- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:581.11-582.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《后分析篇》96b6–15,阐明构成定义的诸属性为何构成了被定义项的实体和定义本身,并说明探究如何从最下种的定义推进至发现属的定义。
" Ὅτι δὲ οὐσία, ἐκ τῶνδε δῆλον." Ἐπειδὴ μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα,1 δείκνυσιν, ὅτι καὶ οὐσία καὶ ὁρισμὸς ὁ εἰρημένος λόγος. εἰ γὰρ μή ἐστιν ὁρισμός, κατηγορεῖται δ’ ἐν τῷ τί ἐστιν, εἴη ἂν γένος· τὸ γὰρ ἴδιον οὐκ ἐν τῷ τί ἐστιν, εἴ γε συμβεβηκός. ᾧ λόγῳ εἰ μέν τι ὄνομα εἴη ἐπιτεταγμένον, εἴη ἂν ὠνομασμένον τὸ γένος· εἰ δὲ μὴ εἴη δι’ ὀνόματος δηλούμενον, ἀνώνυμον. ἔνια μὲν γὰρ γένη ἀνώνυμά ἐστι καὶ διὰ λόγου δηλοῦται, ὡς τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνόν· ταῦτα γὰρ γένη μέν, ἀλλ’ ἀνώνυμα. καθόλου γάρ, ὅταν γένος μετὰ διαφορῶν τινος κατηγορῆται καὶ μὴ ᾖ ὁρισμὸς αὐτοῦ, γένος αὐτοῦ γίνεται ὁ προειρημένος λόγος καὶ ἐπὶ πλειόνων κατηγορούμενος εἰδῶν καὶ οὐ τῆς τριάδος μόνον· τὰ γὰρ γένη ἐπὶ πλέον τῶν οἰκείων εἰδῶν, εἰ καὶ μὴ ἀεὶ ἐνεργείᾳ, κατά γε δύναμιν ἀεί. ἀλλὰ μὴν οὐδενὶ ὑπάρχει ἄλλῳ τὰ προειρημένα ἢ ταῖς ἀτόμοις τριάσιν· οὐσία ἄρα τὰ προειρημένα τῆς τριάδος. ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι2 κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν ἐπὶ πλέον ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ εἴδους, ὑφ’ ὃ τὰ ἄτομα, τοῦτο τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι. τῷ δὲ ὑποκείσθω ἀντὶ τοῦ ‘κείσθω καὶ ὁμολογείσθω’ κέχρηται· οὐ γὰρ ἀμφισβητεῖ κατ’ αὐτοῦ.
“而它是实体,由下述各点即是显然的。” 由于在“是什么”中且出于必然性被述说、以及这是那些属性,对于作为定义而言尚不充分,他便表明所言述的陈述既是实体也是定义。因为如果它不是定义,而是在“是什么”中被述说,它就将是一个属;因为固有属性并不在“是什么”中,如果它确实是一种偶性的话。若有某个名称被指定给这个陈述,该属就是被命名的;但若未通过名称予以指明,它便是无名的。因为有些属是无名的,是通过陈述被指明的,比如“陆行之动物”或“有翼之动物”;因为这些是属,却是无名的。因为一般而言,每当属与属差一同被述说于某物,且不是它的定义时,上述陈述便成了它的属,并被述说于更多的种,而非仅仅述说于“三”;因为各属比其本己的种更宽,即使并非总是在现实中如此,至少总是在潜能中如此。然而上述属性不属于个别的“三”以外的任何事物;因此上述属性是“三”的实体。因为凡除了属于该种的诸个体外不被述说于任何他物、且如此在“是什么”中被述说于其全部个体、从比诸个体所属之种在“是什么”中被述说得更宽的各项中聚集而成者,这便是被述说于诸个体的该种的定义。而他使用“假定”,是用来代替“设定并被同意”;因为他并未对此提出异议。
"Εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλῳ." Ὑπογράψας τὴν μέθοδον τὴν ὁριστικὴν ἐπὶ τῶν ἀτόμων εἰδῶν καὶ δείξας ὁρισμὸν ὄντα παντὸς εἴδους ἀτόμου λόγον ὃς ἤθροισται ἐκ τοιούτων, ἃ ἐν τῷ τί ἐστι κατηγορεῖται κατὰ μόνων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, καὶ πιστωσάμενος τὸ εἶναι τοῦ προκειμένου ὁρισμὸν τὸν εἰρημένον λόγον ἐκ τοῦ κατὰ μόνων αὐτὸν κατηγορεῖσθαι τῶν ἀτόμων τῶν ὑπ’ ἐκεῖνο, νῦν δείκνυσιν ὅτι καὶ ὁ τῶν γενῶν ὁρισμὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος εἰδῶν, ἐν οἷς ἐστι τῷ γένει τὸ εἶναι, εὑρίσκεται. ἐπεὶ γὰρ ὁρισμοὶ οὐ μόνον ἀτόμων εἰσὶν εἰδῶν ἀλλὰ καὶ γενῶν, πῶς δυνησόμεθα καὶ τοὺς τῶν γενῶν ὁρισμούς, ὧν εἰσι γενῶν ὁρισμοί, εὑρίσκειν; τὰ δὲ αὐτὰ πρῶτά τε εἴδη καὶ ἄτομα ἐκ παραλλήλου εἶπεν.
