- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:579.26-581.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《后分析篇》卷二第十三章开篇(96a21–96a32),在重申定义与证明的关系之后,阐述了通过组合不超过属范围的普遍述词以构成特有定义的“猎取”方法,并分析了其前提命题的逻辑结构。
" Καὶ τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ οὐκ ἔστιν, εἴρηται πρότερον." Τοῦ τί ἦν εἶναι δηλονότι δεικτικόν,1 ὡς αὐτὸς εἴρηκε πρότερον. ἀπόδειξις μὲν γὰρ ἁπλῶς δέδεικται ὅτι μὴ ἔστι τοῦ τί ἐστιν, ὅτι δ’ ἐν ἀποδείξει λαμβάνεται καὶ δι’ ἀποδείξεως γνωρίζεται. ἀλλὰ καὶ ὁρισμὸς αὐτοῦ ὁ μὲν λέγων ‘λόγος ὁ δηλῶν τί σημαίνει τοὔνομα’ οὐκ ἔστι. τῶν δὲ ἄλλων σημαινομένων τοῦ ὅρου κυριώτατα μὲν ἦν ὅρος λόγος ὁ θέσει τῆς ἀποδείξεως διαφέρων· διὰ γὰρ τοῦ τὴν αἰτίαν λαμβάνειν τῆς ὑπάρξεως τοῦ πράγματος καὶ τὸ εἶναι τὸ πρᾶγμα ἐδείκνυε πως. ἤδη δὲ καὶ τὸ ὡς ἀρχὴ ἀποδείξεως καὶ τὸ ὡς συμπέρασμα· καὶ γὰρ ταῦτα ὁρισμοί πως τοῦ τί ἦν εἶναι.
“并且,在何种方式上存在或不存在对它的证明或定义,此前已经谈及。” 显然,[这代词]指明的是本质,正如他自己此前所说。因为已经表明,对于“是什么”单纯而言没有证明,但它却在证明中被获取并通过证明被认知。然而关于它的定义,那声称“表明名称意味着什么的陈述”的定义并不是[本质的定义]。但在定义的其他含义中,最主要的是在配置上与证明相异的陈述;因为通过获取事物存在的因由,它也在某种程度上指明了事物的存在。此外,作为证明的始点和作为结论的陈述亦是如此;因为这些在某种程度上也是本质的定义。
"Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα." Μέθοδον ἡμῖν παραδίδωσι δι’ ἧς θηρεύειν τε καὶ εὑρίσκειν δυνησόμεθα τὸν ἑκάστου τῶν ζητουμένων ὁρισμόν, ἐπεὶ μὴ οἷόν τε δι’ ἀποδείξεως αὐτὸν δεικνύναι. καὶ ἐπεὶ ὁ ὁρισμὸς ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων, τουτέστι τῶν ἐν τῇ οὐσίᾳ, πῶς δυνησόμεθα λαμβάνειν τὰ χρήσιμα πρὸς τοὺς ὁρισμοὺς τοὺς ἑκάστου, λέγει. τῶν δὴ ὑπαρχόντων τισὶ τὰ μὲν τισὶ μόνοις ὑπάρχει, ὡς μονάδι ἡ ἀρχὴ καὶ στιγμῇ τὸ ἀμέγεθες, τὰ δὲ καὶ τούτοις καὶ ἄλλοις καὶ ἐπὶ πλέον ἐπεκτείνεται. καὶ τῶν ἐπὶ πλέον ἐπεκτεινομένων τὰ μὲν οὐχ ὑπερβαίνει τὸ γένος τὸ ἐκείνου οὗ βουλόμεθα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα λαβεῖν, τὰ δὲ καὶ ἐπὶ τὰ ἀνομογενῆ ἐπεκτείνεται· οὐ γὰρ ὁμοίως ὑπάρχει [ἢ] τῷ ἀνθρώπῳ τὸ ζῷόν τε καὶ τὸ λευκόν. τῶν δὴ καθόλου κατηγορουμένων ὅσα ἐπὶ πλέον λεγόμενα τοῦ προκειμένου μὴ ἐπὶ πλέον τοῦ γένους αὐτοῦ ἐπεκτείνεται, ταῦτα2 λαμβάνονται ὡς τῆς οὐσίας αὐτοῦ καὶ τοῦ τί ἦν εἶναι δηλωτικά. τῶν γὰρ ἐπὶ πλέον κατηγορουμένων τινὸς οὕτως μὴ μέντοι ἐκβαινόντων τὸ γένος, ἐν ᾧ ἐστιν, οὗ τὸ ἐπὶ πλέον κατηγορούμενον εἴληπται, ἂν ληφθῇ ταῦτα, ὧν ἕκαστον ἐπὶ πλέον μὲν τοῦ ὁριζομένου ἐστί, πάντα δὲ ὁμοῦ μόνῳ καὶ παντὶ ὑπάρχει τῷ ὁριζομένῳ, ἐκεῖνα τὴν οὐσίαν αὐτοῦ ἐνδείξεται. καὶ εἴη ἂν ὁρισμὸς ὁ ἐκ τῶν καθόλου τε καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν.
