不是通过就其自身属于的事物被论证,那么中项的情况将类似于探究其原因的事物的情况。他之所以加上这一点,是因为他已经表明,原因、作为其原因的对象以及原因属于的对象,都可以不是就其自身,而是按照偶性或记号被取定。并且在指出“诸如此类的事物似乎不成其为问题”之后,他加上了“否则”,用以代替“如果这些事物也作为问题而被探究的话”;中项的情况将是相似的:如果原因是在同名异义的事物中,原因也将是这样的;如果像在属中那样,原因也将是这样的;比例的情况也是如此。
"Ἔχει δ’ οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις." Τὸ μὲν ἔχει δ’ οὕτω τὸ παρακολουθεῖν εἶπεν ἀντὶ τοῦ ‘ἔχει δὲ οὕτω περὶ τὸ παρακολουθεῖν’. τῷ δὲ παρακολουθεῖν ἀντὶ τοῦ ἀντιστρέφειν κέχρηται. τὸ δὲ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἔχει δὲ οὕτω τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ οὗ αἴτιον καὶ ᾧ αἴτιον.1 ἔστι δὲ τὸ μὲν ᾧ αἴτιον τὸ ὑποκείμενον, τὸ δὲ οὗ αἴτιον τὸ τούτῳ ὑπάρχον. λέγει δὲ ταῦτα περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν αἰτίων. εἰπὼν δ’ ἐν τοῖς πρὸ τούτου ὅτι τὸ τοῦ πράγματος ἀλλὰ μὴ τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τὸ οὗ αἴτιον ἀντακολουθεῖ ἀλλήλοις τῷ εἶναι τὸ αἴτιον ὁρισμὸν τοῦ αἰτιατοῦ (φθάνει τε γὰρ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς τοῦτο, καὶ νῦν δ’ ἐρεῖ· τούτῳ γὰρ κέχρηται πρὸς τὴν δεῖξιν τοῦ μὴ δύνασθαι τὸ αὐτὸ πλείοσι δι’ αἰτίας διαφόρους ὑπάρχον δείκνυσθαι ἀποδεικτικῶς) χρησάμενος δὲ καὶ τῷ καθόλου τινὸς τό τε αἴτιον καὶ τὸ αἰτιατὸν κατηγορεῖσθαι, νῦν λέγει πότε καὶ τὸ οὗ τό τε αἰτιατὸν καὶ τὸ αἴτιον καθ’ αὑτὸ κατηγορεῖται ἀντιστρέφει ἐκείνοις, τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ· τοὺς γὰρ ὅρους ἀντιστρέφειν, ἐφ’ ὧν καὶ ἡ κύκλῳ δεῖξις γίνεται.
“原因[与其余项]彼此随伴的情况如下。” 他说“随伴的情况如下”,是用以代替“关于随伴,情况如下”。而他使用“随伴”,是用以代替“换位”。这句话在句法上的对应构造如下:原因、作为其原因的对象以及原因属于的对象彼此随伴的情况如下。而原因属于的对象是底层主体,作为其原因的对象是属于这底层主体的事物。他是在论证中的诸原因的意义上谈论这些的。并且在前面的段落中指出事实的原因而非结论的原因与作为其原因的对象彼此互为随伴乃是因为原因是结果的定义之后(因为他在此前已经说过这一点,现在也将再说;因为他正是利用这一点来证明同一事物在论证上不可能通过不同原因属于多个事物),在又利用了原因和结果都被述说于某种普遍者之后,他现在说明:结果和原因就其自身被述说于其上的那个对象,在何时也与它们——即与原因和结果——相换位;因为项与项换位的情形,也正是循环证明得以成立的情形。
"Καθ’ ἕκαστον μὲν λαμβάνοντι2 τὸ οὗ αἴτιον." Ὅτι ἀντακολουθεῖ καὶ ἀντιστρέφει τὸ αἴτιον καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ αἴτιον, ὅ ἐστιν ὁ ὑποκείμενος ὅρος, οὐκ ἀεί, ἀλλ’ εἰ μὲν καθ’ ἕκαστον εἶδος λαμβάνοιμεν τὸν ὑποκείμενον ὅρον, οὗ τὴν αἰτίαν τοῦ ὑπάρχειν τι αὐτῷ ζητοῦμεν, ἐπὶ πλέον ἔσται τὸ οὗ τῆς ὑπάρξεως τὸ αἴτιον ζητοῦμεν, τουτέστιν ὁ κατηγορούμενος ὅρος ἐν τῷ προβλήματι. εἰ δὲ πάντα ληφθείη τὰ οἷς ὑπάρχει τὸ κατηγορούμενον, ἐπ’ ἴσης ἔσται ὅ τε ὑποκείμενος ὅρος καὶ ὁ κατηγορούμενος, καὶ τὸ μέσον τε καὶ αἴτιον ὁμοίως ἕξει. ὡς γὰρ ἔχει τὸ κατηγορούμενον πρὸς τὸ ὑποκείμενον, οὕτω καὶ τὸ αἴτιον· ὁρισμὸς γὰρ τὸ αἴτιον δέδεικται τοῦ κατηγορουμένου. πρῶτον δὲ μέσον φησὶ τὸ προσεχὲς αἴτιον τῷ κατηγορουμένῳ, οὗ μηκέτι ἄλλο μέσον ἐστίν, ὃ καὶ αὐτὸ πρῶτον ἄκρον εἶπεν.
