← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§592.9-593.26

普遍论证中原因的单一性与共通中项

针对同一事物是否可能具有多个原因的疑难,注解者阐明了在普遍论证中,同一属性属于同一主体的原因必须是唯一的,并指出即便在不同种之间看似存在不同原因,在关于本质的就其自身的论证中,大项的这一定义作为共通中项依然是唯一的真正原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.126

" Ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι;" Ἀπορήσας μήποτε ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, δηλονότι κατὰ τὸν αὐτὸν τρόπον τοῦ αἰτίου, τίθησι πῶς δύναται τὸ αὐτὸ κατὰ πλείους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου δεικνὺς καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι· εἰ γὰρ τοῦ τὸ αὐτὸ πλείοσιν ὑπάρχειν πλείους αἰτίαι εἰσί, καὶ τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε εἶναι. καὶ ὅτι μὴ τῷ αὐτῷ τὸ αὐτὸ διὰ πλειόνων αἴτιον ὑπάρχειν οἷόν τε, δείκνυσι.1 λαμβάνει δὲ εἰς τὴν ἀναίρεσιν αὐτοῦ ὅτι ἀεὶ τὸ πρόβλημα καθόλου ἐστίν· οὐ γὰρ τοῦ τῷδε ὑπάρχειν τι ἡ αἰτία ἐν τοῖς προβλήμασι ζητεῖται ἀλλὰ τοῦ τοῖσδε καθόλου ὑπάρχειν καὶ οἷόν τε ὑπάρχειν. ὁ γὰρ τὴν αἰτίαν ζητῶν τοῦ τὸ ζῷον, καθὸ ζῷόν ἐστιν, ὑπάρχειν τισὶ κοινήν τινα αἰτίαν ζητεῖ, καθ’ ἣν πᾶσιν, οἷς ὑπάρχει, ὑπάρχει· δεῖ γὰρ τὸ αἴτιον καὶ οὗ αἴτιον, τοῦτο δ’ ἐστὶ τὸ αἰτιατόν, καθόλου ἄμφω ὑπάρχειν τινί, ᾧ ὑπάρχει τε καὶ ᾧ ἔστιν οἷά τε ὑπάρχειν. καὶ διὰ τοῦτο πρῶτον μὲν καὶ καθ’ αὑτὸ ὑπάρχει τῷ κοινῷ τε καὶ τῷ γένει, εἰ γένος τι εἴη ὁμοίως ἑκατέρου αὐτῶν, ἔπειτα διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς εἴδεσι πᾶσιν αὐτοῦ, 〈εἰ εἴη〉 εἴδη ἐφ’ ὧν τὸ αἰτιατὸν καὶ τὸ αἴτιόν τε καὶ μέσον ἀντιστρέφει. δείξας δ’ ἐφ’ ὧν τὸ αἰτιατόν, ἐπὶ τούτων πάντων καὶ τὸ αἴτιον, ἀνεῖλε τὸ δύνασθαι τοῦ αὐτοῦ πλείω αἴτια εἶναι κατὰ τὸν εἰρημένον τρόπον. εἰ γὰρ ἄλλο μὲν εἴη αἴτιον τοῦ τὸ Α τῷ Δ ὑπάρχειν, οἷον τὸ Β, ὡς ἔλαβεν, ἄλλο δὲ πάλιν τοῦ τῷ Ε τὸ Α ὑπάρχειν, οἷον τὸ Γ, οὐκ ἐφ’ ὧν τὸ Α κατηγορεῖται, ὅπερ ἐστὶ τὸ αἰτιατόν, ἐπὶ τούτων καθόλου καὶ τὸ αἴτιον κατηγορηθήσεται.2 οὕτως δ’ οὐδ’ αἴτιον ἔσται τὸ ἀποδεδομένον τοῦ ἐν τῷ προβλήματι ζητουμένου.

