← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§582.20-584.12

区分法在发现定义与确定顺序中的功用

注解者阐释了亚里士多德关于区分法在发现定义中的功用(确定要素顺序及避免遗漏,96b25–97a2)的论述。他解释了属差如何与被划分的属相结合而构成“是什么”中的谓项,以及如何通过采用切近固有属差来避免遗漏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.98

" Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς." Εἰπών, τί ἐστιν ὁρισμὸς καὶ πῶς οἷόν τε ὁρίζεσθαι, ἐφεξῆς λέγει περὶ τῆς διαιρετικῆς μεθόδου, καὶ δείκνυσιν αὐτῆς τὸ χρήσιμον πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, πρὸς γὰρ τὸ λαμβάνειν1 τὰ καθόλου τε καὶ καθ’ αὑτὰ κατηγορούμενα ἐπὶ πλέον, ἐξ ὧν ἀθροιζομένων τε καὶ συντιθεμένων ἡ ἴδιος οὐσία τοῦ προκειμένου δηλοῦται· ἐκ γὰρ τῆς διαιρέσεως τῆς κατὰ τὰς διαφορὰς τοῦ γένους, οὗ εἶδός τι ὁρίσασθαι ζητοῦμεν, τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ληψόμεθα τοῦ προκειμένου. χρήσιμοι δ’ αἱ διαιρέσεις, εἰ καὶ μηδὲν δεικνύουσι συλλογιστικῶς, πρὸς τὸ ἀθροίζειν ἐξ αὐτῶν τὸ τί ἐστι καὶ τὸν ὁρισμόν· τοῦτο γὰρ εἶπε τὸ συλλογίζεσθαι. χρήσιμοι δὲ καὶ πρὸς τὴν τάξιν τῶν ἐν τοῖς ὁρισμοῖς λαμβανομένων καὶ πρὸς τὸ μηδὲν παραλιπεῖν.

“而按照属差的诸划分。” 在说明了何谓定义以及如何能够进行定义之后,他接着论述划分的方法,并指出它对于发现定义的功用;因为[它有助于]获取全称且就其自身而言被述说得更宽的各项,从这些要素的聚集与组合中,设定之物的本己实体便被揭示出来。因为从对其某一属种我们寻求予以定义的那个属按照属差所作的划分中,我们将获得设定之物在“是什么”中被述说的各项。而诸划分即使在推论上未论证任何东西,对于从中聚集“是什么”以及定义也是有用的;因为他把这称为“推论”。而且[划分]对于定义中所获取之项的顺序,以及对于不遗漏任何东西,也是有用的。

§1.99

"Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ καὶ ἕν τι τὸ ζῷον ἥμερον." Τουτέστιν εἰ κατὰ τὴν διαίρεσιν ἅπαν τὸ ἐκ τῆς διαιρέσεως λαμβανόμενον καὶ συντιθέμενον τῷ διῃρημένῳ ἕν τι γίνεται καὶ γένος τοῦ μετ’ αὐτὸ καὶ ἐκ τούτου τοῦ γινομένου ἐκ τῆς συνθέσεως ἡ διαίρεσις γίνεται, δῆλον ὡς ἀεὶ ἡ δευτέρα διαίρεσις εἰς ἐλάττω ἔσται καὶ οὐκ ἔσται πρῶτον τὸ ἐπ’ ἔλαττον ὂν τοῦ ἐπὶ πλέον ὄντος ἐν τῇ συνθέσει τῶν εἰλημμένων. ἐπειδὴ δ’ ἡ διαφορὰ καθ’ αὑτὴν λαμβανομένη οὐ δοκεῖ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, διὰ τοῦτο συντιθεμένην αὐτὴν τῷ τεμνομένῳ ἕν τι εἶπε γίνεσθαι καὶ οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ ἓν τοῦτο γίνεσθαι γένος τοῦ μετ’ αὐτὸ καὶ πάλιν διαιρεῖσθαι.2 διὸ χρήσιμος ἡ διαίρεσις τὴν τάξιν ταύτην δεικνῦσα· ἀεὶ γὰρ τὸ διαιρούμενον τοῦ ἐκ τῆς διαιρέσεως γινομένου πρῶτον ληφθήσεται.

“因为如果一切事物都由二者构成,且驯养动物是某个单一之物。” 也就是说,如果按照划分,凡从划分中获取并与已被划分者相结合的一切事物都成为某个单一之物,并且成为紧随其后之物的属,而且划分是从组合所产生的这一事物中展开的,那么显而易见,第二次划分将始终面向更窄的事物,而在所获取之项的组合中,更窄者绝不会先于更宽者。但是,既然属差被单独获取时并不被认为是在“是什么”中被述说的,因此他说,属差与被切分者相结合便成为某个单一之物,并且正是由于这一单一之物成为紧随其后之物的属并再次被划分,它才如此作为在“是什么”中被述说而被述说。因此,划分因显示这种顺序而有用;因为被划分者将始终先于从划分中产生者而被获取。

§1.100

"Ἢ ὅ τι δήποτέ ἐστι τὸ ἓν γινόμενον, ἀναγκαῖον διελόμενον αἰτεῖσθαι. ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν τῶν ἐν τῷ τί ἐστιν." Ἀντὶ τοῦ ἀνάγκη πρῶτον διελόμενον αἰτεῖσθαι καὶ λαμβάνειν ἐκ τῆς διαιρέσεως τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον τοῦ προκειμένου· τὸ γὰρ μὴ δι’ ἀποδείξεως λαμβάνειν αἰτεῖσθαι λέγει.

