- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:590.22-592.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者讨论了《后分析篇》卷二第16–17章(98a35–98b19)中关于原因与结果是否共存并换位的疑难,通过原因的在先性(以月蚀为例)消除了循环论证的困境,并引出了单一结果是否可能具有多个原因的问题。
" Περὶ δ’ αἰτίου καὶ οὗ αἴτιον ἀπορήσειεν ἄν τις." Ἤδη μὲν περὶ τοῦ συνυπάρχειν τὰ αἴτια τοῖς αἰτιατοῖς εἶπεν· ἔδειξε γὰρ τῶν μὲν ὄντων ὄντα, τῶν δὲ γεγονότων γεγονότα, τῶν δ’ ἐσομένων ἐσόμενα καὶ τῶν γινομένων γινόμενα τὰ αἴτια. νῦν δὲ ἀπορίαν τινὰ κινεῖ τοιαύτην περὶ αὐτοῦ τούτου· κεῖται καὶ δέδεικται ὅτι τὸ αἴτιον μέσος ὅρος ἐστὶν ἐν ἀποδείξει· ἀλλὰ μὴν καὶ τοῦτο ὡμολόγηται, ὅτι ὄντος τοῦ μέσου πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα εἶναι, ὥστ’ ὄντος τοῦ αἰτίου καὶ τὸ αἰτιατόν, ὅπερ ἐστὶ τὸ συμπέρασμα, ἀναγκαῖον εἶναι. τούτου κειμένου ζητεῖ εἰ ἀντιστρέφει, ὡς καὶ τοῦ αἰτιατοῦ ὄντος, ὅπερ ἦν τὸ συμπέρασμα, ἐξ ἀνάγκης καὶ τὸ αἴτιον εἶναι, ὃ ἦν μέσον. ἔστι δὲ ἡ λύσις ὅτι, εἰ μὲν μὴ συνυπάρχει τῷ αἰτιατῷ ὄντι τὸ τεθὲν αὐτοῦ καὶ ληφθὲν αἴτιον, ἄλλο ἂν αὐτοῦ καὶ οὐκ ἐκεῖνο αἴτιον εἴη· δεῖ γὰρ ὄντος τοῦ αἰτιατοῦ εἶναι τὸ αἴτιον δι’ ὃ τοῦτό ἐστιν· εἰ δὲ συνυπάρχοι, κύκλῳ ἡ δεῖξις ἔσται, καὶ ἔσται τὸ αὐτὸ ποτὲ μὲν αἴτιον ποτὲ δὲ αἰτιατόν.
“关于原因及其作为原因的对象,人们或许会提出疑难。” 此前他已经谈及原因与结果共存;因为他曾表明,对于现存之物,其原因是现存的;对于已发生之物,是已发生的;对于将发生之物,是将发生的;对于正在生成之物,是正在生成的。但现在他针对这同一问题提出了如下的疑难:已经设定并且表明,原因就是论证中的中项;而且这也已得到公认,即只要中项存在,结论也完全必然存在,因此只要原因存在,作为结论的结果也就必然存在。在这一前提确立之后,他探讨这是否可换位,即是否当作为结论的结果存在时,作为中项的原因也必然存在。而解决之道在于:一方面,如果为结果所设定并取定的原因在该结果存在时并不与之共存,那么它的原因就会是另一个而非那个;因为当结果存在时,它赖以存在的原因必须存在;但另一方面,如果它共存,证明就会陷入循环,而同一个东西将时而是原因,时而是结果。
"Εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων." Ὅτι εἰ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων (τὸ γὰρ αἴτιον πρότερόν ἐστιν οὗ ἐστιν αἴτιον, εἰ καὶ μὴ τῷ χρόνῳ, ἀλλὰ τῇ ἐπινοίᾳ) καὶ τοῦ μὲν ἐκλείπειν τὴν σελήνην αἴτιον ὁμολογεῖται τὸ ἐν μέσῳ εἶναι1 τὴν γῆν, τοῦ δ’ ἐν μέσῳ εἶναι τὴν γῆν οὐκ αἴτιον τὸ ἐκλείπειν, καὶ εἰ ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί, ἡ δὲ μὴ διὰ τοῦ αἰτίου τοῦ ὅτι, δῆλον ὅτι ἡ ἑτέρα δεῖξις ἡ τὸ αἴτιον συνάγουσα οὐ δι’ αἰτίου γίνεται· ὅτι γὰρ ἐν μέσῳ ἐστὶν ἡ γῆ, οἶδε διὰ τῆς ἐκλείψεως, διότι δέ, οὔ. ὥστε οὐ δι’ ἀλλήλων ἀποδείκνυνται· ἡ γὰρ ἀπόδειξις δι’ αἰτίου. Ταῦτα εἰπὼν καὶ λύσας τὴν δοκοῦσαν ἐπιφέρεσθαι ἀπορίαν κειμένου τοῦ συνυπάρχειν τῷ αἰτιατῷ τὸ αἴτιον, ἔδειξεν ἐξ ἑτοίμου εἰληφέναι τὸ λαβεῖν ἕπεσθαι μὲν τῷ αἰτίῳ τὸ αἰτιατόν, εἰ δὲ μὴ καὶ τῷ αἰτιατῷ ἕποιτο καὶ συνυπάρχοι τὸ αἴτιον, ἄλλο ἔσεσθαι αὐτοῦ αἴτιον καὶ μὴ τὸ κείμενον 