“或者说,单单一件事物是否可能具有多个原因?” 在提出了究竟是否同一事物可能具有多个原因——显然是指在同一种原因方式下——的疑难之后,他阐述了同一事物如何可能按照多个原因属于多个事物,借此表明并确立了可以谈论同一事物具有多个原因;因为如果同一事物属于多个事物有着多个原因,那么同一事物具有多个原因也是可能的。并且他表明,同一事物通过多个原因属于同一事物是不可能的。为了驳斥这一点,他假定问题始终是普遍的;因为在诸问题中所探究的,不是某物属于这一个体的原因,而是普遍属于这些事物并且能够属于它们的原因。因为探究动物就其为动物而言属于某些事物的原因的人,是在探究某种共通的原因,按照这种原因,动物属于它所属于的所有事物;因为原因以及它作为原因的对象——这就是结果——这两者都必须普遍地属于它们既属于又能够属于的某种事物。正因如此,它首先且就其自身而言属于共通者即属,如果对于它们两者同样存在某种属的话,然后通过同一原因也属于它的所有种,如果存在其上的结果与原因即中项相互换位的诸种的话。在表明凡是结果所属于的一切事物,原因也属于之后,他驳斥了同一事物按照上述方式可能具有多个原因的观点。因为如果A属于Δ的原因是另一个,比如像他所设定的B,而A属于E的原因又是另一个,比如Γ,那么在A——即结果——所被述说的一切事物上,原因就不会被普遍地述说了。如此一来,所给出的甚至都不会是问题中所探究之物的原因。

§1.127

"Πότερον δ’ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι." Δείξας ὅτι τὸ αὐτὸ τῷ αὐτῷ οὐχ οἷόν τε διὰ πλειόνων ὑπάρχειν αἰτίων (τὸ γὰρ καθόλου ᾧ πρώτῳ ὑπάρχει, δι’ ἑνὸς αἰτίου ὑπάρχει· δι’ οὗ δὲ τούτῳ, διὰ τούτου καὶ ἑκάστῳ τῶν ὑπὸ τοῦτο) νῦν ὃ παρέθετο παράδειγμα, πρὸς τὸ δύνασθαι τὸ αὐτὸ πλείοσί τισιν ὑπάρχειν διὰ διαφόρων αἰτίων ζητεῖ πῶς ἔχει καὶ εἰ οἷόν τε τοῦτο. οἷον εἰ τὸ ζῷον δι’ ἄλλου μὲν μέσου ἀνθρώπῳ, δι’ ἄλλου δ’ ἀετῷ δείκνυται ὑπάρχον· τοῦ γὰρ τὸ ζῷον ὑπάρχειν οἷς ὑπάρχει δόξει πλείω εἶναι τὰ αἴτια· τοῖς μὲν γὰρ τὸ πτηνόν, τοῖς δὲ τὸ πεζόν, τοῖς δὲ τὸ ἔνυδρον. λύων δὴ τοῦτο καὶ τὸ διττὸν τοῦ αἰτίου ἐνδεικνύμενος (οὐ γὰρ πάντως τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τοῦ πράγματός ἐστιν αἴτιον) τοῦτο δὴ δεικνὺς λέγει ὅτι, εἰ μὲν καθ’ αὑτὸ ἀποδέδεικται, τουτέστιν εἰ διὰ τοῦ αἰτίου, ὃ τοῦ πράγματός ἐστιν αἴτιον, ἡ δεῖξις εἴη γινομένη, τὸ αὐτὸ αἴτιον ἀνάγκη ἐπὶ πάντων λαμβάνεσθαι οἷς δείκνυται τὸ αὐτὸ ὑπάρχον. οὗ τὴν αἰτίαν παρέθετο, ἣν ἔδειξεν ἤδη, εἰπὼν ‘ὁρισμὸς γὰρ τοῦ ἄκρου ἐστὶ τοῦ κατηγορουμένου καὶ τοῖς πλείοσιν ὑπάρχοντος ἡ αἰτία δι’ ἧς δείκνυται, καὶ οὗτος ὁ μέσος ὅρος’·3 ἡ γὰρ τοιαύτη αἰτία κατὰ κοινόν τι καὶ ταὐτὸν τοῖς πλείοσιν ὑπάρχει. εἰ δὲ μὴ εἴη ἀποδεικνύμενον διὰ τοῦ αἰτίου ἀλλὰ διὰ σημείου ἢ διὰ συμβεβηκότος μέσου λαμβανομένου, ἐνδέχεται ἄλλῳ δι’ ἄλλου τὸ αὐτὸ ὑπάρχον δείκνυσθαι.

