← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§578.10-579.25

循环生成与证明中的必然性及通常推论

注疏者阐释了亚里士多德在《后分析篇》第二卷第12章末尾关于循环生成与循环证明(概念的外延相等与换位)、以及必然的普遍生成与“多数情况下”生成的伴随关系差异的论述,并过渡到第13章开篇关于“本质”如何与推论项及定义相联系的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.89

" Ἐπεὶ δὲ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν οὖσαν." Εἰπὼν τίνα μὲν τάξιν ἔχει τὸ αἴτιον ἐν τοῖς κυρίως αἰτίοις, ἃ καὶ ὁμόγονα εἶπε, τίνα δ’ ἐν τοῖς ἐφεξῆς γινομένοις, καὶ δείξας ἐπιμαρτυρούμενα τὰ δεδειγμένα καὶ ἐπὶ τῶν ἔργων, ἐπεὶ καὶ τῶν ἔργων καὶ τῶν γινομένων ἐστί τινα 〈ἃ〉 καὶ ἀντιστρέφει ὡς μὴ μόνον τῷ ὑστέρῳ ἕπεσθαι τὸ πρὸ αὐτοῦ γεγονὸς ἀλλὰ καὶ τῷ πρώτῳ τὸ μετ’ αὐτό (κύκλῳ γὰρ ἡ γένεσίς τινων), λέγει περὶ τούτων, τίνα δύναται ἀντιστρέφειν ὡς ἀλλήλων αἴτια γίνεσθαι, καὶ ἐφ’ ὧν ἡ κύκλῳ γένεσις γίνεται. ὅτι δὲ τούτου αἴτιον τὸ ἐπ’ ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν, δείκνυσι· τὸ γὰρ εἴπερ ἕποιντο ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι τὸ ἐπ’ ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν δηλοῖ.1 ἐπὶ μὲν γὰρ τῆς οἰκίας καὶ τῶν λίθων οὐκ ἀντιστρέφει· οὐ γάρ, εἰ ἕπεται τῇ γενέσει τῆς οἰκίας ἡ τῶν λίθων παρασκευή, ἤδη καὶ τῇ τῶν λίθων παρασκευῇ ἡ τῆς οἰκίας γένεσις. ἀλλ’ οὐδ’ ἐπὶ τῶν ὁμογόνων, ὡς ἔφη, αἰτίων· οὐ γάρ, εἰ ἡ τῆς γῆς ἀντίφραξις αἰτία τῆς ἐκλείψεως, ἤδη καὶ ἡ ἔκλειψις αἰτία τῆς ἀντιφράξεως τῆς γῆς. φησὶ δὲ γίνεσθαι τὴν κύκλῳ δεῖξιν καὶ τὴν ἀντιστροφὴν τῶν αἰτιῶν, ἐφ’ ὧν ἕπονται ἀλλήλοις οἱ τρεῖς ὅροι τοῦ συλλογισμοῦ ἐπ’ ἴσης ὄντες καὶ ἄλλοτε ἄλλου μέσου τε καὶ αἰτίου τιθεμένου.

“由于我们看到在生成之物中存在某种循环生成。” 在说明了原因在严格意义的原因(他也称之为同胞原因)中具有何种次序,以及在继起生成之物中具有何种次序,并指明了已被证明之物在实际事象中也得到证实之后,由于在事象和生成之物中也有某些项能够换位,以至于不仅在后项之前生成者伴随着在后项,而且在第一项之后者也伴随着第一项(因为某些事物的生成是循环的),因此他论及这些事物,说明哪些事物能够换位以致成为彼此的原因,以及循环生成发生于何种情形中。而且他表明,造成这种情况的原因是诸项外延相等且相互换位;因为“如果中项与两极端项确实相互伴随”这一语句表明它们外延相等并能够换位。因为在房屋和石块的情形中并不换位;因为如果石块的准备伴随着房屋的生成,并不随之意味着房屋的生成也伴随着石块的准备。但正如他所言,在同胞原因的情形中也不换位;因为如果大地的遮挡是月食的原因,并不随之意味着月食也是大地遮挡的原因。但他指出,循环证明和原因的换位发生在三段论的三个项在外延相等的情况下相互伴随、且时而将此项、时而将彼项置为中项与原因的情形中。

