← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§585.31-587.13

通过划分确立定义的三个要件及其完备性

基于亚里士多德《后分析篇》97a21–97b2,本节阐述了通过划分确立定义的三个要求(在本质中述说、次序、完整无缺)以及属和属差均未遗漏的逻辑根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.108

" Ἀνάγκη γὰρ ἅπαν ἐν θατέρῳ." Τοῦτο οὐκ ἀργῶς προσέθηκε· δύναται γὰρ ἄμεσος μὲν ἡ διαίρεσις γεγονέναι μὴ οἰκεία δὲ τῷ προκειμένῳ γένει· τὸ γὰρ ὁλόπτερον καὶ σχιζόπτερον εἰ καὶ ἄμεσα ἐπὶ ζῴου πτηνοῦ, ἀλλ’ οὐκέτι τῷ ζῴῳ συντεθέντα πάντα τὰ ζῷα περιλήψεται τῷ μὴ ζῴου οἰκεῖα εἶναι.

“因为必然一切皆在二者之一中。” 他加上这一句并非徒劳;因为即使划分构成了无中介的,却完全可能不是这设定之属所本己的。因为全翅与裂翅在有翼动物上即使是无中介的,但当与动物一般结合时,由于不是动物所本己的,就不再会包揽所有动物。

§1.109

"Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρέσεων καὶ τὰ ἑξῆς." Εἰπὼν ὅτι χρήσιμος ἡ διαιρετικὴ μέθοδος πρὸς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν, εἰ καὶ μὴ πρὸς συλλογισμόν, νῦν λέγει τίνα χρὴ παραλαμβάνειν τε καὶ φυλάττειν τὸν βουλόμενον διὰ τῶν διαιρέσεων κατασκευάζειν ὁρισμόν. κατασκευάζειν δὲ ὅρον εἶπεν οὐ τὸ ἀποδεικνύναι·1 οὐδὲ γὰρ ἔστιν ἀποδεῖξαι ὅρον· οὐδὲ γὰρ πᾶν, εἴ τι κατασκευάζεται, τοῦτο καὶ ἀποδείκνυται. κατασκευάσαι οὖν τὸ εὑρεῖν τε καὶ συνθεῖναι καὶ ἀποδοῦναι εἶπε. τὸ δὲ διὰ τῶν διαιρέσεων προσέθηκεν· εἰσὶ γάρ τινες ἀποδεδομένοι ὅροι οὐκ ἐκ διαιρέσεως, ὡς οἱ τῶν πρώτων γενῶν· οὐ γὰρ οἷόν τε τοὺς τούτων λόγους ἐκ διαιρέσεως ἀποδοῦναι, εἴ γε καὶ αὐτοὶ ὅροι. τριῶν δέ, φησί, δεῖ στοχάζεσθαι2 τοὺς διὰ τῆς διαιρέσεως κατασκευάζοντάς τε καὶ ἀποδιδόντας τοὺς ὅρους, πρῶτον μὲν τοῦ λαβεῖν τὰ κατηγορούμενα ἐν τῷ τί ἐστι· ταῦτα δέ ἐστι τό τε γένος καὶ αἱ διαφοραί· δεύτερον τῆς τούτων τάξεως, τί πρῶτον καὶ τί δεύτερον, τρίτον ὅτι πάντα ταῦτα συντεθέντα ὁρισμός ἐστι τοῦ προκειμένου καὶ οὔτε ἐνδεῖ τι οὔτε περιττεύει.

“至于通过划分确立定义,等等。” 在说明了划分法对给出定义是有用的(即使对推论无用)之后,他现在说明,想要通过划分确立定义的人应当采取并遵守什么。而他说“确立定义”,并不是“证明”[定义];因为绝不可能证明定义,也并非凡被确立的事物都被证明。因此他说“确立”,乃是指发现、组合与给出。他之所以加上“通过划分”,是因为有一些给出的定义并不是来自划分,比如最原初诸属的定义;因为不可能从划分中给出它们的名理,如果它们果真也是定义的话。他说,通过划分确立并给出定义的人必须着眼于三点:第一,获取在何所是中被述说者(这就是属与属差);第二,它们的次序,即何者在先、何者在后;第三,所有这些组合起来乃是设定之物的定义,既无所欠缺,亦无所冗余。

§1.110

"Ὅτι δὲ πάντα ταῦτα, φανερόν." Ὅτι πάντα ταῦτα, τὰ εἰλημμένα τε οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι καὶ τεταγμένα οὕτως ὡς τὰ πρῶτα τοῖς μετὰ ταῦτα ἕπεσθαι, ὁρισμός ἐστι τοῦ προκειμένου.

“这一切[即是定义]是显而易见的。” 以在何所是中被述说的方式获取、且以在先者随顺于其后之物的方式被排列的所有这些事物,乃是设定之物的定义[,这一点是显而易见的]。

§1.111

"Τοῦ δὲ τελευταίου μηκέτι εἶναι διαφοράν." Τὸ μὲν πρῶτον ῥηθὲν3 ἁρμόζει ἐπὶ μόνων τῶν ἀτόμων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς διαιρεῖται· ἀδιάφορα γὰρ κατ’ εἶδος. τὸ δὲ δεύτερον ῥηθὲν κοινότερόν ἐστιν· οὐ γὰρ μόνον ἐπὶ τῶν ἀτόμων εἰδῶν ἁρμόζει ἀλλὰ καὶ ἐπὶ τῶν ὁριστῶν γενῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα εἴη τις τῶν εἰλημμένων καὶ συντεθειμένων τῷ πρώτῳ γένει διαφορὰ διαιρετική, ἀλλ’ οὖν, ἂν ᾖ ὃ βουλόμεθα ὁρίσασθαι καὶ ὁ ἀποδεδομένος λόγος ταὐτὸν τῷ εἴδει, οὐκέτι διελοῦμεν.

