← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§587.14-589.6

由不可分之种确立定义与避免同名异义

注疏者针对《后分析篇》97b7–35,讨论了从划分法转向由下而上确立定义(由不可分之种推向属的定义)、辨识与避免同名异义性,以及在定义中保持明晰性与运用本义名称的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.113

" Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα." Εἰπὼν διὰ μέσου περὶ τῆς διαιρετικῆς μεθόδου καὶ δείξας τὸ ἀπ’ αὐτῆς πρὸς τοὺς ὁρισμοὺς χρήσιμον ἐπάνεισι πρὸς τὰ πρότερον εἰρημένα· ἦν δὲ ὅτι ἐκ τοῦ ὁρισμοῦ1 τῶν ὑπὸ τὸ γένος ἀτόμων εἰδῶν δεῖ τὸν τοῦ γένους ὁρισμὸν λαμβάνειν· εἶπε γὰρ “τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων τὰ συμβαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα”. ἐκείνοις γὰρ συνάπτει ταῦτα καὶ δείκνυσι πῶς τῷ προειρημένῳ τρόπῳ χρώμενοι πρὸς τοὺς τῶν κοινῶν ὁρισμοὺς καὶ τὰ γενῶν μὲν φαντασίαν ἔχοντα οὐκ ὄντα δὲ γένη γνωρίζειν οἷοί τ’ ἐσόμεθα. ἔστι γάρ τινα, ἃ διὰ τὸ κοινοῦ τινος ὀνόματος τετυχηκέναι δοκεῖ εἶναι ὁμογενῆ ὄντα ὁμώνυμα, ὥσπερ τὸ ὂν κοινὸν μὲν ὄνομα, οὐκέτι δὲ καὶ πρᾶγμα· ὁμοίως καὶ τὸ ἀγαθόν. οὐ δεῖ δὴ ὡς γένος τι τούτων τὸν ὁριζόμενον λαμβάνειν. ὅπως οὖν τοῦτο δυνησόμεθα φυλάσσεσθαι, διὰ τούτων διδάσκει, καὶ πῶς εὑρήσομεν τὸν τῶν γενῶν ὁρισμὸν ἀπὸ τῶν εἰδῶν. ὃ καὶ ἐν τοῖς ἐπάνω φθάνει εἰρηκέναι· κάτωθεν γὰρ ἀρχομένη ἡ εὕρεσις τῶν ὁρισμῶν, καθὰ ὑπογράφει.

“但应当注视着来进行探究。” 在顺带论及了划分法并指出了它对于诸定义的有用性之后,他又回到了先前所说的事情。那事情就是:应当从属之下的不可分之种的定义中获取属的定义;因为他说过:“因为由不可分者结合而成的事物的诸属性,由诸定义出发将是显而易见的”。事实上,他将这些论述与那些论述联系起来,并表明,我们如何通过为了共通者的诸定义而运用前述方式,也能够认出那些具有属的外观却并非属的事物。因为有一些事物,由于恰好碰上了一个共通的名字,因而看起来是同属的,但实际上却是同名异义的,正如“存在”虽是一个共通的名字,却已不再是[共通的]一桩实体;“善”亦同样如此。因此,下定义的人决不可将这些东西中的任何一个当作属来采取。因此,他通过这些内容教授了我们如何能够防范这一点,以及我们将如何从种出发去发现属的定义;这一点他在上文中也早已说过;因为正如他所勾勒的那样,诸定义的发现乃是从下方开始的。

§1.114

"Εἰ δὲ μηδέν, εἴδη δύο ἂν εἴη τῆς μεγαλοψυχίας." Τοῦτο εἶπεν οὐχ ὡς εἴδη γένους λαμβάνων (οὕτως γὰρ ἂν καὶ ἡ μεγαλοψυχία γένος ἦν εἴδη ἔχουσα δύο), ἀλλ’ ὅτι ὁμώνυμος ἡ μεγαλοψυχία.

“如果什么也没有,大度就会有两个种。” 他说这话,并不是将它们视作一个属之下的诸种(因为那样的话,大度也会是一个具有两个种的属),而是因为大度是同名异义的。

§1.115

"Αἰεὶ δ’ ἐστὶ πᾶς ὅρος καθόλου." Ἀφορίσας, ὅσα παρακολουθεῖ τοῖς ὁρισμοῖς, καὶ ὧν δεῖ στοχάζεσθαι τοὺς ὁριζομένους λέγει.

“而每一个定义都始终是普遍的。” 在界定了伴随诸定义的一切之后,他也说明了下定义者必须着眼之事。

§1.116

"Διὸ δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν. " Καθ’ ἕκαστα λέγει οὐ τὸ τὶ καὶ τὸ ὄντως ἄτομον (μαχόμενα γὰρ ἂν λέγοι τοῖς προειρημένοις) ἀλλὰ τὸ ἄτομον εἶδος· τοῦτο γὰρ ἐν τοῖς ὁριστοῖς τὸ καθ’ ἕκαστον· ὡς γὰρ ὁριστὸν καὶ καθ’ ἕκαστον, οὐχ ἁπλῶς.2 ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ ἐν τοῖς ἀδιαφόροις· τὰ γὰρ μηκέτι εἰς εἴδη διαιρούμενα ἀδιάφορα κατὰ τὰς κυρίως διαφοράς. ῥᾷον δ’ ὁρίσασθαι τὸ ἄτομον εἶδος, ὅτι τὰ καθ’ ὧν τοῦτο κατηγορεῖται φανερώτερά εἰσι τῶν εἰδῶν ὧν τὸ γένος κατηγορεῖται. ἀπὸ δὲ τῆς τῶν ὑποκειμένων κοινότητος καὶ ταυτότητος ἐδείχθη ἀθροιζόμενος ὁ ὁρισμὸς3 τῶν κατηγορουμένων. εἰ δὴ γνωριμώτεροι οἱ τῶν εἰδῶν ὁρισμοὶ ἢ οἱ τῶν γενῶν, ἀπὸ τῶν εἰδῶν χρὴ μεταβαίνειν ἐπὶ τὸν τῶν γενῶν ὁρισμὸν καθ’ ὃν εἴρηται τρόπον, οὐκ ἄνωθεν διαιρουμένους ἀλλὰ κάτωθεν συντιθέντας.

