- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:572.10-573.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者针对《后分析篇》95a3–95a10展开阐释,梳理了由思虑和技艺产生之事与偶然和运气的关系(尤其是在推测性技艺中),进而探讨了原因对于过去、现在与未来事物的同一性(形式上的同一性、时间上的同时性以及假设的必然性)。
" Ἐν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτομάτου ὑπάρχει." Καὶ τῶν μὲν φύσει γινομένων καὶ ἐξ ἀνάγκης καὶ αὐτομάτως τινὰ γίνεται· τὸ γὰρ αὐτόματον ἐν τοῖς γινομένοις φύσει. τῶν δ’ ἀπὸ διανοίας ἐξ ἀνάγκης μὲν οὐδὲν γίνεται· τὸ δ’ αὐτόματον, ἤτοι τὸ ἀπὸ τύχης, ἔνια μὲν αὐτῶν ἐπιδέχεται, ἔνια δ’ οὔ. καὶ διὰ τούτων δείκνυσιν ὅτι τὸ ἕνεκά του ποιεῖν ἔν τε τῇ φύσει ἐστὶ καὶ ἐν τῇ διανοίᾳ.
“但是在由思虑产生的事物中,有些绝非出于偶然。” 在由自然生成的事物中,有些既出于必然生成,也偶然地生成;因为偶然存在于按自然生成的事物中。但是在由思虑产生的事物中,没有任何事物是出于必然生成的;然而偶然,也就是出于运气的事物,它们之中的有些接受,有些则不接受。通过这些他表明了:“为了某种目的而作为”既存在于自然之中,也存在于思虑之中。
"Τὰ δὲ καὶ ἀπὸ τύχης, οἷον ὑγίεια καὶ σωτηρία." Εἰπὼν τὰ μὲν ἀπὸ διανοίας γινόμενα μὴ γίνεσθαι ἀπὸ τύχης τὰ δὲ γίνεσθαι, τίνα ἐστὶ καθόλου, ἐν οἷς τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι, λέγει. τῶν γὰρ κατὰ τέχνην γινομένων ὅσα ἐνδέχεται καὶ οὕτως καὶ οὕτως γίνεσθαι, τουτέστι καὶ κατὰ τὴν βούλησιν τοῦ τεχνίτου καὶ παρὰ ταύτην, ἐν τούτοις τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι. εἰσὶ τοιαῦται τῶν τεχνῶν αἱ στοχαστικαί· αὗται γὰρ περὶ τοιαῦτα καταγίνονται ὡς ἐνδέχεσθαί ποτε καὶ τὸ ἀντικείμενον ἀποβῆναι, διὰ τὸ μὴ εἶναι ὡρισμένα καὶ πρόδηλα οἷς τε χρῶνται καὶ μή.1 περὶ δὲ τὰ οὕτως ἐνδεχόμενα καὶ μὴ οὕτως καὶ ἡ τύχη ἐστίν, ὅταν μὴ κατὰ βούλησιν τοῦ τεχνίτου γένηται, [καὶ] ὅτι τὸ ἕνεκά του ἢ φύσει ἢ τέχνῃ, οὐ μὴν ἀπὸ τύχης.
