- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:577.4-578.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《后分析篇》95b22–25中探讨过去和将来事件中获取中项是否会在无中介前提处停顿的问题,注解者通过将时间的连续可分性与事件的继起性(离散性)进行对比,论证了无中介的始原是从最近的极限事件确立起来的。
" Οὕτω δὲ λαμβάνοντι τὸ μέσον." Οὕτω φησὶ τὴν ἀκολουθίαν κάτωθεν λαμβάνεσθαι καὶ τὸ μέσον καὶ αἴτιον προγενέστερον τιθέντι·1 οἷον πάλιν τῶν Γ εἰ μέσον τι ἄλλο λάβωμεν, ἔσται συμπέρασμα τὸ ΓΔ, ὃ ἦν πρότερον προτέρῳ. καὶ οὕτω δὴ ἀεὶ τῶν λαμβανομένων πρότερον ἐν τῇ ἀκολουθίᾳ μέσον τι μεταξὺ γεγονὸς αὐτῶν λαμβανόντων ἡμῶν ἤτοι στήσεταί ποτε ἡ τοῦ μέσου λῆψις εἰς ἄμεσον ἀκολουθίαν, ἢ ἀεὶ καὶ ἐπ’ ἄπειρον ἔσται πάλιν τῶν γεγονότων μέσον τι γεγονὸς λαμβάνειν. ὅσον μὲν οὖν ἐπὶ τῷ χρόνῳ ἀεὶ ἔσται μέσον τι πάντων δύο γεγονότων· τῷ γὰρ πᾶν τὸ γεγονὸς ἐν τῷ νῦν γεγονέναι, πάντων δὲ τῶν νῦν μεταξὺ χρόνον ἐπ’ ἄπειρον εἶναι διαιρετὸν πάντων ἔσται τῶν γεγονότων τι μεταξὺ δυνατὸν λαβεῖν. ἐπεὶ δὲ μὴ ἀνάγκη ἐν παντὶ τῷ χρόνῳ γεγονέναι τι ἢ γίνεσθαι (οὐ γὰρ συνεχῆ τὰ γινόμενα, ὡς ἔδειξεν), ἔσται τινὰ καὶ ἄμεσα γεγονότα λαβεῖν, ὧν μεταξὺ μὲν τοῦ γεγονότος χρόνος ἔσται, οὐ μὴν καὶ γεγονός τι μεταξύ, ὡς εἶναι αὐτὰ ἐφεξῆς ἀλλήλοις μηδενὸς αὐτῶν γεγονότος μεταξύ. οὕτως οἷόν τε ἔσται ἄμεσα γεγονότα λαβεῖν, αἳ ἀρχαὶ τῆς ἀποδείξεως κατὰ τὴν ἀκολουθίαν τὴν προειρημένην ἔσονται, καὶ ἔσται ἡ ἀρχὴ ἀπὸ τοῦ ἐσχάτου νῦν γεγονότος. αὐτὸς δὲ περὶ μὲν τοῦ ἄμεσά τινα ληφθήσεσθαι μετὰ τὸ τελευταῖον μὲν γεγονὸς πρῶτον δὲ λαμβάνειν οὐ διαβεβαιούμενος, ὅτι μέντοι ἔσται τι ὃ πρῶτον ληφθήσεται, ὃ οὕτως μέσον ἔσται τῷ μηδὲν μηδέπω γεγονέναι μετ’ αὐτό, ὃ πρὸ τούτου ἐλάμβανε, τοῦτο πάντως ἔσεσθαι λέγων·2 τὸ γὰρ τῷ νῦν ἐνεστῶτι πλησίον, μεθ’ ὃ οὐθὲν γέγονε, πρῶτον καὶ ἀρχὴ καὶ ἄμεσον.
