← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§574.1-575.18

非同时性因果关系中的时间伴随

针对亚里士多德对非同时的原因与结果之间的时间伴随关系的讨论(Bekker 95a22–95a28),注解者在确认现实存在的原因与结果同时共存的基础上,解释了为何从先行生成之事到后继之事的推论不能成立,并指出中项(严格意义上的原因)必须与结果同属一个时代。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.80

" Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται." Ἀνάγκη πάντα τὰ αἴτια καὶ τὰ αἰτιατὰ συνυπάρχειν ἀλλήλοις, ἐὰν τὰ κατ’ ἐνέργειαν ὄντα αἴτια λαμβάνηται· ταῦτα γὰρ καὶ κυρίως αἴτια καὶ συνυπάρχοντα ἐξ ἀνάγκης τοῖς ὁμοίως λαμβανομένοις αἰτιατοῖς. αἴτια γὰρ τὰ μὲν δυνάμει ἐστὶ τὰ δ’ ἐνεργείᾳ τὰ δὲ τῷ πεποιηκέναι· ὡς δ’ ἔχει τὰ αἴτια, οὕτως ἔχει καὶ τὰ αἰτιατά.

“因此以这种方式的原因和它作为其原因的事物是一同生成的。” 如果所取的是现实存在的原因,那么一切原因与被引起的结果都必然相互共存;因为这些才是严格意义上的原因,并且必然与同样被取的结果共存。因为在原因中,有些在潜能上,有些在现实上,有些在已经作用的状态中;而原因处于何种状态,被引起的结果也处于何种状态。

§1.81

"Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ’ ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ." Πῶς ἡ κατὰ τοὺς χρόνους ἀκολουθία σῴζεται ἐφ’ ὧν μὴ συνυπάρχειν δοκεῖ μηδὲ σύγχρονον τὸ αἴτιον τῷ αἰτιατῷ, ἀλλὰ τὸ μὲν αὐτῶν πρῶτον εἶναι τὸ δὲ δεύτερον; δοκεῖ γὰρ εἶναί τινα καὶ οὕτως αἴτια· τοῦτο δ’ ἐν οἷς τὸ πρῶτον γεγονὸς δοκεῖ τοῦ μετ’ αὐτὸ 〈αἴτιον〉 εἶναι. δείκνυσι δ’ ὅτι μή ἐστι πάντως τὸ πρῶτον γεγονὸς αἴτιόν τινι τῶν μετ’ αὐτό. λαμβάνει δὲ πάντας τοὺς χρόνους, καθ’ ἃς δύναται τὸ πρῶτον τῶν μετ’ αὐτὸ αἴτιον λαμβάνεσθαι συμπλοκάς,1 ζητῶν πῶς τῆς ἀκολουθίας λαμβανομένης δύναται ἀληθὲς εἶναι τὸ πρῶτον τῶν μετ’ αὐτὸ αἴτιον εἶναι, ἐπεὶ δεῖ πάντως ἀκολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ τὸ αἰτιατόν.

“但是在不同时的事物中,难道是在连续的时间中吗?” 在那些原因与被引起的结果似乎不共存也不在时间上同时、而是其中一者为第一而另一者为第二的事物中,按时间的伴随关系是如何得以保全的?因为某些事物似乎也是以这种方式作为原因的;而这存在于第一件已经生成的事情似乎是其后事情的原因的事例中。他表明,第一件已经生成的事情绝非无条件地是其后任何事情的原因。他考察了所有的时期,根据这些结合关系,第一者能够被取为其后事物的原因,探求在伴随关系被如何取定时,第一者是其后事物的原因才能为真,因为原因与被引起的结果必须在一切情况下相互伴随。