“而有些也出于运气,比如健康和拯救。” 在说明了由思虑产生的事物中有些不出于运气而有些出于运气之后,他指出同一事物既能由思虑也能由运气产生的那些事物普遍是哪些。因为在按技艺生成的事物中,凡是既可能如此生成又可能以另一方式生成的事物——即既按工匠的意愿也反其意愿生成的事物——在这些事物中,同一事物既可能由思虑也可能由运气产生。推测性的技艺就是此类技艺;因为它们所处理的是这类事情,以至于由于它们所使用和不使用的手段并非确定和预先明晰的,有时也会产生相反的结果。运气也是关于这些可以如此也可以不如此的事物,只要事情不是按照工匠的意愿产生,因为“为了某种目的”要么出于自然要么出于技艺,绝非出于运气。
"Μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως." Ἐν γὰρ τοῖς ἐνδεχομένοις καὶ οὕτως καὶ μὴ οὕτως, οὐ τοῖς ἀπὸ τύχης γινομένοις ἀλλ’ ὅσα ἐνδεχόμενά ἐστι γινόμενα κατὰ τέχνην, ἐν τούτοις ἐνδέχεται ταῦτα καὶ ἀπὸ διανοίας καὶ κατὰ τέχνην καὶ ἀπὸ τύχης γίνεσθαι, ὅταν γὰρ τῷ γινομένῳ κατὰ τέχνην ἄλλο τι ἀπαντήσῃ παρὰ τὸ οὗ χάριν ἐγίνετο. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὴ ἀπὸ τύχης γένηται τὸ γενόμενον, τότε ἕνεκά του καὶ ἀπὸ διανοίας γίνεται.
“尤其是凡既可能这样也可能以另一方式存在的事物。” 因为在既可能如此也可能不如此的事物中,不是指那些出于运气生成的事物,而是凡能够按技艺生成的事物,在这些事物中,它们既可能由思虑、按技艺生成,也可能出于运气生成;因为只要在按技艺生成的事物中,遭遇到与它本来为了某种目的而生成的事情不同的其他事情,就是如此。而在这些事物中,当所生成的事物不是出于运气生成时,那时它就是为了某种目的且由思虑生成的。
"Τὸ δὲ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γεγενημένοις." Τὸ αὐτό, φησίν, αἴτιον εἶναι δεῖ τῷ εἴδει (τοῦτο γὰρ ἐνδεῖ τῇ λέξει) τοῖς γινομένοις τοῦ γίνεσθαι καὶ τοῖς γεγονόσι τοῦ γεγονέναι καὶ τοῖς ἐσομένοις τοῦ ἔσεσθαι καὶ τοῖς οὖσι τοῦ εἶναι, ἀλλὰ τοῖς μὲν γινομένοις γινόμενον τὸ αὐτό, τοῖς δὲ γεγονόσι γεγονός, τοῖς δὲ ἐσομένοις ἐσόμενον, ὥσπερ τοῖς οὖσιν ὄν. τὸ δ’ ὥσπερ καὶ τοῖς οὖσιν οὐκ ἀργῶς πρόσκειται· ὃ γὰρ τοῖς οὖσι, τοῦτο κἀκείνοις ὁμοίως κατὰ τὸν χρόνον ἀκολουθεῖ. εἰπὼν δὲ τὸ αὐτὸ αἴτιον εἶναι, πῶς τὸ αὐτό, ὅτι οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει, ἐδήλωσεν εἰπὼν πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς δ’ ἐσομένοις ἐσόμενον· ἰσοχρονεῖ γὰρ τὸ αἴτιον τῷ αἰτιατῷ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ κατ’ ἀριθμὸν ἅμα τε εἶναι καὶ ἔσεσθαι. εἰκότως δὲ συνδιαιρεῖται κατὰ τοὺς χρόνους τὰ κυρίως αἴτια τοῖς αἰτιατοῖς· ἅμα γὰρ τῇ φύσει ὡς πρός τι, ὥστ’ ἀδύνατον ὄντος τοῦ αἰτίου μὴ καὶ τὸ αἰτιατὸν εἶναι. ἢ εἰ αἴτιον λαμβάνοιτο καὶ [μὴ] οὗ ἐστιν αἴτιον ἐπὶ τῶν μὴ ἅμα, σῴζοιτ’ ἂν τό τε μηδὲν ἀναιτίως γίνεσθαι καὶ τὸ μὴ πάντα ἐξ ἀνάγκης, ὃ ἔθεντό τινες ὡς ἑπόμενον τῷ μηδὲν ἀναιτίως γίνεσθαι, κάτωθεν καὶ ἀπὸ τῶν ὑστέρων τὴν ἀνάγκης ἀκολουθίαν ἡμῶν λαμβανόντων.2 ἣν καὶ ἐν τοῖς Φυσικοῖς μὲν ἔδειξεν εἰπὼν ἐν τῷ γίνεσθαι ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον εἶναι· εἰ γὰρ τὸ ὕστερον, ἐξ ἀνάγκης τὸ πρότερον. καὶ νῦν δὲ τὸ αὐτὸ λέγει, ὅτι ἐκ τῶν ὑστέρων ἀρχόμενον σώζεται τὸ τῶν μὲν γεγονότων γεγονὸς καὶ τὸ αἴτιον εἶναι, τῶν δ’ ἐσομένων ἐσόμενον· οὐκέτι μέντοι, εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον, ὅτι μὴ πάντως ὄντι τῷ πρώτῳ ἕπεται τὸ καὶ αἰτίῳ εἶναι.3
“但是对于正在生成的事物和已经生成的事物而言,原因是相同的。” 他说,对于正在生成的事物而言生成的原因、对于已经生成的事物而言已经生成的原因、对于将要存在的事物而言将要存在的原因、对于存在的事物而言存在的原因,在形式上必须是相同的(因为在原文中缺少这一点);但是对于正在生成的事物,这相同的[原因]是正在生成的,对于已经生成的事物它是已经生成的,对于将要存在的事物它是将要存在的,正如对于存在的事物它是存在的一样。而“正如对于存在的事物一样”这一句并不是无谓地附加的;因为属于存在事物的情况,对于那些事物在时间上也同样伴随着。在说明了原因是相同的之后,他通过说“只是对于存在的事物它是存在的,对于正在生成的事物它是正在生成的,对于将要存在的事物它是将要存在的”,阐明了是如何相同的,即并非在数目上而是在形式上相同;因为原因与被引起的结果在时间上相同;因为数目上相同的事物不可能同时既存在又将在未来存在。而严格意义上的原因在时间上与被引起的结果共同被划分是合理的;因为作为相关项,它们在自然上是同时的,从而当原因存在时,被引起的结果不可能不同时存在。或者,如果在不是同时的事物上取原因及其作为原因的对象,那么“无物无因而生”以及“并非一切都出于必然”——这是某些人设立为“无物无因而生”的推论——这两者都会得到保全,只要我们从下往上且从后继者那里把握必然的伴随关系。这推论他在《物理学》中也已阐明,他说在生成中的必然是假设性的;因为如果有后继者,必然就有先行者。而现在他说的也是这同一件事,即从后继者出发时,“对于已经生成的事物原因也是已经生成的,对于将要存在的事物原因也将是将要存在的”这一点得以保全;然而不再是如果有第一者就也有第二者,因为并非对于第一者而言只要存在就完全伴随着它也是原因。
- 1.77οἷς τε χρῶνται καὶ μή
关系代词 οἷς 同时受 χρῶνται 及省去的 μὴ χρῶνται 支配,意为“他们所使用和不使用的手段/工具”。其先行词被理解为指代手段或工具的泛指中性复数概念。
- 1.79κάτωθεν καὶ ἀπὸ τῶν ὑστέρων τὴν ἀνάγκης ἀκολουθίαν ἡμῶν λαμβανόντων
属格独立结构,充当条件从句(“如果我们……把握必然的伴随关系”)。κάτωθεν(从下往上)与 ἀπὸ τῶν ὑστέρων(从后继者那里)并列,表明推论的方向(即从结果到原因的假言必然性)。
- 1.79μὴ πάντως ὄντι τῷ πρώτῳ ἕπεται τὸ καὶ αἰτίῳ εἶναι
ἕπεται 的主语是带冠词不定式 τὸ καὶ αἰτίῳ εἶναι(也是原因这一点),动词 ἕπεται 支配与格分词短语 ὄντι τῷ πρώτῳ(对于存在的第一者而言)。否定词 μή 与 πάντως 结合,表示部分否定(“并非只要第一者存在就必然伴随着它也是原因”)。