§1.90

"Ἔστι δ’ ἔνια μὲν γινόμενα καθόλου· ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται." Δείξας ἐπὶ τῶν γινομένων ἐφ’ ὧν μὲν τὴν ἀκολουθίαν ὑγιᾶ ἐκ τῶν ὑστέρων ἀρχομένην, ἐφ’ ὧν δὲ καὶ ἀπὸ τῶν πρώτων, ὡς ἐπὶ τῶν κύκλῳ γινομένων, τὴν αἰτίαν τῶν διαφόρων ἀκολουθήσεων ἔοικε διὰ τούτων λέγειν. ἐπεὶ γὰρ τὰ μὲν τῶν γινομένων καθόλου γίνεται, ὁ ἐξηγούμενος εἶπεν2 ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται (τοιοῦτον γὰρ τὸ καθόλου), τὰ δ’ ἀεὶ μὲν οὔ, ὡς ἐπὶ τὸ πολὺ δέ (τοιαῦτα γὰρ τὰ πλεῖστα τῶν γινομένων κατὰ φύσιν), ἐν μὲν τοῖς ἀναγκαίως γινομένοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ μετ’ αὐτό, οὐκέτι δὲ ἐν τοῖς ἐνδεχομένοις, ἀλλ’ ἐπὶ τούτων ἡ ἐκ τῶν ὑστέρων ὑγιὴς ἀκολουθία, ὥσπερ καὶ ἐπὶ πάντων τῶν κατὰ τέχνην γινομένων. τῶν δὲ ἐνδεχομένων συμπερασμάτων ἐν ταῖς ἀποδείξεσιν ἀνάγκη καὶ τὸ μέσον ἐνδεχόμενον εἶναι· εἰ γὰρ ἄμφω εἶεν καθόλου αἱ προτάσεις, τουτέστιν ἀναγκαῖαι, 〈ἀνάγκη〉 πάντως εἶναι καὶ τὸ συμπέρασμα ἀναγκαῖον· ὑπόκειται δ’ ἐνδεχόμενον εἶναι. ὡς δ’ ἐπὶ τῶν ἄλλων ἄμεσοί τινές εἰσιν ἀρχαὶ συλλογιστικαὶ [προτάσεις] (οὐ γὰρ οἷόν τ’ ἐπ’ ἄπειρόν τινων τὰ μέσα λαμβάνεσθαι), οὕτω καὶ ἐπὶ τῶν ἐνδεχομένων τε καὶ ὡς ἐπὶ τὸ πολὺ ἔσονταί τινες ἄμεσοι προτάσεις ἀρχὴν ἔχουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἢ εἶναι ἢ γίνεσθαι.

“生成之物中有些是普遍的;因为始终且在一切情况下它要么如此存在,要么如此生成。” 在表明了在生成之物中,对于哪些事物从后继者出发的伴随关系是健全的,而对于哪些事物从第一者出发的伴随关系也是健全的(如循环生成之物那样)之后,他似乎通过这些话说明伴随关系存在差异的原因。因为既然生成之物中有一部分是普遍生成的,而他在解释时说了“因为始终且在一切情况下它要么如此存在,要么如此生成”(因为普遍者即是如此),另一部分则并非始终、而是多数情况下如此(因为依自然生成之物的大多数皆是如此),所以在必然生成的事物中,后随之物也伴随着第一者,但在可能偶然的事物中却不再如此;相反,在这些事物中,从后继者出发的伴随关系才是健全的,正如依技术生成的一切事物中一样。而在证明中的可能偶然结论中,中项也必然是可能偶然的;因为如果两个前提都是普遍的,即必然的,那么结论也〈必然〉全然是必然的;但它被假定为是可能偶然的。正如在其他情形中某些无中介的前提是推论的始点一样(因为在某些项中中项不可能无限获取),在可能偶然以及多数情况下的事物中,也将有某些无中介的前提,以多数情况下的存在或生成作为其始点。

§1.91

"Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται." Τουτέστιν ἐν τοῖς ὅροις λαμβάνεται τοῖς ἐξ ὧν ὁ συλλογισμός· εἴρηκε γὰρ ὅτι μέσος ὅρος οὗτος ἐν ταῖς ἀποδείξεσι λαμβάνεται. ἢ ἀντὶ τοῦ ‘εἰς τοὺς ὁρισμούς’· οἱ γὰρ θέσει διαφέροντες ὁρισμοὶ τῆς ἀποδείξεως3 καὶ τὸ τί ἐστι τοῦ πράγματος, τουτέστι τὸ εἶναι τὸ πρᾶγμα λαμβάνουσι διὰ τοῦ τὴν αἰτίαν τῆς ὑπάρξεως αὐτοῦ λαμβάνειν.

“那么,是什么如何被归于诸项之中。” 也就是在构成推论的诸项中被获取;因为他曾说过,这个[是什么]在证明中被作为中项获取。或者用来代替“归于诸定义中”;因为在位置上与证明相异的定义,正是通过获取事物存在的因由,来一并获取事物的是什么,即事物的存在。

语法注3 条
  1. 1.89τὸ γὰρ εἴπερ ἕποιντο ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι τὸ ἐπ’ ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν δηλοῖ

    此处出现双重冠词 τὸ 名词化的句式结构。第一个中性冠词 τὸ 将条件从句 εἴπερ ἕποιντο ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι 作为引语名词化,充当主动词 δηλοῖ 的主语;第二个 τὸ 则将不定式短语 ἐπ’ ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν 名词化,充当 δηλοῖ 的直接宾语。

  2. 1.90ὁ ἐξηγούμενος εἶπεν

    分词 ὁ ἐξηγούμενος 在上下文中应理解为亚里士多德在阐明自己前一句话(καθόλου γίνεται)时的动作(即“他在解释时说道”)。虽然从语法上该词亦可指代第三者“注疏家”,但由于其后直接引述的是亚里士多德本文(引文 lemma)的后续词句(ἀεί τε γάρ...),因此其主语确定为亚里士多德本人。

  3. 1.91οἱ γὰρ θέσει διαφέροντες ὁρισμοὶ τῆς ἀποδείξεως

    该名词短语的核心是主语 οἱ ὁρισμοί 受现在分词短语 θέσει διαφέροντες(在配置/位置上相异)的修饰,而属格 τῆς ἀποδείξεως 则是分词 διαφέροντες 所要求的表示分离与比较的属格(即“在位置上与证明相异的定义”),符合《后分析篇》第二卷第10章中的标准定义学说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:578.10-579.25