← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§570.21-572.9

目的因的论证与必然性的双重意义

注解者阐释了亚里士多德《后分析篇》94b18–94b37,说明了将定义置换为名称作为中项的意义、动力因与目的因在生成次序上的相反性、质料必然因与形式目的因的并存,以及必然的双重性(自然与强迫)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.69

" Τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν; καὶ τὰ ἑξῆς." Λαβὼν τὸν δοκοῦντα τῆς ὑγείας ὁρισμόν, 〈ὃν〉 εἴληφε μέσον ὅρον, καὶ διὰ τούτου δείξας μέσον ὅρον ἐν τῇ ἀποδείξει γινόμενον τὸ οὗ ἕνεκα αἴτιον, ὅτι μηδὲν διαφέρει τὸν ὁρισμὸν ἢ οὗ ὁ ὁρισμός ἐστι λαβεῖν μέσον, ἐνεδείξατο εἰπὼν1 δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους· ἐν γὰρ τῇ μεταλήψει τῶν ὀνομάτων εἰς τοὺς λόγους φανερώτερα γίνεται τὰ λεγόμενα. ἐπὶ γοῦν τοῦ προκειμένου τὸ μὲν τὸν ἀπὸ δείπνου περίπατον ὑγείας χάριν γίνεσθαι οὔτε γνώριμον τῷ μὴ δῆλον εἶναι πῶς ἐστιν αἴτιον ὑγείας· ἀντὶ δὲ τῆς ὑγείας μεταληφθέντος τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς κοιλίας γνώριμον τὸ τὸν περίπατον τούτου χάριν γίνεσθαι· ὃ εἴ ἐστι τοῦ ὑγιαίνειν λόγος, ἅμα ἂν εἴη γνώριμον γινόμενον καὶ ὅτι ὁ ἀπὸ δείπνου περίπατος ὑγείας ἕνεκα γίνεται. τὸ οὖν δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους εἶπε δεικνὺς ἡμῖν ὅτι οὕτως ἂν ἀποδεικνύοιμεν καὶ γνώριμον τὸ λεγόμενον ποιοῖμεν, εἰ τὸν ὁρισμὸν λαβόντες τοῦ οὗ ἕνεκα δι’ ἐκείνου δεικνύοιμεν αὐτό. ὁ δὲ τοῦ οὗ ἕνεκα ὁρισμὸς οὐδὲν ἄλλο ἢ τὸ οὗ ἕνεκέν ἐστιν· ὥστε, ὅταν οὗτος ᾖ μέσος, τὸ οὗ ἕνεκεν αἴτιον μέσον λαμβάνεται.

“那么,对于Γ,使Α属于它的原因是什么?等等。” 在采纳了他作为中项所采纳的、被认为是健康的定义,并通过它表明了‘为了某种目的’的原因在论证中成为中项之后,他通过说“但必须置换这些说明”指明了:采纳定义还是采纳定义所指的事物本身作为中项,是毫无区别的。因为在把名称置换为说明时,所说的内容会变得更加清楚。至少在眼下的事例中,饭后散步是为了健康这件事情并不为人熟知,因为尚不清楚它是如何成为健康的原因的;然而,当用‘食物不浮在胃的入口’置换健康时,散步是为了这一目的这件事情就是为人熟知的;而如果这是‘健康’的说明,那么饭后散步是为了健康这也将同时变得为人熟知。因此他说“但必须置换这些说明”,是向我们表明:如果我们采纳‘为了某种目的’的定义并通过它来论证那件事物,我们就会以此方式进行论证并使所说的内容为人熟知。而‘为了某种目的’的定义不是别的,正是‘为了某种目的’本身;因此,当这是中项时,‘为了某种目的’的原因就被采纳为了中项。

§1.70

"Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα." Ὅτι αἱ γενέσεις ἀνάπαλιν ἔχουσιν ἐπὶ τῶν τελικῶν αἰτίων καὶ ἐπὶ τῶν ποιητικῶν· τὰ μὲν γὰρ ποιητικὰ αἴτια πρῶτα γίνεται τοῦ πράγματος, τὰ δὲ τελικὰ τελευταῖα.

“但这里的生成是相反的。” 这是说,在目的因和动力因的情形中,生成是相反的;因为动力因先于事物产生,而目的因则在最后产生。

§1.71

"Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ ἀνάγκης." Ὅτι ἐνδέχεται τὸ αὐτὸ καὶ ἐξ ἀνάγκης εἶναι καὶ ἕνεκά του, ὁμοίως τε καὶ γενέσθαι ἐνδέχεται ἐξ ἀνάγκης καὶ ἕνεκά του. καὶ ἔστι τὸ μὲν ἐξ ἀνάγκης αἴτιον τὸ ὑλικόν, τὸ δὲ ἕνεκά του 〈τὸ〉 τελικόν, ὡς δύο αἰτίας τὸ αὐτὸ ἔχειν τοῦ εἶναι, ὡς τὸ διὰ τοῦ λαμπτῆρος φῶς, καὶ τοῦ γίνεσθαι, ὡς τὴν βροντήν, τήν τε ὑλικὴν καὶ τὴν τελικήν2 (ἔστι δ’ ἐν τοῖς κατὰ φύσιν γινομένοις τὸ μὲν ἐξ ἀνάγκης γινόμενον παρὰ τῆς ὕλης, τὸ δ’ ἕνεκά τινος παρὰ τοῦ εἴδους), πλεῖστα δὲ τοιαῦτα ἅμα εἶναι ἄμφω ἔχοντα ἐν τοῖς φύσει γινομένοις τε καὶ συνεστῶσι· διττὴ γὰρ ἡ φύσις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική.

