← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§575.19-577.3

生成的继起性与由果溯因的推论结构

本节注解亚里士多德《后分析篇》95a39–95b13,根据时间的不可分界限(“现在”)与时间的区别,论证了生成不可能连续而只能是继起的,并阐明了在此种情况下中项(原因)如何通过从后发结果倒推至先发原因而建立推理结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.84

" Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρόνον." Ζητεῖ, εἰ μὴ ἐξ ἀνάγκης ἕπεται τοῖς πρώτοις τὰ δεύτερα μηδ’ ἐστὶ τὸ πρῶτον γινόμενον καὶ αἴτιόν τινος ἐσομένου, διὰ ποίαν αἰτίαν μετὰ τὰ πρῶτα γίνεταί τινα καὶ ἔστι συνέχεια αὐτῶν, ὥστε μετὰ τὸ γεγονέναι τόδε τι, φέρε εἰπεῖν θέρος, γίνεσθαι μετόπωρον καὶ μὴ διαλείπειν, εἴ γε μὴ ἔστιν αἴτιον τοῦ μετοπώρου τὸ θέρος. ἐν μὲν οὖν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως ζητῶν τοῦτο φυσικὴν αὐτοῦ τὴν αἰτίαν ἀποδέδωκεν, ὅτι ἡ τοῦ πέμπτου σώματος ἀΐδιος περιφορὰ αἰτία τοῦ τὴν γένεσιν συνείρειν. ἐνθάδε δὲ ὅσον μόνον λῦσαι τὸ ἀπορούμενον λέγει. φησὶ γὰρ ὅτι οὐδὲ τὴν ἀρχὴν ἐστι συνεχῆ τὰ γινόμενα τοῖς γεγονόσιν·1 οὐ γάρ, εἰ ὁ χρόνος ὁ πᾶς συνεχὴς ἑαυτῷ, ἤδη καὶ ὁ τούτων χρόνος, ἐν ᾧ ταῦτα γίνεται, συνεχής. ὥστ’ εἰ μὴ εἴη τοῦτο, οὐδ’ ἂν αἴτια αὐτοῦ δεόντως ἐπιζητοῖτο. ὅτι οὖν μὴ ἔστιν ἐχόμενα καὶ συνεχῆ τὰ γεγονότα τοῖς γινομένοις, δείκνυσι δείξας πρῶτον ὅτι μηδὲ τὰ γεγονότα ἀλλήλοις ἐστὶ συνεχῆ, εἰ τὸ μὲν πρῶτον εἴη γεγονός, τὸ δὲ μετ’ αὐτό. ὅτι δὲ τὰ γεγονότα οὐκ ἔστι συνεχῆ ἀλλήλοις, παρίστησι διὰ τοῦ πᾶν τὸ γεγονός, ὅτε πρῶτον γέγονε, μὴ ἐν χρόνῳ ἀλλ’ ἐν πέρατι χρόνου γεγονέναι.2 τὸ μὲν γὰρ γινόμενον πᾶν ἐν χρόνῳ γίνεται, τὸ δὲ γεγονὸς ἐν πέρατι χρόνου· τοῦτο δ’ ἐστὶ τὸ νῦν, ὃ ἀδιαίρετον. δέδεικται δὲ ταῦτα ἐν τῇ Φυσικῇ ἀκροάσει. εἰ δὲ συνεχῆ μὲν ταῦτα τῶν ἐν χρόνῳ ὧν ὁ χρόνος συνεχής, τὰ δ’ ἐν οἷς τὰ γεγονότα γέγονεν οὔτε χρόνοι (πέρατα γὰρ χρόνων καὶ οὐ χρόνοι) οὔτε συνεχῆ (οὐδὲν γὰρ συνεχὲς ἐξ ἀδιαιρέτων), οὐδ’ ἂν τὰ γεγονότα συνεχῆ ἀλλήλοις εἴη· ὡς γὰρ ἐκ στιγμῶν οὐχ οἷόν τε συνεχὲς γενέσθαι, οὕτως οὐδὲ ἐκ τῶν ἐν οἷς τὰ γεγονότα. δείξας δέ, ὅτι τὰ γεγονότα οὐ δύναται εἶναι συνεχῆ ἀλλήλοις, ἑξῆς δείκνυσιν ὅτι μηδὲ γεγονός τι γινομένῳ συνεχὲς οἷόν τ’ εἶναι. τὸ μὲν γὰρ γεγονὸς ἐν ἀδιαιρέτῳ γέγονεν, ἐν γὰρ τῷ νῦν· τὸ δὲ γινόμενον ἐν διαιρετῷ, ἐν χρόνῳ γάρ· οὐχ οἷόν τε δὲ συνεχὲς εἶναι διαιρετὸν ἀδιαιρέτῳ. συνεχῆ γὰρ ταῦτα ὧν κοινὸς ὅρος· τὸ δ’ ἀδιαίρετον οὐδὲν ἔχον κοινὸν 〈οὐδ’ ὅρον κοινὸν〉 ἕξει πρός τι.