“而对于如此获取中项的人。” 他说,对于也将中项即原因设定为先前生成者的人而言,伴随关系是如此从下面被获取的;例如,如果我们又在各个Γ项之间取某另一个作为中项,结论将是ΓΔ,它是先前者的先前者。而这样一来,当我们不断在伴随关系中先前被取定者之间取某个在它们之间生成的项作为中项时,中项的获取要么将在某个无中介的伴随关系处停顿下来,要么将始终且无限地可能在已生成者之间重新取某个已生成的中项。因此,就时间而言,在任意两个已生成之物之间将始终有某种中间物;因为由于一切已生成之物都是在“现在”中生成的,而在所有的“现在”之间存在着无限可分的时间,所以在一切已生成之物之间都能够取某物。但由于并不是必然在所有时间中都有某物已经生成或正在生成(正如他所表明的,正在生成之物并非连续的),因此也将能够取某些无中介的已生成之物,在它们之间会有时间存在,但绝不会在其中间还有某种已生成之物存在,以至于它们由于其间没有任何已生成之物而相互继起。这样一来,就能够获取无中介的已生成之物,它们将成为依照前述伴随关系的证明始点,而始点将从当前最近生成的极限之物开始。他本人虽然对于在把最后生成之物作为第一项取定之后是否能取到某种无中介之物并未加以断言,但他却声明必定会有某种被首先取定的东西,它由于其后尚未生成任何东西而以此种方式成为中项,正如他在此之前所取的那样——这必定会成立。因为紧邻于当下“现在”、其后未生成任何东西的物,就是第一者、始点和无中介者。
"Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται· εἰ γὰρ ἀληθὲς εἰπεῖν." Ὡς ἐπὶ τῶν γεγονότων εἶχε κατὰ τὸ μὴ εἶναι συνεχῆ ἀλλήλοις τὰ γεγονότα ἀλλ’ εἶναι πάντων τῶν γεγονότων μεταξὺ χρόνον, ὃς ἐπ’ ἄπειρόν ἐστι διαιρετός (συνεχὴς γάρ), οὕτως καὶ ἐπὶ τῶν ἐσομένων. οὐδὲ γὰρ τὰ ἐσόμενα συνεχῆ ἀλλήλοις· καὶ γὰρ τὸ ἐσόμενον ἐν ἀτόμῳ, ὡς καὶ τὸ γεγονός· γέγονε μὲν γὰρ ἐν χρόνῳ, παύεται δὲ τοῦ γεγονέναι καὶ γεγονός ἐστιν ἐν ἀτόμῳ. εἶναι δὴ 〈δεῖ〉 καὶ μεταξὺ τούτων χρόνον ἐπ’ ἄπειρον διαιρετόν. δεῖ δὲ καὶ ἐπὶ τῶν ἐσομένων καὶ τῶν ἐπ’ ἐκείνων συλλογισμῶν ἀρχὴν λαμβάνειν ἀμέσους προτάσεις· οὐ γάρ, εἰ πάντων τῶν ἐσομένων χρόνος μεταξύ, ἤδη καὶ τῶν ἐσομένων ἐσόμενόν τι, ὥσπερ οὐδὲ τῶν γεγονότων γεγονός. ἢ ἄμεσον ἀρχὴν εἶπεν ἀντὶ τοῦ ‘ἔσχατόν τι ὁρίσαν τὰ ἐσόμενα3 ἀφ’ οὗ ἡ ἄνοδος ἐπὶ τὰ πρὸ αὐτοῦ ἐσόμενα’. ἢ ἀρχὴ ἄμεσος ληπτέα ἀντὶ τοῦ ‘πρότασίς τις χωρὶς μέσου, ἥτις ἀρχή ἐστι τοῦ συλλογισμοῦ’. δείκνυσι δὲ τὴν εἰρημένην ἀκολουθίαν οὕτως ἔχουσαν καὶ ἐπὶ τῶν ἔργων τε καὶ πραγμάτων τῶν τε ἤδη γενομένων καὶ τῶν ἐσομένων.
“同样在‘将存在’的情形中也是如此;因为如果言说为真。” 正如在已生成之物的情形中,就已生成之物之间互不连续、而在一切已生成之物之间存在着无限可分的时间(因为时间是连续的)而言是如此,在将来生成之物的情形中同样如此。因为将来生成之物之间也互不连续;因为将来生成之物也是在不可分的瞬间中,正如已生成之物一样;因为生成过程虽在时间中发生,但生成的完结终止并成为已生成状态却是在不可分的瞬间中。因此在这些事物之间也〈必须〉存在无限可分的时间。而且在将来生成之物以及关于它们的推论中,也必须取无中介的前提作为始点;因为即使在所有将来生成之物之间存在时间,并不随之意味着在将来生成之物之间也有某种将来生成之物,正如在已生成之物之间也没有已生成之物一样。或者他说无中介的始点,是用来替代“划定将来生成之物界限的某个终极点,从该点出发向上回溯至先于它的将来生成之物”。或者无中介的始点应当被理解为替代“某种没有中项的前提,它是推论的始点”。而且他表明,上述伴随关系在无论已经生成的活动与事理中,还是在将来生成的活动与事理中,都同样如此成立。
- 1.87τιθέντι
与格现在分词 τιθέντι 与引文中的 λαμβάνοντι(与格)相呼应,在不定式结构(τὴν ἀκολουθίαν ... λαμβάνεσθαι)中充当设定条件或视角的关涉与格,构成“对于[如此]设定的人而言,他说伴随关系按此方式被获取”的框架。
- 1.87αὐτὸς δὲ περὶ μὲν τοῦ ἄμεσά τινα ληφθήσεσθαι μετὰ τὸ τελευταῖον μὲν γεγονὸς πρῶτον δὲ λαμβάνειν οὐ διαβεβαιούμενος, ὅτι μέντοι ἔσται τι ὃ πρῶτον ληφθήσεται, ὃ οὕτως μέσον ἔσται τῷ μηδὲν μηδέπω γεγονέναι μετ’ αὐτό, ὃ πρὸ τούτου ἐλάμβανε, τοῦτο πάντως ἔσεσθαι λέγων
主语 αὐτός 之后未接限定动词,而是由 μέν ... μέντοι 连接的两个对属分词从句(οὐ διαβεβαιούμενος 与 λέγων)构成对比,分词在此承担述谓功能,意为“他本人一方面并未断言……,另一方面却声明……”。
- 1.88ἔσχατόν τι ὁρίσαν τὰ ἐσόμενα
中性单数不定过去时主动分词 ὁρίσαν 修饰名词短语 ἔσχατόν τι(中性单数宾格),并支配宾格短语 τὰ ἐσόμενα 作为其直接宾语:“划定将来生成之物界限的某个终极点”,随后引出关系从句 ἀφ’ οὗ ἡ ἄνοδος...。