“因此,如果它不属于任何其他事物。” 在对最下种描摹了定义的方法、并表明从在“是什么”中仅被述说于该种之下的诸个体的要素中聚集而成的陈述乃是每一最下种的定义之后,且在基于所言述的陈述仅被述说于其下的诸个体这一事实证实了它是设定之物的定义之后,他现在表明,属的定义也是从从属于该属的诸种——属的所是在其中——中被发现的。因为既然定义不仅属于最下种,而且也属于属,那么对于存在定义的那些属,我们将如何也能够发现它们的定义呢?而他将“第一种”与“最下种”并列提出,指称同一事物。
"Χρὴ δὲ ὅταν ὅλον τι πραγματεύηταί τις." Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν,3 πρῶτον μὲν τὸ γένος αὐτοῦ λαμβάνοντες (ἔχει γὰρ γένος, εἴ γε ὁριστόν ἐστιν), ἔπειτα ὅσα κοινῶς ὑπάρχει ἐν τοῖς ὁρισμοῖς τῶν ἀτόμων αὐτοῦ εἰδῶν. ἃ γὰρ κοινὰ πάντων τῶν ὑπὸ τὸ γένος ἐστὶν εἰδῶν μηδενὶ ἄλλῳ ὑπάρχοντα, ταῦτα συμπληροῖ τὸν τοῦ γένους αὐτῶν ὁρισμόν· ὡς γὰρ ὃ μόνων 〈κοινὸν〉 τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τοῦτο ὁρισμὸς τοῦ εἴδους, οὕτω καὶ ἃ μόνοις πᾶσι τοῖς ὑπὸ τὸ γένος ἀτόμοις εἴδεσιν ὑπάρχει ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα, ταῦτα τὴν οὐσίαν συμπληροῖ τοῦ γένους αὐτῶν.
“而应当在某人探讨某个整体之物时。” [他表明]通过从属于该属的第一且最下种的诸定义,我们发现属的定义:首先获取它的属(因为如果它是可被定义的,它就具有属),然后获取在其最下种的诸定义中共同具有的一切要素。因为凡属于该属之下的一切种所共有、且不属于任何他物者,这些便充实了它们的属的定义;因为正如在“是什么”中被述说的各项之中仅为属于该种的个体所[共有的]东西是该种的定义,同样,仅属于从属于该属的一切最下种、并在它们的“是什么”中被述说的各项,也充实了它们的属的实体。
- 1.95τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα
冠词 τό 统摄分词短语 ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον 与不定式短语 εἶναι τοῦτο ἐκεῖνα,构成 μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμόν 的逻辑主语。在后一不定式短语中,τοῦτο 指定义陈述(或被定义项),ἐκεῖνα 作表语宾格指聚集起来的各项属性。
- 1.95ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν ἐπὶ πλέον ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ εἴδους, ὑφ’ ὃ τὰ ἄτομα, τοῦτο τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι.
长篇关系代词从句 ὃ ... ἠθροισμένον ... 置于主句主语指示代词 τοῦτο 之前(倒装/先取结构)。中性分词 ἠθροισμένον 与关系词 ὃ 形成同位关系以补充其特征,随后落入主句核心结构 τοῦτο ... ὁρισμός ἐστι(“这便是……该种的定义”)。
- 1.97Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν
句首的 Ὅτι 引导带有直陈式动词 εὑρίσκομεν 的名词性从句(或作为标示引文主旨的标记),构成注解文献中常见的“[他表明]即……”这一惯用程式。主节动词(如 δείκνυσι)被省略,后文的分词 λαμβάνοντες 则说明了发现的具体手段。