“此外,时间也不可能是不确定的。” 他探究道:如果第二位的事物并不必然伴随第一位的事物,正在生成的第一者也不是某种将存在之物的原因,那么究竟出于何种原因,某些事物在第一者之后生成,并且它们具有连续性,以至于在此一事物(比如夏天)生成之后,秋天便生成且不中断——假如夏天的确不是秋天的原因?因此在《物理学》第八卷中探讨此事时,他给出了其物理学的原因,即第五实体的永恒旋转是使生成连续相续的原因。但在此处,他所说的仅限于解决当下的疑难。因为他说,正在生成之物甚至根本上就与已经生成之物不是连续的;因为,即使整个时间就其自身而言是连续的,也不等于包含这些事物的、它们于其中生成的时间随之也是连续的。因此,如果情况并非如此,其原因也就不会被适当地追求。那么,他表明已经生成的事物与正在生成的事物既不相接也不连续,乃是首先表明了:即使一者是先生成的,另一者是后生成的,已经生成的事物之间也绝不相互连续。而他确立已经生成的事物之间不连续,是通过以下事实:一切已经生成的事物,当它最初生成时,不是在时间中生成,而是在时间的极限中生成的。因为一切正在生成的事物都是在时间中生成的,而已经生成的事物是在时间的极限中;而这就是“现在”,它是不可分的。这些在《物理学》中已被证明。但是,如果在时间之物中,那些其时间是连续的事物才是连续的,而那些已经生成之物于其中生成的东西既非时间(因为它们是时间的极限而非时间),也不是连续的(因为不可分之物不能构成任何连续物),那么已经生成的事物之间也不可能是连续的;因为正如由点不可能产生连续物一样,由已经生成之物于其中生成的东西也不可能产生[连续物]。在表明了已经生成的事物不可能相互连续之后,他接下来表明,任何已经生成之物也不可能与正在生成之物连续。因为已经生成之物是在不可分之物中生成的,即在“现在”中;而正在生成之物是在可分之物中生成的,即在时间中;而可分之物不可能与不可分之物连续。因为那些具有共同界限的事物才是连续的;而不可分之物没有任何共同之物,对于任何事物也不会拥有〈共同的界限〉。

§1.85

"Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου περὶ κινήσεως δεῖ λεχθῆναι περὶ τούτων." Ἐν τοῖς τελευταίοις τέτρασι λόγοις τῆς Φυσικῆς ἀκροάσεως· εἴρηται γὰρ ἐν ἐκείνοις τίνα τὰ συνεχῆ, τίνα τὰ ἐχόμενα, τίνα τὰ ἐφεξῆς, τίνα χωρίς, τίνα ἅμα· ἀλλὰ καὶ τὴν αἰτίαν ἐν ἐκείνοις ἀποδέδωκε τοῦ τὴν γένεσιν συνείρειν.