“然而,是否可能不是同一个原因?” 在表明了同一事物通过多个原因属于同一事物是不可能的之后(因为普遍者最初所属于的对象,它是通过单一原因属于它的;通过什么属于它,也就通过这同一个原因属于该对象之下的每一个事物),他现在探讨他为了同一事物可以通过不同原因属于多个事物这一可能性而援引的例子究竟是何情况,以及这是否可能。例如,如果动物通过一个中项被表明属于人,而通过另一个中项被表明属于鹰;因为动物属于它所属于的诸事物的原因似乎会是多个:对于某些事物是能飞,对于另一些是陆行,对于再一些是水生。因此他在解决这一问题并指出原因的双重性时(因为结论的原因并非在所有情况下也是事实的原因),正是表明了这一点而说:如果它是就其自身被论证的,也就是说,如果证明是通过作为事实原因的原因而作出的,那么在同一事物被表明所属于的所有事物上,就必然取定同一个原因。对此他援引了他已经表明的原因,说道:“因为被述说且属于多个事物的大项的定义,正是借以作出证明的原因,而这就是中项”;因为这样的原因乃是按照某种共通且同一的东西属于多个事物的。但如果它不是通过原因被论证,而是通过记号或通过作为中项被取定的偶性被论证,那么同一事物就有可能通过不同的中项被表明属于不同的事物。

§1.128

"Ἢ εἰ μὲν καθ’ αὑτὸ ἀποδέδεικται καὶ μὴ κατὰ σημεῖον." Τὸ μὲν σημεῖον ἀεὶ τῷ πράγματι παρακολουθεῖ· τὸ δὲ συμβεβηκὸς δύναται καὶ ἔξωθεν 〈εἶναι〉.

“或者说,如果是就其自身被论证,而非根据记号。” 记号始终伴随着事实;而偶性也可以来自外部。

语法注3 条
  1. 1.126καὶ ὅτι μὴ τῷ αὐτῷ τὸ αὐτὸ διὰ πλειόνων αἴτιον ὑπάρχειν οἷόν τε, δείκνυσι.

    抄本中的 αἴτιον 与 διὰ πλειόνων 连用,根据文意及 §1.127 中的对仗表述(διὰ πλειόνων ὑπάρχειν αἰτίων),应理解为“通过多个原因”。在句法上,整体解释为“同一事物不可能通过多个原因属于同一事物”。

  2. 1.126οὐκ ἐφ’ ὧν τὸ Α κατηγορεῖται, ὅπερ ἐστὶ τὸ αἰτιατόν, ἐπὶ τούτων καθόλου καὶ τὸ αἴτιον κατηγορηθήσεται.

    句首的否定词 οὐκ 越过关系从句 ἐφ' ὧν...,直接否定主句动词短语 ἐπὶ τούτων καθόλου καὶ τὸ αἴτιον κατηγορηθήσεται(倒装离隔结构),意为“原因并不会在A所被述说的一切事物上也被普遍述说”。

  3. 1.127ὁρισμὸς γὰρ τοῦ ἄκρου ἐστὶ τοῦ κατηγορουμένου καὶ τοῖς πλείοσιν ὑπάρχοντος ἡ αἰτία δι’ ἧς δείκνυται, καὶ οὗτος ὁ μέσος ὅρος

    句子的主语是 ἡ αἰτία δι' ἧς δείκνυται(借以证明的原因),表语是 ὁρισμὸς τοῦ ἄκρου(大项的定义)。属格分词 τοῦ κατηγορουμένου καὶ τοῖς πλείοσιν ὑπάρχοντος 修饰 τοῦ ἄκρου。其后的 καὶ οὗτος ὁ μέσος ὅρος 为并列分句(“而这就是中项”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:592.9-593.26