§1.82

"Τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον." Ἀντὶ τοῦ ‘τοῦ ὕστερον γεγονότος πρὸ αὐτοῦ γεγονός’, ὡς ἄμφω ἐπὶ τῶν γεγονότων εἶναι, οὐ μὴν καὶ ἅμα, ὥσπερ τὸ δεύτερον ἄμφω ἐπὶ τῶν ἐσομένων καὶ τὸ τρίτον ἄμφω ἐπὶ τῶν γινομένων· τοιοῦτον γὰρ καὶ τοῦ γίνεσθαι δ’, εἴ τι ἔμπροσθεν ἐγένετο· γράφεται δὲ καὶ τοῦ γίνεσθαι τὸ τοῦτο γεγονέναι. διὰ γὰρ τούτων εἴληφε ποτὲ μὲν ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀμφότερα, τό τε αἴτιον καὶ τὸ αἰτιατόν, ποτὲ δ’ ἐπὶ τοῦ μέλλοντος. σῴζεται δ’ ἐπὶ τούτων ἡ ἀκολουθία, ἐὰν ἀπὸ τῶν ὑστέρων γένηται καὶ τῶν αἰτιατῶν.

“对于此事的已经生成,有另一事的已经生成。” 这是用来代替“对于后来生成的事物,有在其之前生成的事物”,以便两者都在已经生成的事物上,然而并非也是同时的,正如第二种情况两者都在将要存在的事物上,第三种情况两者都在正在生成的事物上一样;因为“而对于正在生成,若某事在先前生成”也是此类,而且文本中也有写作“对于正在生成,此事已经生成”。因为通过这些,他有时在过去的时间上取原因和被引起的结果两者,有时在未来的时间上取两者。而在这些事物中,伴随关系得以保全,只要它是从后继者也就是从被引起的结果开始生成的。

§1.83

"Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα καὶ τὰ ἑξῆς." Ὅτι ἐπὶ τῶν γεγονότων οὐκ ἀναγκαία ἡ ἀπὸ τοῦ πρώτου γεγονότος ἀρχὴ τῆς ἀκολουθίας ἐπὶ τὸ μετ’ αὐτὸ καὶ δι’ αὐτὸ γεγονὸς ὡς εἶναι,2 ὥσπερ ἐπὶ τοῦ αἰτίου ἀληθὲς τὸ γεγονέναι, οὕτως καὶ ἐπὶ τοῦ αἰτιατοῦ πάντως ἀληθὲς τὸ καὶ αὐτὸ γεγονέναι, οὔτε ἐὰν ὁρίσαντες τὸν χρόνον λέγωμεν οὔτε ἐὰν ἀορίστως· ἐνδέχεται γὰρ τοῦ πρώτου γεγονότος, οἷον τοῦ θεμελίου, τὴν οἰκίαν μηδέπω γεγονέναι. οὕτω δ’ οὐκ ἀκολουθήσει τῷ αἰτίῳ τὸ αἰτιατόν, εἴ γε ἔστιν οὐκ ἀληθὲς τὸ εἰ γέγονε τὸ αἴτιον, γεγονέναι καὶ τὸ αἰτιατόν. ἐν γὰρ τῷ μεταξὺ χρόνῳ, ἐν ᾧ τὸ μὲν ἕτερον γέγονεν, οἷον ὁ θεμέλιος, τὸ δὲ ἕτερον οὔ, ὡς ἡ οἰκία, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι, ἐπεὶ θεμέλιος γέγονε, καὶ οἰκία γέγονεν· τὸ γὰρ γεγονέναι λεγόμενον τὸ μήπω γεγονὸς οὐκ ἀληθές. ὥστε 〈οὐ〉 συγχρονήσει τῷ αἰτιατῷ τὸ αἴτιον οὕτω λαμβανομένης τῆς ἀκολουθίας. δεῖ δὲ τὸ ὥστ’ ἐπεὶ τοῦτ’ ἀληθὲς τοῖς πρὸ αὐτοῦ συνάπτειν ἔτι· οὔτε γὰρ ἀορίστου οὔτε ὁρισθέντος ἔσται χρόνου ὃ ἐδήλωσε διὰ τούτου. ὡς δ’ ἐπὶ τῶν γεγονότων ψευδὴς ἡ ἀκολουθία, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων· οὐ γὰρ ἀληθὲς ἐπὶ τῶν ἐσομένων ἔσται ἀεὶ ὅτι, εἰ τὸ πρῶτον, ἔσται καὶ τὸ μετ’ αὐτό, οὐδ’ ἐπεὶ τόδε γέγονε, τόδε ἔσται. καὶ λέγει τούτου τὸ αἴτιον, ὃ καὶ τῶν φθασάντων ἐστὶν αἴτιον, ὅτι τὸ μέσον δεῖ, τουτέστι τὸ αἴτιον τὸ κυρίως αἴτιον τοιοῦτον ᾧ πάντως τὸ αἰτιατὸν συνυπάρχει, ὁμόγονον εἶναι τῷ αἰτιατῷ, τουτέστι τοῦ αὐτοῦ χρόνου καὶ συνυπάρχειν καὶ ὁμοῦ γίνεσθαι.