“因此必须从个别者向普遍者过渡。” 他所谓的“个别者”,指的不是某个特定的个体和真正意义上的不可分者(因为那样说的话就会与前述之言相冲突),而是指不可分之种;因为在可定义之物中,这就是个别者;因为它是作为可定义者而言的个别者,而不是单纯无条件的。这一点他自己也通过说“或者在无差异者之中”表明了;因为不再被划分为种的事物,就严格意义上的属差而言是无差异的。而定义不可分之种更容易,因为作为它述说对象的那些事物,比起作为属之述说对象的诸种更为明晰。并且已经表明,被述说者的定义是由底层主体的共通性与同一性汇集而成的。因此,如果诸种的定义比诸属的定义更容易被认识,就必须按照所说的方式从诸种向诸属的定义过渡,不是从上方进行划分,而是从下方进行结合。

§1.117

"Καὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον." Τῷ γὰρ φανερώτερα εἶναι τὰ τοῖς ἀτόμοις εἴδεσιν ὑποκείμενα ῥᾳδία γνωσθῆναι ἡ κατὰ ταῦτα ὁμωνυμία. εἰ τοίνυν δεῖ μὲν ὁριζομένους φυλάττεσθαι τὰς ὁμωνυμίας, εὐφυλακτότεραι δ’ ἐν τοῖς εἴδεσι, καὶ διὰ τοῦτο ἄρα ἀπὸ τῶν εἰδῶν χρὴ τὴν ἀρχὴν τῶν ὁρισμῶν ποιεῖσθαι.

“因为同名异义性也更易被忽略。” 因为不可分之种的底层主体更为明晰,所以在它们之中的同名异义性容易被认识。既然下定义者必须防范同名异义性,而且在种的层面上同名异义性更容易被防范,那么也因为这一点,下定义就应当从种开始。

§1.118

"Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι." Ὅτι ὥσπερ ἐν ταῖς ἀποδείξεσι πάντως προηγεῖται τὸ συλλογίσασθαι (οὐ γὰρ οἷόν τε ἀπόδειξιν ἀσυλλόγιστον εἶναι), οὕτω καὶ ἐν τοῖς ὁρισμοῖς δεῖ εἶναι τὸ σαφές· οὐ γάρ ἐστιν ὁρισμὸς ὁ μὴ σαφὴς λόγος, εἴ γε ἐπαγγέλλεται ὁ ὁρισμὸς γνώριμον ποιῆσαι τὸ ζητούμενον.

“正如在证明中一样。” 这是说,正如在诸证明中完成推论无论如何都在先(因为绝不可能有无推论的证明),在诸定义中也必须具备明晰性;因为如果定义确实承诺要使所探究之物成为可知的,那么不明晰的名理就不是定义。

§1.119

"Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν." Ὅτι οὐ δεῖ πειρᾶσθαι ὁμωνύμου τινὸς ὁρισμὸν ἀποδιδόναι. ἐπὶ τούτοις λέγει πρὸς σαφήνειαν συντελεῖν καὶ τὸ διὰ κυρίων ὀνομάτων τοὺς ὁρισμοὺς ἀποδιδόναι καὶ μὴ χρῆσθαι μεταφοραῖς μηδὲ τροπικοῖς ὀνόμασιν· ἀσαφείας γὰρ αἴτια τὰ τοιαῦτα ἐπὶ πλείονα ἐφαρμόζεσθαι δυνάμενα. διαλέγεσθαι δέ φησι τὸ διαλεκτικῶς ὁμιλεῖν.

“并且如此走向共通者。” 这是说,不应当试图为某种同名异义的事物给出定义。除此之外,他说明用本义名称给出定义、以及不使用隐喻和比喻性名称,对于明晰性也是有所贡献的;因为这类能够适用于多种事物的名称乃是不明晰的原因。他说“论辩”是指以辩证法的方式进行对话。

语法注3 条
  1. 1.113ἦν δὲ ὅτι ἐκ τοῦ ὁρισμοῦ

    ἦν 的主语承接前文的 τὰ πρότερον εἰρημένα,在暗中补足为 τὸ εἰρημένον,ὅτι 从句作为说明其内容的表语从句。

  2. 1.116ὡς γὰρ ὁριστὸν καὶ καθ’ ἕκαστον, οὐχ ἁπλῶς

    省略系词 ἐστί 的对比结构。ὡς ὁριστόν(作为可定义者)指明了它作为“个别者”(καθ’ ἕκαστον)的限定条件,并与绝对意义上的个别者(ἁπλῶς)形成对比。

  3. 1.116ἐδείχθη ἀθροιζόμενος ὁ ὁρισμὸς

    主格分词 ἀθροιζόμενος 作为被动动词 ἐδείχθη(被表明)的表语补足语,构成了“定义被表明是由……汇集而成的”人称被动结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:587.14-589.6