“不过关于这些问题,更明白的论述应当在关于运动的普遍讨论中进行。” 在《物理学》的最后四卷中;因为在那些论述中已经说明了何谓连续,何谓相接,何谓继起,何谓分离,何谓同时;不仅如此,在那些论述中他也指出了使生成连续相续的原因。

§1.86

"Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τὸ μέσον τὸ αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω." Οὐκ εἶπε ‘πῶς συνεχοῦς γινομένης τῆς γενέσεως’ ἀλλ’ ἐφεξῆς· ἔδειξε γὰρ ὅτι μὴ συνεχής. πῶς οὖν τὸ μέσον ἔχει, ὃ καὶ αἴτιον τῆς τῶν ἄκρων συναγωγῆς, ἐν τοῖς ἐφεξῆς γινομένοις, εἴρηκε, τουτέστι πῶς λαμβανόμενον μέσον τε καὶ αἴτιον ἂν εἴη τοῦ τε πράγματος καὶ τοῦ συμπεράσματος, ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν,3 τουτέστιν ἀναγκαῖον καὶ ἐν τούτοις, εἰ οὕτω λαμβάνοιτο ἡ ἀκολουθία, πρώτου λαμβανομένου τοῦ αἰτιατοῦ, τὸ μέσον τοῦ ὑστέρου αἴτιον εἶναι. τὸ δὲ προσεχὲς αἴτιον καὶ τὸ οὗ αἴτιον ἄμεσα· τοῦτο δ’, ὅτι συνυπάρχουσιν ἀλλήλοις τό τε αἴτιον καὶ τὸ αἰτιατόν. ὅτι δὲ πρῶτον εἶπε τὸ ὕστερον γεγονὸς (τῆς ἀκολουθίας γὰρ πρῶτον γίνεται), ἐδήλωσεν εἰπὼν ἀρχὴ δὲ τὸ Γ· τοῦτο γὰρ ὑποθέμενος εἶναι τὸ ὕστερον γεγονὸς ἀρχὴν αὐτὸ εἶπε διὰ τὸ ἐγγύτερον εἶναι τοῦ νῦν.

“因此,关于当生成按继起的方式发生时,作为原因的中项处于何种状态,就讨论到此为止。” 他没有说“当生成按连续的方式发生时”,而是说“按继起的方式”;因为他已经表明生成并不是连续的。因此,在按继起方式生成的事物中,作为两端项联结原因的中项处于何种状态——也就是说,它如何被取时才能既作为中项又作为事理与结论二者的原因——他已经说明了:即他们从后继者那里获取伴随关系,也就是说在这些事物中,如果伴随关系如此被取定,由于被引起的结果被首先取定,中项作为后继者的原因也是必然的。而直接的原因与其作为其原因的事物之间是无中介的;而这是因为原因与被引起的结果相互共存。至于他把后来生成的事物称为第一者(因为它成为伴随关系的第一项),他通过说“而始点是Γ”阐明了这一点;因为在假定这是后来生成之物后,他之所以称其为始点,是因为它更接近“现在”。

语法注3 条
  1. 1.84οὐδὲ τὴν ἀρχὴν ἐστι συνεχῆ τὰ γινόμενα τοῖς γεγονόσιν

    作状语用的宾格短语 τὴν ἀρχήν(“根本上”、“从一开始”)与否定词 οὐδέ 连用,构成强烈的全盘否定,意为“正在生成之物甚至根本上就与已经生成之物不是连续的”。

  2. 1.84παρίστησι διὰ τοῦ πᾶν τὸ γεγονός, ὅτε πρῶτον γέγονε, μὴ ἐν χρόνῳ ἀλλ’ ἐν πέρατι χρόνου γεγονέναι

    介词短语 διὰ τοῦ ... γεγονέναι 表达 παρίστησι(“论证/阐明”)的依据,结构为冠词属格 τοῦ 统领不定式 γεγονέναι 及其宾格主语 πᾶν τὸ γεγονός,其中嵌套了由 ὅτε πρῶτον γέγονε 引导的时间从句。

  3. 1.86ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν

    ὅτι 引导的从句充当对前文间接疑问句(πῶς οὖν τὸ μέσον ἔχει ... εἴρηκε)的解释性回答,从句的核心骨干是由属格独立结构 λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν(“由于他们从后继者那里获取伴随关系”)构成的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:575.19-577.3