“而这些事物的始点也是已经生成的事物,依此类推。” 在已经生成的事物中,伴随关系从第一件已经生成的事物出发、走向在其之后且因其而生成的事物的始点并不是必然的,以至于并非像对于原因而言“已经生成”为真那样,对于被引起的结果而言它自身“也已经生成”也完全为真,无论我们是限定了时间来说还是不确定地说,都是如此;因为在第一者已经生成时(比如地基),房屋完全有可能尚未生成。如果“若原因已经生成,被引起的结果也已经生成”并不为真,那么被引起的结果就不会如此伴随着原因。因为在中间的时间里,其中一者已经生成(比如地基),而另一者并未生成(如房屋),此时说“既然地基已经生成,房屋也已经生成”就不是真的;因为说尚未生成的事物已经生成并不是真的。因此,在伴随关系如此被取时,原因就不会与被引起的结果在时间上同时。但是必须把“因此既然这是真的”这一句进一步与在它之前的内容相连;因为他通过这句话所阐明的,既不属于不确定的时间,也不属于限定的时间。正如伴随关系在已经生成的事物中是假的一样,在将要存在的事物中也是如此;因为在将要存在的事物中,并不总是真的“如果第一者存在,其后之物也将存在”,也不是“既然此事已经生成,此事就将存在”。他也指出了这一情况的原因,这也是前述事物的根源:即中项——也就是严格意义上的原因、亦即被引起的结果无条件地与之共存的那种原因——必须与被引起的结果同种,也就是说,属于同一时间、相互共存并且一同生成。

语法注2 条
  1. 1.81λαμβάνει δὲ πάντας τοὺς χρόνους, καθ’ ἃς δύναται τὸ πρῶτον τῶν μετ’ αὐτὸ αἴτιον λαμβάνεσθαι συμπλοκάς

    关系词短语 καθ’ ἃς ... συμπλοκάς 含有语序倒置,阴性名词 συμπλοκάς 作为介词 κατά 的宾语被纳入关系分句中。在意义上它与 πάντας τοὺς χρόνους 协调,表示“根据这些组合方式,先行者能够被视作后继者之原因的所有时期”。

  2. 1.83Ὅτι ἐπὶ τῶν γεγονότων οὐκ ἀναγκαία ἡ ἀπὸ τοῦ πρώτου γεγονότος ἀρχὴ τῆς ἀκολουθίας ἐπὶ τὸ μετ’ αὐτὸ καὶ δι’ αὐτὸ γεγονὸς ὡς εἶναι

    句首的 Ὅτι 引导陈述句,标示亚里士多德所要证明的论题。随后的 ὡς εἶναι 是表示结果或限定的不定词短语(“以至于…”),对 οὐκ ἀναγκαία 进行限定和补充说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:574.1-575.18