“而对于最后者不再有属差。” 最初所说的那一点仅适合于不可分之种;因为这些事物不再由属差所划分,因为它们在种上是无差别的。而第二所说的这一点则更为普遍;因为它不仅适合于不可分之种,而且也适合于可被定义的诸属。因为即使对于所获取并与原初之属结合之物,确实存在某种划分性的属差,但是,只要我们想要定义的对象与给出的名理在种上是同一的,我们就不会再进行划分。

§1.112

"Ἢ γὰρ γένος ἢ διαφορὰ ἂν εἴη." Ὅτι οὐδέτερον τούτων λείπει τῷ πάντα κατὰ τὴν συνέχειαν τῆς τῶν γενῶν διαιρέσεως εἰλῆφθαι.4 τό τε γὰρ πρῶτον γένος ἦν, καὶ τοῦτο μετὰ τῶν διαφορῶν συλλαμβανόμενον μέχρι τῆς τελευταίας ἐποίει γένη· δεῖ γὰρ τὸ διαιρούμενον διαιρεῖσθαι ὡς γένος· διὸ γένος μὲν οὐ λείπει. ἀλλὰ μὴν οὐδὲ διαφορά τις· πᾶσαι γὰρ κατὰ τάξιν εἰσὶν εἰλημμέναι ὡς μηδεμίαν ἡμᾶς ὑπερβεβηκέναι. ἀλλὰ μὴν οὐδὲ ὑστέρα τις ὀφείλουσα προστεθῆναι παρεῖται· οὐ γὰρ ἂν ἔτι ἦν ταὐτὸν κατ’ εἶδος τό τε ὁριστὸν καὶ ὁ ὅρος, εἰ ἔλειπέ τις διαφορά, ἀλλ’ ἦν ἂν ὁ ἀποδεδομένος λόγος γένους τινὸς τοῦ ὁριστοῦ, οὐκ αὐτοῦ τούτου ὃ ὁριζόμεθα. τὸ γένος δὲ τοῦ οἰκείου εἴδους ἕτερον καὶ διαφέρον τῷ εἴδει· ὧν γὰρ διαφέροντες οἱ ὁρισμοί, ταῦτα τῷ εἴδει ἕτερα· ἔκειτο δ’ ἡμῖν μηδὲν κατ’ εἶδος ὁ ἀποδεδομένος λόγος διαφέρειν τοῦ ὃ ὁριζόμεθα.

“因为它要么会是属,要么会是属差。” 这是说,由于一切都是按照诸属之划分的连续性获取的,因而这二者无一缺漏。因为最初的是属,而这一属与诸属差一并被掌握,直至最后一个属差,构成了诸属;因为被划分之物必须作为属而被划分;因此属并未缺漏。不仅如此,任何属差也没有缺漏;因为一切都是按次序获取的,以至于我们没有越过任何一个。不仅如此,应当被附加的任何后继[属差]也未被遗漏;因为如果缺少了某个属差,可定义之物与定义在种上就不再会是同一的,而给出的名理就会是可定义之物的某个属的名理,而不是我们所定义的这物本身的名理。而属与本己的种是相异的,且在种上有差异;因为定义有差异的事物在种上是相异的;而我们所预设的乃是,给出的名理与我们所定义之物在种上毫无差异。

语法注4 条
  1. 1.109κατασκευάζειν δὲ ὅρον εἶπεν οὐ τὸ ἀποδεικνύναι

    动词 εἶπεν 支配双宾格结构:宾语 κατασκευάζειν ὅρον(“确立定义”)与谓述成分 οὐ τὸ ἀποδεικνύναι(“并非证明”)。紧随其后的句子 κατασκευάσαι οὖν τὸ εὑρεῖν... εἶπε 亦同此结构。

  2. 1.109τριῶν δέ, φησί, δεῖ στοχάζεσθαι

    动词 στοχάζεσθαι 通常支配属格。前两项分别由冠词不定式(πρῶτον μὲν τοῦ λαβεῖν)与名词短语(δεύτερον τῆς τούτων τάξεως)的属格表示,而第三项则变格转为 ὅτι 引出的名词性从句(ὅτι πάντα ταῦτα συντεθέντα ὁρισμός ἐστι...)。

  3. 1.111Τὸ μὲν πρῶτον ῥηθὲν ... τὸ δὲ δεύτερον ῥηθὲν

    这两个主语短语分别指亚里士多德原文(97a36–b2)中陈述的两个条件,即“最后者不再有属差”与“全体名理与所定义之物在种上是同一的”。

  4. 1.112τῷ πάντα κατὰ τὴν συνέχειαν τῆς τῶν γενῶν διαιρέσεως εἰλῆφθαι

    由带与格冠词的不定式(τῷ ... εἰλῆφθαι)构成的表示原因或依据的状语表达:“由于一切皆按照诸属之划分的连续性而被获取”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:585.31-587.13