- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:589.7-590.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《后分析篇》98a1–24,阐明了确立诸问题并发现其原因的方法、基于类比的同一性提取,以及诸问题通过共享中项、原因从属或类比而归为同一的条件与分类。
" Πρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα." Παραδίδωσιν ἡμῖν διὰ τούτων μέθοδον δι’ ἧς εὐπορεῖν δυνησόμεθα εἰς τὸ λέγειν τὰ προβλήματα. λέγειν δὲ προβλήματά ἐστι τό τε συντιθέναι αὐτὰ δύνασθαι καὶ προβάλλειν καὶ τὸ τὰς αἰτίας αὐτῶν ἀποδιδόναι, ἐφ’ οὗ καὶ νῦν τῷ λέγειν1 αὐτὸς κέχρηται, ἐπὶ γὰρ τοῦ λέγειν τὰς αἰτίας τῶν ζητουμένων, ὡς καὶ προϊὼν δηλώσει· λέγει γὰρ προβλήματα ἐν οἷς ζητεῖται τὸ διὰ τί [ἢ] δι’ οὗ παραδίδωσι τρόπου. † ἢ ὁ ἅμα ἀμφότερα δεικνύμενα, καὶ ἡ εὕρεσις τῶν προβλημάτων καὶ ἡ εὕρεσις τῆς αἰτίας. ἔστι δ’ αὐτῷ πολλὰ βιβλία τοιούτων προβλημάτων. πῶς οὖν εὐπορήσομεν τοῦ τὴν αἰτίαν ἐν τοῖς προβαλλομένοις ἀποδιδόναι, ὑπογράφει· οὐ γὰρ περὶ ὁρισμῶν ἐστιν ἃ λέγει νῦν, ὡς ᾠήθησάν τινες.
“至于掌握诸问题。” 通过这些论述,他向我们传授了一种方法,借助这种方法,我们将能够熟练地表述诸问题。而“表述问题”既指能够组织并提出它们,也指给出它们的原因——如今他自己也是在此意义上使用了“表述”一词;因为正如他接下来所表明的那样,它是用于陈述所探究事物的原因的;因为他谈到了那些通过他所传授的方式探究“为什么”的问题。或者说,两方面同时被展示出来,即诸问题的发现与原因的发现。而且他有许多卷关于此类问题的著作。因此,他勾勒出我们将如何熟练地在所提出的问题中给出原因;因为他现在所谈论的并不像某些人所认为的那样是关于定义的事。
"Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματα." Φησὶ μὴ μόνον ἐπὶ τῶν κοινὸν καὶ ἕν τι ἐχόντων ὄνομα κατηγορούμενον χρήσιμον εἶναι τὴν προειρημένην ἐκλογὴν πρὸς τὴν τῆς ἐν τοῖς προβλήμασιν αἰτίας ἀπόδοσιν, ἀλλὰ καὶ ἐφ’ ὧν οὐκ ἔστι μὲν ἓν καὶ ταὐτὸν τὸ κοινόν, κατ’ ἀναλογίαν δὲ τὴν ταυτότητα ἔχει. τὰ γὰρ διαφέροντα καὶ ἐν διαφέρουσιν ὄντα ὅταν τὴν αὐτὴν ἀναλογίαν ἔχῃ, πάντα τὰ ἐν οἷς ἐστι κοινά πως καὶ αὐτὰ γίνεται,2 οὐχ ἁπλῶς ἀλλὰ κατὰ ἀναλογίαν. οὐδὲ γὰρ κοινὸν ἓν ἐπὶ τῶν ἐχόντων σήπιον καὶ ὀστοῦν καὶ ἄκανθαν, ὥσπερ ἐπὶ τῶν κέρατα ἐχόντων ἓν ἦν τὸ κερασφόρον, ἀλλ’ ἀναλογίᾳ τὸ ἓν ἐπ’ αὐτῶν λαμβάνεται· ὃν γὰρ λόγον ἔχει τὸ ὀστοῦν ἐν τοῖς τῶν ζῴων ὑπόποσι, τοῦτον ἐν μὲν ἰχθύσιν ἄκανθα, ἐν δὲ σηπίαις τὸ σήπιον· ἕκαστον γὰρ αὐτῶν ἐν ἑκάστῳ τῶν ἐν οἷς ἐστιν ἔρεισμά τί ἐστι.