“或者无论那成为单一之物者是什么,都必须在划分之后予以要求。此外,对于在‘是什么’中的诸项中不遗漏任何东西而言。” 这是用来代替:必须首先在划分之后予以要求,并从划分中获取设定之物在“是什么”中被述说之项;因为他把不通过论证来获取称为“要求”。

§1.101

"Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος." Δείξας, ὅτι πρὸς τὴν τάξιν τῶν ἐν τῷ ὁρισμῷ λαμβανομένων ἑκάστου χρήσιμος ἡ διαίρεσις, καὶ πρὸς τὸ μηδέν φησι παραλειφθῆναι τῶν ὀφειλόντων ἐν τῷ ὁρισμῷ παραληφθῆναί τε καὶ τεθῆναι χρήσιμον εἶναι τὴν διαίρεσιν. κατὰ γὰρ τὰς οἰκείας καὶ προσεχεῖς ἑκάστῳ γένει διαφορὰς 〈εἰ〉 γίνεται3 ἡ διαίρεσις, οὐδὲν παραλειφθήσεται· οἰκεῖαι δὲ καὶ προσεχεῖς τῷ διαιρουμένῳ γένει διαφοραὶ εἰς ἃς πᾶν τὸ ὑπὸ τὸ διαιρούμενον γένος ἐμπίπτει· εἰ γὰρ μὴ αἱ προσεχεῖς αὐτῷ λαμβάνοιντο διαφοραί, πολλὰ ἂν παραλείποιτο. ἔδειξε δέ, τίνες οἰκεῖαι καὶ προσεχεῖς διαφοραὶ καὶ τίνες οὐκ οἰκεῖαι, δι’ ἃς καὶ παραλείπεταί τινα, διὰ τοῦ παραδείγματος.

“因为每当第一属被获取时。” 在表明了划分对于在定义中所获取的各要素的顺序是有用的之后,他说,划分对于应当在定义中被纳入和确立的诸项中没有任何东西被遗漏也是有用的。因为[如果]划分是按照每一属所本己且切近的属差来进行的,就没有任何东西会被遗漏;而对于被划分的属而言本己且切近的属差,就是被划分之属下的一切事物都落入其中的属差。因为如果不获取切近于它的属差,许多东西就将被遗漏。而他通过范例指明了,哪些是本己且切近的属差,哪些不是本己的——由于后者,某些东西才被遗漏。

§1.102

"Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν καὶ τῶν ὑπ’ αὐτό, οἷον ὄρνιθος, εἰς ἣν πᾶς ὄρνις, καὶ ἰχθύος, εἰς ἣν πᾶς ἰχθύς. οὕτω μὲν οὖν βαδίζοντι ἔστιν εἰδέναι ὅτι οὐδὲν παραλέλειπται." Ἔξω γένη ἢ τὰ ἀνωτέρω καὶ κοινότερα αὐτοῦ τοῦ ζῴου, οὗ ἐμνημόνευσεν, ἢ ἔξω τὰ ἕτερα καὶ κεχωρισμένα τοῦ ζῴου καὶ τῆς οὐσίας, ὧν εἴη ἂν τὰ ὑπὸ τὰς ἄλλας κατηγορίας. ἢ τῶν ἔξω καὶ τῶν ὑφ’ αὑτὰ ἀντὶ τοῦ ‘τῶν μὴ ὑπαλλήλων ὄντων ἀλλὰ κεχωρισμένων’· τοιαῦτα γὰρ ἥ τε ὄρνις καὶ ὁ ἰχθύς.

“同样对于其他各项也是如此,无论是外部诸属还是从属于它之物,例如对于鸟,凡每一只鸟皆归入其中者,对于鱼,凡每一条鱼皆归入其中者。因此,对于如此行进的人,便能够知晓没有任何东西被遗漏。” “外部诸属”要么是指比他所提到的动物本身更高、更普遍的属,要么外部是指与动物及实体相区别且相分离的诸属,它们属于其他范畴之下。或者,“外部诸属及从属于其自身者”是用来代替“非相互从属而是相分离的诸项”;因为鸟与鱼正是这样的事物。

语法注3 条
  1. 1.98πρὸς γὰρ τὸ λαμβάνειν

    承接前句的“它对于发现定义的功用”(αὐτῆς τὸ χρήσιμον πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ),在省略谓语动词(如 χρήσιμός ἐστι)的情况下进一步阐述理由。介词短语 πρὸς τὸ λαμβάνειν 与表原因的 γάρ 一同置于句首,简明地说明了区分法如何有助于获取定义的诸要素。

  2. 1.99τῷ ἓν τοῦτο γίνεσθαι γένος τοῦ μετ’ αὐτὸ καὶ πάλιν διαιρεῖσθαι

    带冠词的不定式与格短语(τῷ γίνεσθαι...),用以表示前述“作为在‘是什么’中被述说而被述说”(ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι)的根据或实现方式(原因/手段与格)。它解释了属差就其自身而言并不表达“是什么”,但通过与上位属结合而构成下一层级的属并再次被划分,从而起到了“是什么”之谓项的作用。

  3. 1.101κατὰ γὰρ τὰς οἰκείας καὶ προσεχεῖς ἑκάστῳ γένει διαφορὰς 〈εἰ〉 γίνεται

    带有编者补入的连词 〈εἰ〉 的条件从句。它与主句的将来时 οὐδὲν παραλειφθήσεται(没有任何东西会被遗漏)构成条件句(直陈式现在时),表明只要按照切近且本己的属差进行划分,就必然不会发生任何遗漏。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:582.20-584.12