- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:584.13-585.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者对亚里士多德《后分析篇》97a5–97a19进行解释,该段论述进行定义无需知晓所有存在之物。注疏者将主张全面知晓的观点归于斯珀西波,批判了混淆“有差异”与“在实体上相异”的做法,并阐明了通过对立属差进行划分如何能够详尽且确切地获得定义而无需知晓对立项下的全部事物。
" Ἄλλως δὲ καὶ παραλιπεῖν ἀναγκαῖον καὶ μὴ εἰδέναι." Εἴτε παραλέλειπται εἴτε μή. ἢ ‘οὐδ’ ὁρίζεσθαι δύναται οὐδ’ ἔχειν τὴν κατὰ τὸν ὁρισμὸν γνῶσιν’.
“以其他方式,就必然既会遗漏又不知晓。” [不知晓]是已被遗漏还是没有。或者,“甚至既不能定义,也不能拥有依据定义的知识”。
"Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον." Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ὁρίσασθαι ἀδύνατόν ἐστί τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα.1 ἐπεὶ δὲ δοκεῖ πιθανότητά τινα εἰσφέρειν, τίθησιν αὐτήν. ἔστι γὰρ ὁ λόγος ὁ τοῦτο οἰόμενος δεικνύναι τοιοῦτος· δεῖ τὸν ὁριζόμενόν τι εἰδέναι τὴν πρὸς τὰ διαφέροντα αὐτοῦ πάντα διαφοράν· οὗ μὲν γὰρ μὴ διαφέρει τι, τούτῳ ταὐτόν ἐστιν, οὗ δὲ διαφέρει, ἕτερον. τὸν δὴ ὁριζόμενόν τι ὡς διαφέρον τῶν ἄλλων δεῖ εἰδέναι αὐτοῦ τὰς διαφορὰς αἷς τῶν ἄλλων διαφέρει· μὴ γὰρ εἰδώς τις τοῦτο καὶ τὸ ταὐτὸν ἕτερον καὶ τὸ ἕτερον ταὐτὸν ἡγήσεται. οὕτως δ’ οὐδ’ ἀποδώσει τὴν οἰκείαν τινὸς οὐσίαν· ἂν γὰρ οὕτω τύχῃ, οὐδὲν κωλύει τὸν ἀποδιδόμενον λόγον κοινὸν εἶναι καὶ ἄλλων τινῶν. ἀλλὰ μὴν ἀδύνατον τὴν πρός τινα διαφοράν τινος εἰδέναι μὴ εἰδότα κἀκεῖνα ὧν τὸ προκείμενον διαφέρει. δεῖ ἄρα πάντα εἰδέναι τὸν ὁριζόμενόν τι, καὶ γὰρ καὶ τοῦτο 〈ὃ〉 ὁρίζεται ὁ ὁριζόμενος (πῶς γὰρ ἂν αὐτὸ ὁρίσαιτο;) καὶ τἆλλα πάντα ὧν ὡς ἕτερον ὂν αὐτὸ ὁρίζεται. ὅτι δὲ μὴ ὑγιὴς ὁ λόγος οὗτος μηδ’ ἀνάγκη τὸν ὁριζόμενόν τι πάντα τὰ ὄντα εἰδέναι, δείκνυσι.
“然而定义并划分的人绝无必要[知晓一切]。” 欧德谟说,这一意见属于斯珀西波:若不知晓一切存在之物,就不可能定义任何存在之物。既然它似乎带来某种说服力,他[亚里士多德]便将其确立起来。因为认为能论证这一点的论证乃是如此:定义某物的人必须知晓它相对于所有与它不同之物的差异;因为凡某物与之无差异者,它与此物即是同一的,而凡某物与之有差异者,它便与此物是相异的。因此,把某物定义为与他物相异的人,必须知晓它借以与他物相异的那些属差;因为不了解这一点的人,就会把同一者视为相异者,把相异者视为同一者。而这样一来,他也绝不能给出某物的本己实体;因为如果适逢其会,没有任何东西阻止给出的说明规定同样也是某些其他事物的公有说明。然而,若不同时知晓设定之物所相异的那些事物,就不可能知晓某物相对于某些事物的差异。因此,定义某物的人必须知晓一切事物;因为[他必须知晓]定义者所定义的这物本身(否则他又如何能定义它?),以及他将其定义为与之相异的所有其他事物。但他表明,这一论证是不健全的,定义某物的人也无必要知晓一切存在之物。
"Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος." Οὐκ εἴ τί τινος διαφέρει, ἕτερον τοῦτο εὐθὺς ἐκείνου· τὸ γὰρ ἕτερόν τινος οὐ κατὰ πᾶσαν διαφορὰν ἕτερον (πολλὰ γὰρ ὁμοειδῆ ὄντα ἀλλήλοις διαφέρει ἀλλήλων) καὶ οὐχ ὑγιὲς ἁπλῶς τὸ τὰ διαφέροντα ἀλλήλων ἕτερα εἶναι, ἀλλὰ δεῖ προσκεῖσθαι τὸ κατ’ οὐσίαν. τὰ γὰρ κατ’ οὐσίαν καὶ διαφορὰν εἰδοποιὸν διαφέροντα ἕτερα, οὐ τὰ καθ’ ἡντιναοῦν· ἐπεὶ καὶ κατὰ τὰ συμβεβηκότα μυρίαι διαφοραὶ ἐν τοῖς ὁμοειδέσιν, ἀλλ’ οὐ διὰ τοῦτο ἕτερα ἀλλήλων 〈·εἰ γὰρ ἕτερα ἀλλήλων〉, καὶ οἱ λόγοι αὐτῶν καὶ ἡ οὐσία ἕτερα.