“那么眼下,是按照流传下来的共通名称。” 他说,前述的选取对于在诸问题中给出原因不仅在具有一个被述说的共通名称的事物上有用,而且在那些共通者并非单一且同一、而是按照类比具有同一性的事物上也同样有用。因为那些各不相同且存在于不同事物之中的要素,一旦具有相同的类比关系,它们所在的一切主体本身在某种意义上也成了共通的,不是无条件的,而是按照类比的。因为在具有乌贼骨、骨骼和鱼刺的事物中,并不存在一个共通之物,不像在具有角的事物中“长角的”是一个共通之物,而是在它们身上通过类比来获取那“单一者”。因为骨骼在有足动物中所具有的关系,鱼刺在鱼类中、乌贼骨在乌贼中也具有这种关系;因为它们中的每一者,在它们所在的每一主体中都是一种支撑物。
"Τὰ δ’ αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον ἔχειν." Ποῖα τὰ αὐτὰ προβλήματα, ὅτι ἢ ὧν τὸ αὐτὸ αἴτιον3 καὶ μέσον ἐστί, καὶ τοῦτο ἢ τῷ γένει μόνῳ ταὐτόν ἐστιν ἢ καὶ τῷ γένει καὶ τῷ εἴδει ταὐτόν ἐστιν, ἢ ὧν τὸ αἴτιον ὑπὸ τὸ ἕτερον αἴτιόν ἐστι, τουτέστι τὸ τοῦ ἑτέρου αἴτιον ὑπὸ τὸ τοῦ ἑτέρου αἴτιόν ἐστι. τίθησι δ’ ἑξῆς καὶ τὸ κατὰ ἀναλογίαν. διὰ τούτων δὲ διδάσκει ἡμᾶς, πῶς γνωσόμεθα ὅσα ταὐτὰ ὄντα ἀλλήλοις προβλήματα μὴ δοκεῖ διὰ τὸ ἐπὶ διαφόρου ὕλης ἐρωτᾶσθαι, ὡς δύνασθαι πρὸς ἓν αὐτῶν εὐπορήσαντας τῆς αἰτίας ἔχειν καὶ περὶ τῶν ἄλλων ὁμοίως λέγειν. καὶ Θεόφραστος δὲ ἐπραγματεύσατο περὶ τὴν συναγωγὴν τῶν ὁμοίων προβλημάτων. ἀλλ’ ἐκεῖνος μὲν ἱστορεῖ ἐν ἐκείνοις τίνα ὅμοια ἀλλήλοις ἐστὶ τῶν προβλημάτων· Ἀριστοτέλης δὲ νῦν διδάσκει τίνι κρινοῦμεν τὰ ταὐτὰ ἀλλήλοις προβλήματα. λέγει δὴ διχῶς ταὐτὰ εἶναι ἀλλήλοις· ἢ τῷ τὸ αὐτὸ μέσον ἔχειν, οἷον ὅτι πάντα ἀντιπερίστασις. ἔστι δὲ [εἰ] ἐπὶ τῶν τοιούτων προβλημάτων κοινὸν μέσον ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, οἷον διὰ τί χειμῶνος μᾶλλον πέττομεν; διὰ τί καθεύδοντες πυκνὸν ἀναπνέομεν; διὰ τί αἱ πηγαὶ τοῦ χειμῶνος θερμότεραι; πάντων γὰρ τούτων αἴτιον τὸ αὐτό, ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, ὃ καὶ μέσος ὅρος ἐστί. καὶ τούτων πάλιν τῶν διὰ τὸ τὸν αὐτὸν μέσον ἔχειν τῶν αὐτῶν ὄντων ὑποδιαίρεσιν ποιεῖταί τινα πρὸ τοῦ τὸν δεύτερον εἰπεῖν τρόπον, καθ’ ὃν καὶ αὐτὸν τὰ αὐτὰ ἀλλήλοις προβλήματα γίνεται· τῶν γὰρ τὸ αὐτὸ αἴτιόν τε καὶ μέσον ἐχόντων τὰ μὲν τῷ γένει ταὐτά ἐστιν, οὐ μὴν τῷ εἴδει, τὰ δὲ πρὸς τῷ γένει καὶ τῷ εἴδει ταὐτά ἐστι.
“而同一的诸问题,有的在于具有相同的中项。” 对于何种问题是同一的问题,他指出,要么是那些原因与中项相同的问题——而这要么仅在属上同一,要么在属与种上均同一——要么是其原因从属于另一原因的问题,即一个问题的原因从属于另一个问题的原因。接着他也列出了按照类比的同一问题。通过这些论述,他教导我们如何认出那些彼此同一、却因在不同的质料上被提问而显得并非如此的问题,以便我们针对其中之一充分掌握了原因之后,也能就其余的问题同样地做出说明。泰奥弗拉斯托斯也曾致力于搜集相似的问题。但泰奥弗拉斯托斯在那些著作中记述的是诸问题中哪些彼此相似;而亚里士多德现在教导我们依照何种标准来判定彼此同一的问题。于是他说,在两种方式下它们彼此同一:要么在于具有相同的中项,例如全都是逆围反冲。而在类此的问题中,共通的中项是热的逆围反冲;例如“为什么我们在冬天消化得更好?”“为什么我们睡觉时呼吸急促?” “为什么冬天的泉水更热?”因为这一切的原因是同一的,即热的逆围反冲,这也就是中项。而在这些因具有相同中项而同一的问题中,在谈及第二种方式(即问题以此亦彼此成为同一的第二种方式)之前,他又做了一种细分;因为在具有相同原因和中项的事物中,有些在属上同一,但在种上却不同一,有些则除了在属上同一之外在种上也同一。
- 1.120ἐφ’ οὗ καὶ νῦν τῷ λέγειν αὐτὸς κέχρηται, ἐπὶ γὰρ τοῦ λέγειν
关系代词短语 ἐφ’ οὗ(中性单数)以前文的不定词短语 τὸ τὰς αἰτίας αὐτῶν ἀποδιδόναι(给出它们的原因)为先行词,随后的 ἐπὶ γὰρ τοῦ λέγειν... 对其内容作了重述并解释了主动词 κέχρηται 的理由。
- 1.121τὰ γὰρ διαφέροντα καὶ ἐν διαφέρουσιν ὄντα ὅταν τὴν αὐτὴν ἀναλογίαν ἔχῃ, πάντα τὰ ἐν οἷς ἐστι κοινά πως καὶ αὐτὰ γίνεται
主句的主语是 πάντα τὰ ἐν οἷς ἐστι(它们所在的一切主体),而前置条件从句(ὅταν...)中的主语 τὰ διαφέροντα... 指的是诸如骨骼、鱼刺等各异要素。主句谓语为 γίνεται,表语为 κοινά。
- 1.122Ποῖα τὰ αὐτὰ προβλήματα, ὅτι ἢ ὧν τὸ αὐτὸ αἴτιον
在间接疑问短语 Ποῖα τὰ αὐτὰ προβλήματα(何种问题是同一的问题)之后,由 ὅτι 引导的从句充当回答或表语,意为“[指出]要么是那些……”。