“那么,应当如何猎取在是什么中所述说的各项。” 由于无法通过证明来展示定义,他向我们传授了一种方法,通过这种方法我们将能够猎取并发现在探求的各事物的定义。并且既然定义由在“是什么”中所述说的各项、即实体中的各项所构成,他便说明我们如何能够获取对各事物的定义有用的要素。在从属于某些主体的诸属性中,有些仅属于某些特定者(如始点属于单子,无量度属于点),有些则既属于这些亦属于他物,延伸得更广。而在延伸更广的属性中,有些并不超出我们意欲获取其在“是什么”中的述项的那一事物的属,另一些则延伸至非同属的事物;因为“动物”与“白”并非以相同的方式属于“人”。因此,在普遍述词中,凡比设定之物说得更宽却不比其本身的属延伸得更广的,都被作为指示其实体和本质的要素而获取。因为在这样被更广泛地述说、却不脱离被获取较广述项之物所属之属的那些述项中,若获取了这样一些要素——其中每一个都比被定义项更宽,但全体合起来却仅属于且全属于被定义项——那么这些要素就将指示其实体。而从普遍且共通之物中造就某种特有之物的,便是定义。
"Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον." Πρῶτον μὲν δείκνυσιν ὅτι ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συντιθέμενος λόγος ἀναγκαίως ὑπάρχει τῷ ὑποκειμένῳ, δεύτερον δὲ ὅτι καὶ ὁρισμός ἐστιν αὐτοῦ. δεῖ δ’ ἀντὶ τοῦ τὰ καθόλου δ’ ἀναγκαῖα γεγράφθαι ‘τὰ καθόλου γὰρ ἀναγκαῖα’· ὡς γὰρ αἴτιον τοῦ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι παρέθετο τὸ ἀναγκαῖα εἶναι τὰ καθόλου. τό τε γὰρ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου κατηγορεῖσθαι, φανερὸν 〈ὂν〉 τῷ δεδεῖχθαι διὰ τοῦ πρὸ τούτου βιβλίου, ὃ καὶ αὐτὸς εἶπε διὰ τοῦ ἐπεὶ 〈δὲ〉 δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω, [ὃ καὶ αὐτὸ εἴρηται] δεικτικὸν ἂν εἴη τοῦ τὴν πρώτην πρότασιν εἶναι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα [καθόλου] ἀναγκαῖα.3 〈ὃ〉 εἴρηται μὲν καὶ αὐτὸ ἐν τῷ πρώτῳ, καὶ ἐν τούτῳ δὲ πρὸ ὀλίγου εἴρηκεν οὕτως· ‘τοῦτο γὰρ τὸ καθόλου, τὸ ἐπὶ παντὶ καὶ ἀεί’’. εἴη δ’ ἂν ἐν πρώτῳ σχήματι συναγόμενον τὸ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι διὰ μέσου τοῦ καθόλου.
“因此,应当获取此类事物直到这一步,直至首先获取了如此多的项。” 他首先表明,由在“是什么”中所述说的各项复合而成的陈述,必然属于底层基体;其次表明,这陈述也是它的定义。然而,取代“而普遍者是必然的”,应当写作“因为普遍者是必然的”;因为作为在“是什么”中所述说的各项是必然的因由,他提出了“普遍者是必然的”。因为在“是什么”中所述说的各项是普遍地被述说的这一事实,由于在本书的前一卷中已被证明而昭然明晰(他自己也借由“由于这在前面已为我们阐明”表达了这一点),这应当指明了第一前提乃是“在‘是什么’中所述说的各项是必然的”。这一点在第一卷中已曾提及,而在本卷中不久前他也如此说过:“因为这就是普遍者,即在一切情形下且始终存在者”。而通过普遍者作为中项,在“是什么”中所述说的各项是必然的这一结论,可以在第一格中被推导出来。
- 1.92Τοῦ τί ἦν εἶναι δηλονότι δεικτικόν
注解者对引文中代词 αὐτοῦ 所指对象的辨明。表语形容词 δεικτικόν 省略了主语(如 τὸ αὐτοῦ)和系动词 ἐστί,构成“[αὐτοῦ 这一代词]显然是指示本质的”句式。
- 1.93τῶν γὰρ ἐπὶ πλέον κατηγορουμένων τινὸς οὕτως μὴ μέντοι ἐκβαινόντων τὸ γένος, ἐν ᾧ ἐστιν, οὗ τὸ ἐπὶ πλέον κατηγορούμενον εἴληπται, ἂν ληφθῇ ταῦτα
句首属格短语 τῶν... ἐκβαινόντων 是从属于后续条件分句主语 ταῦτα 的部分属格,整体句式为“在那些不超出属的较宽述词中,若获取了这些(ταῦτα)”。其中关系从句 ἐν ᾧ ἐστιν(其所在)与 οὗ(其较广述词被获取者)相叠,οὗ 指代被定义项,构成了层叠的修饰结构。
- 1.94τό τε γὰρ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου κατηγορεῖσθαι, φανερὸν 〈ὂν〉 τῷ δεδεῖχθαι διὰ τοῦ πρὸ τούτου βιβλίου, ὃ καὶ αὐτὸς εἶπε διὰ τοῦ ἐπεὶ 〈δὲ〉 δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω, δεικτικὸν ἂν εἴη τοῦ τὴν πρώτην πρότασιν εἶναι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα.
全句核心骨架为以中性定冠词 τό 引导的不定式从句(τό... κατηγορεῖσθαι,“在‘是什么’中的述项被普遍地述说这一事实”)充当主语,而以 δεικτικὸν ἂν εἴη(“应当是指示……的”)充当谓语。在主语和谓语之间插入了说明其显明原因的长插入成分(φανερὸν 〈ὂν〉 τῷ δεδεῖχθαι... ἄνω),形成了显著的超前倒置/隔置结构(hyperbaton)。