“但同一事物既可以为了某种目的存在,也可以出于必然存在。” 这是说,同一事物既可以出于必然存在,也可以为了某种目的存在,同样,它既可以出于必然生成,也可以为了某种目的生成。出于必然的原因是质料因,而为了某种目的的原因是目的因,从而同一事物对于存在(如穿过灯笼的光)以及对于生成(如雷)而言,都具有质料因和目的因这两个原因(在按照自然生成的事物中,出于必然生成的是来自质料,而为了某种目的生成的是来自形式);并且,同时具有这两者的此类事物,在按自然生成和构成的事物中是最多的;因为自然是双重的,一种是按形式的、为了某种目的而作为的自然,另一种是质料性的、出于必然的自然。

§1.72

"Πλεῖστα δὲ τοιαῦτά ἐστι, καὶ μάλιστα ἐν τοῖς κατὰ φύσιν συνισταμένοις." Πλεῖστα εἶπεν ἐν τοῖς κατὰ φύσιν. οὐ γὰρ μόνον ἐν τούτοις ἀλλὰ καὶ ἐν τοῖς κατὰ τέχνην γινομένοις· ὁ γὰρ λαμπτὴρ κατὰ τέχνην γεγονὼς ἔχει τοῦ φωτίζειν ἀμφότερα τὰ αἴτια.

“而此类事物是最多的,尤其是在按自然构成的事物中。” 他说是按自然的事物中最多;因为不仅在这些事物中,而且在按技艺生成的事物中也是如此;因为按技艺生成的灯笼,对于照明而言也具有这两种原因。

§1.73

"Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δ’ ἐξ ἀνάγκης." Ὅτι δύο αἱ φύσεις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική.

“因为一种自然是为了某种目的而作为,另一种则是出于必然。” 这是说,自然有两种:一种是按形式的、为了某种目的而作为的自然,另一种是质料性的、出于必然的自然。

§1.74

"Ἡ δὲ ἀνάγκη διττή." Ὅτι καὶ ἡ ἀνάγκη διττή, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ βίᾳ.

“而必然是双重的。” 这是说,必然也是双重的:一种是按自然的,另一种是出于强迫的。

§1.75

"Ἡ μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ παρὰ τὴν ὁρμήν." Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά 〈του〉 αἰτίαν· ἡ γὰρ κατὰ τὸ εἶδος αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ3 πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην γίνεσθαι.

“因为一种是按照自然和冲动的,另一种是出于强迫、违反冲动的。” 凡按自然是必然的事物,都具有‘为了某种目的’的原因;因为按形式的原因就是如此,除非产生了某种畸形,或者出现了质料性残余的某种其他附随物。但是,强迫的必然也可以具有‘为了某种目的’;因为某人也可能为了某种目的而扔石头;然而,它也可以偶然地、徒然地产生。

语法注3 条
  1. 1.69ὅτι μηδὲν διαφέρει τὸν ὁρισμὸν ἢ οὗ ὁ ὁρισμός ἐστι λαβεῖν μέσον, ἐνεδείξατο εἰπὼν

    全句骨干为分词短语(Λαβὼν ... καὶ ... δείξας ...)引导至主要动词 ἐνεδείξατο,而 ὅτι 引导的宾语从句 ὅτι μηδὲν διαφέρει... 在语序上倒置于主要动词之前。在 ὅτι 从句内部,τὸν ὁρισμόν 与 οὗ ὁ ὁρισμός ἐστι 通过比较连词 ἤ 并列,均作为不定式 λαβεῖν 的宾语,μέσον 则作为二者的述谓性宾格补足语。

  2. 1.71ὡς δύο αἰτίας τὸ αὐτὸ ἔχειν τοῦ εἶναι, ὡς τὸ διὰ τοῦ λαμπτῆρος φῶς, καὶ τοῦ γίνεσθαι, ὡς τὴν βροντήν, τήν τε ὑλικὴν καὶ τὴν τελικήν

    句首的 ὡς 引导解释性或结果性从句,接带宾格主语 τὸ αὐτό 的不定式 ἔχειν。δύο αἰτίας 为 ἔχειν 的宾语,句末的 τήν τε ὑλικὴν καὶ τὴν τελικήν 作为同位语限定它。夹在中间的属格 τοῦ εἶναι 与 τοῦ γίνεσθαι 作为宾格性属格修饰 αἰτίας(即“存在的原因”与“生成的原因”),且各自紧跟着由 ὡς 引入的宾格具体例证(穿过灯笼的光、雷)。

  3. 1.75ἐκτὸς εἰ μὴ

    由 ἐκτός(除外)与 εἰ μή(若非)重叠构成的固定习语,意为“除非……”或“除……之外”,引导带潜在希求法 εἴη 的例外条件从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:570.21-572.9