〈τῷ〉 τό τε αἰτιατὸν καὶ τὸ συμπέρασμα ἐπὶ μέσῳ τινὶ καὶ αἰτίῳ πάντως εἶναι. ὃ οὖν ἐδύνατο ἐπενεχθῆναι τῇ δείξει ἐκείνῃ, τοῦτο ὑποφέρει καὶ πειρᾶται λέγειν ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; ἂν γὰρ ἐνδέχηται τοῦτο, ἐξ ἀνάγκης ἀντιστρέφει τῷ αἰτιατῷ τὸ αἴτιον ᾧ τεθέντι εἵπετο.2 πάντως μὲν γὰρ αἰτίῳ τινὶ ἀντιστρέφει τὸ αἰτιατόν, οὐ μὴν πάντως τῷδε δι’ οὗ ἐδείχθη, εἰ οἷόν τε τοῦ αὐτοῦ πλείω αἴτια εἶναι. ἑκάστῳ μὲν γὰρ τῶν αἰτίων μέσῳ ληφθέντι ἐξ ἀνάγκης ἀκολουθήσει τὸ συμπέρασμά τε καὶ τὸ αἰτιατόν, οὐ μήν, εἰ τὸ συμπέρασμα καὶ τὸ αἰτιατόν ἐστιν, ἐξ ἀνάγκης ἤδη καὶ τόδε τὸ αἴτιον ἔσται, τῷ δύνασθαι καὶ ἄλλο αἴτιον εἶναι αὐτοῦ, εἴ γε πλείω τοῦ αὐτοῦ αἴτια. [ἀπορήσας δὲ μήποτ’ ἄρα ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, ἑξῆς τίθησι πῶς δυνατὸν τὸ αὐτὸ κατὰ διαφόρους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου δεικνὺς καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι.] " Εἰ οὖν ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί." Εἰ τὸ μέν, δι’ οὗτινος τὸ εἶναι καὶ ἡ οὐσία γνωρίζεται, αἴτιον, τὸ δὲ μὴ οὕτως ἔχον οὐκ αἴτιον, τούτων δὲ τὸ μὲν ἕτερον διὰ τοῦ ἑτέρου γνωρίζεται, οὐκέτι δὲ καὶ ἀνάπαλιν, οὐκ ἂν ὡς αἴτια ἀλλήλων εἶεν ἀντιστρέφοντα.
“但如果不允许它们互为原因。” 如果不允许它们互为原因(因为原因先于它作为原因的对象,即便不在时间上,至少也在思维上),而且月蚀的原因被公认为地球居于中间,而地球居于中间的原因却不是月蚀,并且如果通过原因的论证是关于‘为什么’的,而不通过原因的论证是关于‘事实’的,那么显然,推导出原因的另一种证明并不是通过原因进行的;因为他通过月蚀知道地球居于中间这一事实,但为什么如此,他却不知道。因此它们不是通过彼此而得到论证的;因为论证是通过原因进行的。在说了这些并解决了在设定原因与结果共存时似乎随之而来的疑难之后,他表明自己是将结果跟随原因这一设定视作理所当然而接受的;但如果原因并不也跟随并与结果共存,那么由于结果和结论在任何情况下都基于某种中项和原因,其原因就将是另一个而非所设定的那一个。于是,凡是可能对那项证明提出的反驳,他便在此引出并试图陈述:或者说,单单一件事物是否可能具有多个原因?因为如果这是可能的,那么设定时〔结果〕所跟随的原因,是否就必然与结果换位?因为结果固然在任何情况下都与某种原因换位,但如果同一个事物可能具有多个原因,它就绝非在任何情况下都与借以证明它的这一个原因换位。因为对于作为中项被取定的每一个原因,结论和结果都将必然跟随;然而,如果结论和结果存在,却并不必然由此这一个原因也就存在,因为由于同一事物若有多个原因,它的原因也可能是另一个。[在提出了究竟是否同一事物可能具有多个原因的疑难之后,他接着阐述同一事物如何可能按照不同的原因属于多个事物,借此表明并确立了可以谈论同一事物具有多个原因。]“那么,如果通过原因的论证是关于‘为什么’的。” 如果其存在和本质借以被认识的那项是原因,而并非如此的那项不是原因,且在这些之中,一者通过另一者被认识,但反过来却不再如此,那么它们就不会作为彼此的原因而换位。
- 1.124〈τῷ〉 τό τε αἰτιατὸν καὶ τὸ συμπέρασμα ἐπὶ μέσῳ τινὶ καὶ αἰτίῳ πάντως εἶναι
编者补入的带冠词不定式 〈τῷ〉 ... εἶναι 作为表示原因或根据的与格,为前一句子(ἄλλο ἔσεσθαι αὐτοῦ αἴτιον καὶ μὴ τὸ κείμενον,“其原因就将是另一个而非所设定的那一个”)提供论证依据。
- 1.124ἂν γὰρ ἐνδέχηται τοῦτο, ἐξ ἀνάγκης ἀντιστρέφει τῷ αἰτιατῷ τὸ αἴτιον ᾧ τεθέντι εἵπετο.
该句应理解为承接前一问句(ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι;)的修辞性疑问句。若作肯定陈述句理解,则会与紧随其后的句子(“结果固然与某种原因换位,但绝非在任何情况下都与这一个原因换位”)发生逻辑冲突;因此它表达的是反问:“因为如果这是可能的,原因是否就必然与结果换位呢?[并不必然与这一个换位]”。