“对于就每个个别者取定作为其原因的对象的人而言。” 原因、作为其原因的对象以及原因属于的对象(即底层主体的项)彼此互为随伴并相互换位,并不是在任何时候都成立的;相反,对于我们探究某物属于它自身的原因所在的底层主体的项,如果我们按照每个个别的种来取定它,那么我们探究其存在之原因的对象,即问题中的谓项,外延就会更大。但如果取定谓项所属于的一切事物,底层主体的项和谓项就会具有相等的外延,而中项即原因的情况也是如此。因为谓项如何对待底层主体,原因也如何对待;因为原因已经被证明是谓项的定义。而他所谓的“第一中项”,是指对谓项而言最近邻的原因,在它与谓项之间不再有另一个中项,他将这〔谓项〕本身也称为第一大项。
"Ἔστι δὲ τὸ μέσον τὸ πρῶτον λόγος τοῦ πρώτου ἄκρου." Διὰ τοῦτο καὶ πᾶσαι αἱ ἐπιστῆμαι δι’ ὁρισμοῦ γίνονται· πᾶσαι γὰρ ἀποδεικνύουσι τὰ κατ’ αὐτάς· αἱ δ’ ἀποδείξεις διὰ τοῦ αἰτίου· τὸ δ’ αἴτιον λόγος καὶ ὁρισμὸς τοῦ πρώτου ἄκρου· τοῖς γὰρ τῶν πρώτων ὁρισμοῖς χρῶνται πρὸς τὰς τῶν μετὰ ταῦτα ἀποδείξεις.
“第一中项是第一大项的定义。” 正因如此,一切科学也都通过定义而成立;因为一切科学都论证属于它们自身的对象,而诸论证是通过原因进行的,原因则是第一大项的说明和定义;因为它们正是利用最初者的定义,来进行其后诸事物的论证。
"Οἷον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ." Διδάσκει πῶς τὸ πρῶτον μέσον τοῦ πρώτου ἄκρου ὁρισμός ἐστι καὶ διὰ τί προσέθηκε τῷ μέσῳ τὸ πρῶτον. τοῖς γὰρ φυλλορροοῦσι πᾶσι τὸ φυλλορροεῖν διὰ δύο μέσων ὑπάρχον δείκνυται, διά τε τοῦ πλατυφύλλου καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔστι προσεχὲς τῷ μὲν ὑποκειμένῳ μέσον τὸ πλατύφυλλον, ὃ ἐπὶ θάτερον πρῶτον μέσον εἶπε,3 τῷ δὲ κατηγορουμένῳ, τῷ φυλλορροεῖν, ἡ πῆξις τοῦ ὑγροῦ, ὅπερ καὶ ὁρισμός ἐστι τοῦ κατηγορουμένου καὶ πρῶτον μέσον ὡς ἐγγύτερον τῆς κατηγορίας καὶ αἰτία καὶ ὁρισμὸς αὐτοῦ ὄν. κάτωθεν δ’ ἀρχομένῳ ἀπὸ τοῦ ὑποκειμένου πρῶτον μέσον τὸ κοινὸν ἐπὶ πάντων τῶν τοιούτων· τοῦτο δ’ ἐστὶ τὸ πλατύφυλλον· τοῦτο γὰρ δηλοῖ τὸ ὁποῖά ἐστι τὰ φυλλορροοῦντα. τούτου δὲ πάλιν τοῦ κοινοῦ καὶ τοῦ φυλλορροεῖν μέσον τὸ πήγνυσθαι τὸ ὑγρόν, ὃ αἰτία ἐστὶ καὶ ὁρισμὸς τοῦ φυλλορροεῖν.
“例如落叶同时随伴着葡萄树。” 他指明了第一中项如何是第一大项的定义,以及他为何给“中项”加上了“第一”。因为落叶属于所有落叶之物,乃是通过两个中项被证明的:通过具有阔叶,以及通过汁液凝结。就底层主体而言最近邻的中项是具有阔叶,他将此称为朝向另一边的第一中项;而就谓项即落叶而言[最近邻的中项]则是汁液的凝结,这既是谓项的定义,又是第一中项,因为它更接近谓项,并且是其原因和定义。但对于从下方、即从底层主体开始的人而言,第一中项是在所有这类事物中共通的;这就是具有阔叶;因为这表明了落叶之物是哪一类事物。而在这一共通者与落叶之间,中项又是汁液的凝结,这就是落叶的原因和定义。
- 1.130τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ οὗ αἴτιον καὶ ᾧ αἴτιον
冠词化不定式 τὸ παρακολουθεῖν 以并列项作为其逻辑主语:“原因”(τὸ αἴτιον)、“作为其原因的对象”(οὗ αἴτιον)以及“原因属于的对象”(ᾧ αἴτιον)。关系从句 οὗ αἴτιον 与 ᾧ αἴτιον 省略了先行词作实体化用法,前者指大项(谓项/结果),后者指小项(底层主体/主项)。
- 1.131Καθ’ ἕκαστον μὲν λαμβάνοντι
分词 λαμβάνοντι 是表示评判者/观察者的与格(参考与格),带有条件从句的涵义(“对于按照每个个别种类取定/考察的人而言”)。
- 1.133ὃ ἐπὶ θάτερον πρῶτον μέσον εἶπε
介词短语 ἐπὶ θάτερον(“朝向另一方”)指定了两个极项(作为小项的底层主体与作为大项的谓项)之间的方向相对性。它指明靠近底层主体的中项是“朝向另一边的第一中项”,以区别于靠近谓项一侧的第一中项。