“首先,这乃是虚假的。” 并非只要某物与某物有差异,这物就立刻与那物相异;因为与某物相异者并不是按照任何差异都相异(因为许多互为同种的事物彼此之间互有差异),而且“互有差异的事物乃是相异的”在简单意义上并不健全,而必须附加“在实体上”。因为在实体和造种属差上有差异者才是相异的,而不是按照任何一种差异[有差异者都是相异的];既然即使按照偶性,在同种事物中也有无数差异,但它们并不因此就彼此相异;[因为如果它们彼此相异],它们的说明规定和实体也就会是相异的。
"Εἶτα ὅταν λάβῃ τὰ ἀντικείμενα καὶ τὰ ἑξῆς." Ὅτι μὴ πάντα ἀναγκαῖον εἰδέναι τὸν ὁριζόμενόν τι καὶ διαιρούμενον προσχρώμενον τῇ διαιρετικῇ. ὅταν γὰρ λάβῃ ἐν τῇ διαιρέσει τὰ ἀντικείμενα κατὰ τὰς διαφοράς, λάβῃ δ’ οὕτως τὰ ἀντικείμενα ὡς πᾶν ἐμπίπτειν τὸ ὑπὸ τὸ γένος τὸ διῃρημένον ἐν τῷ ἑτέρῳ τῶν ἀντιδιῃρημένων, γνώριμον δ’ ᾖ καὶ τὸ ζητούμενον ἐν ποτέρῳ, τοῦτο λήψεται, κἂν μὴ γνωρίζῃ πόσα καὶ τίνα ἐστὶ τὰ ὑπὸ τὰς ἀντιδιῃρημένας διαφοράς· οὐ γὰρ ἐκ τοῦ εἰδέναι, πόσα καὶ τίνα τὰ 〈λογικὰ καὶ τὰ〉 ἄλογά ἐστι, γνώριμον ὅτι ὁ ἄνθρωπος λογικός, ἀλλ’ ἐκ τοῦ εἰδέναι ἐν τίνι ἐστὶ τὸ εἶναι λογικόν.2 τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων διαφορῶν· ἂν γὰρ οὕτω προϊὼν κατὰ τὴν διαίρεσιν τὴν εἰς τὰ ἀντικείμενα γινομένην ἔλθῃ εἰς ταῦτα ὧν μηκέτι ἐστὶ διαφορά (τοιαῦτα δέ ἐστι τὰ ἄτομα εἴδη), δῆλον ὡς ὁρισμὸν ἐκ τῆς συνθέσεως τῶν διαφορῶν, ἐν αἷς ἔλαβεν εἶναι τὸ ζητούμενον, ἕξει οὐκ εἰδὼς τίνα καὶ πόσα ἐστὶ τὰ ὑπὸ τὰς ἀντικειμένας διαφοράς.
“其次,每当他获取对立者,等等。” 这是说,使用划分术来定义某物并进行划分的人,无必要知晓一切事物。因为每当他在划分中按照属差获取对立者,并且如此获取对立者以至于被划分之属下的每一事物都落入互相对立划分的这二者之一,且所探求之物处于二者中哪一个也是已知的,那么即使他不知晓互相对立划分的属差之下事物有多少且为何物,他也将获取这一[所探求之物]。因为并不是从知晓理性的事物与无理性的事物有多少且为何物中得知人是理性的,而是从知晓“是理性的”存在于何物之中得知。在其余属差上也是同样的道理;因为如果按照面向对立者的划分如此前进,他达到了那些不再有差异的事物(不可分之种就是这样的事物),那么显而易见,从他获取所探求之物处于其中的那些属差的组合中,他就将拥有定义,即便不知晓对立属差之下事物为何且有多少。
"Τὸ δ’ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ᾖ ἀντικείμενα." Οὐ γὰρ ἐκ τοῦ εἰδέναι πάντα τὰ τῶν ζῴων γένη γνώριμον γίνεται τὸ ‘πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογον’, ἀλλ’ ἐκ τοῦ εἰδέναι ὅτι μηδέν ἐστι τούτων μεταξύ.
“然而,如果有对立项,一切皆落入划分之中这一事实。” 因为并不是从知晓动物的所有诸属中得知“每一动物要么是理性的要么是无理性的”,而是从知晓这二者之间没有任何中间物中得知这一点的。
- 1.104Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ὁρίσασθαι ἀδύνατόν ἐστί τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα.
带冠词的 ὅτι 从句(τὴν ὅτι...)作为同格成分修饰名词 δόξαν。句中否定分词 μὴ ... εἰδότα 为阳性宾格单数,与不定式 ὁρίσασθαι 的隐含逻辑主语(泛指的 τινά)保持一致,表达条件关系:“若不知晓所有存在之物”。
- 1.106ἐκ τοῦ εἰδέναι ἐν τίνι ἐστὶ τὸ εἶναι λογικόν
在由介词短语 ἐκ τοῦ εἰδέναι 引导的间接疑问从句 ἐν τίνι ἐστὶ τὸ εἶναι λογικόν 中,带冠词不定式短语 τὸ εἶναι λογικόν(“是理性的”)作主语,介词短语 ἐν τίνι(“在何物中”)作表语,意为“从知晓‘是理性的’存在于何种本质之中”。
