← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§569.1-570.20

质料因与几何学定义及作为中项的目的因

注释者注解了《后分析篇》94a32–94b8,探讨了推论的前提(推论的质料)与事物质料因的关系以及几何学名义定义的性质,随后分析了目的因(健康与饭后散步)如何作为中项发挥作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.67

" Τοῦ Β οὖν ὄντος ἡμίσεος δύο ὀρθῶν τὸ Α τῷ Γ ὑπάρχει καὶ τὰ ἑξῆς." Ὅτι ὁ μέσος ὅρος οὗτος ὁ τὰς δύο προτάσεις ποιῶν καὶ διὰ τοῦτο ὡς ὕλη ἐν τῷ συλλογισμῷ αἴτιος ὢν καὶ ἴσος ὢν τῷ Α, ἐπεὶ ὁ ἴσος τινὶ ὀνόματι λόγος ὁρισμὸς ἐκείνου εἶναι δοκεῖ, κατὰ τοῦτο τὸ σημαινόμενον, φησίν, εἴη ἂν ὁρισμὸς καὶ τί ἦν εἶναι τοῦ κατηγορουμένου ἐν τῷ συμπεράσματι τί σημαίνει ἡ ὀρθὴ λέγων, οὐ τίς ἡ οὐσία αὐτῆς·1 ἦν γάρ τι τοῦ ὁρισμοῦ σημαινόμενον καὶ τοιοῦτον· ὁ γὰρ λέγων ὁρισμὸς ὅτι δύο ὀρθῶν ἡμίσειά ἐστι τί σημαίνει ἡ ὀρθὴ λέγοι ἄν, οὐ τί ἐστιν. εἰ δὴ ὁ μέσος ὅρος, καθὸ αἴτιος τῶν δύο προτάσεων, τὴν ὑλικὴν αἰτίαν ἔχει, δῆλον ὅτι κατ’ ἄλλο μὲν ὡς ὕλη αἴτιος ἔσται, κατ’ ἄλλο δὲ ὡς εἶδος ἢ ποιητικὸν ἢ τελικὸν αἴτιον. εἰ γὰρ κατὰ πάντας τοὺς τρόπους τοῦ αἰτίου μέσος λαμβάνεται, ὡς δείκνυσι, καθ’ ὃν δ’ ἂν ληφθῇ, τῷ μέσος εἶναι αἴτιός ἐστι τῶν δύο προτάσεων, εἴη ἄν, καθ’ ὃν ἂν τρόπον αἰτίου λαμβάνηται, ἀναγκαίως ὡς ὕλη γινόμενος αἴτιος. οὐ μόνον δ’ ἡ τοιαύτη ὕλη, 〈ἥ〉τις ἐστὶν ἐν συλλογισμῷ οὖσα τοῦ συμπεράσματος ὕλη, ἀλλὰ καὶ ἡ κυρίως λεγομένη ὕλη, ἥτις ἐστὶ τοῦ δεικνυμένου πράγματος ὕλη, μέσος ὅρος λαμβάνεται ἐν συλλογισμῷ.

“因此,当Β是两个直角的一半时,Α属于Γ,等等。” 他说,这个产生两个前提命题并因此在推论中作为质料因、且与Α相等的中项——既然与某一名称相等的说明似乎是该名称的定义——按照这种含义,可以说是结论中被述谓项的定义和本质,说明了‘直角’意味着什么,而不是其实体是什么;因为‘定义’也曾有这样一种含义。因为说它是‘两个直角的一半’的定义,所说的将是‘直角’意味着什么,而不是它是什么。因此,如果中项就其作为两个前提命题的原因而言具有质料因,显然它在某一意义上将作为质料因,而在另一意义上将作为形式因、动力因或目的因。因为如果按照原因的所有方式都可以采纳中项(如他所表明的),而无论按照哪种方式被采纳,它作为中项都是两个前提命题的原因,那么无论按照哪种原因方式被采纳,它都必然会成为质料因。而且不仅这种存在于推论之中、作为结论的质料的质料,而且狭义上所说的质料,即被证明之物的质料,也会在推论中被采纳为中项。

§1.68

"Ὅσων δ’ αἴτιον τὸ ἕνεκά τινος, οἷον διὰ τί περιπατεῖ; καὶ τὰ ἑξῆς." Ὄντος τοῦ συλλογισμοῦ τοιούτου, μετὰ ταῦτα δείκνυσι πῶς τὸ ὑγιαίνειν, ὅπερ τέλος καὶ οὗ ἕνεκα τῷ δεῖν ἀπὸ δείπνου περιπατεῖν, μέσος ὅρος ἐλήφθη. δοκεῖ γὰρ ἐπὶ τοῦ προκειμένου συλλογισμοῦ τοῦτο μὲν κατηγορεῖσθαι, τὸ δὲ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας μέσος ὅρος εἰλῆφθαι. δείκνυς δὴ τοῦτο λέγει τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν, τὸ οὗ ἕνεκα; ὃ ἴσον ἐστὶ τῷ ‘τί οὖν αἴτιον ὡς τέλος τε καὶ οὗ ἕνεκα τῷ Γ, τῷ ἀπὸ δείπνου περιπατεῖν, δι’ ὃ καὶ τὸ Α ὑπάρχει αὐτῷ;’. τὸ δὴ Β, φησίν, ὅπερ ἦν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας, ὅ ἐστιν ὡς λόγος καὶ ὁρισμὸς τῆς ὑγείας εἰλημμένος. τοῦ γὰρ τὸ Β τοῦ Α ὥσπερ ὁρισμὸν καὶ λόγον εἶναι δεικτικὸν παρέθετο εἰπὼν2 τὸ γὰρ Α οὕτως ἀποδοθήσεται· ὑγιαίνειν γάρ ἐστι τὸ μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας. ὁ ἄρα τοῦ αἰτίου τοῦ οὗ ἕνεκα ὅρος μέσος τεθεὶς ἔδειξε τὸ διὰ τί. εἰπὼν δὲ τοῦτο δ’ ἐστὶν ὥσπερ ἐκείνου λόγος, τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία (οὐ γὰρ οὗτος ἁπλῶς ὑγείας ὁρισμός), ὅτι ὡς ὁρισμὸν ὄντα τῆς ὑγείας λαμβάνει ὁ δι’ αὐτοῦ δεικνύς, ἐδήλωσεν εἰπὼν τὸ γὰρ Α οὕτως ἀποδοθήσεται· τὸ γὰρ ὑγιαίνειν οὕτως ἀποδώσει ὁ διὰ τούτου δεικνὺς ὑγείας χάριν γίνεσθαι τὸν ἀπὸ δείπνου περίπατον. οὐκοῦν εἰ τῆς μὲν ὑγείας, ὅ ἐστιν οὗ ἕνεκα, λόγος καὶ ὁρισμός ἐστι τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, διὰ δὲ τὸ μὴ δεῖν ἐπιπολάζειν τὰ σιτία τὸ ἀπὸ δείπνου περιπατεῖν, δι’ αἰτίου τοῦ οὗ ἕνεκα μέσου τεθέντος εἴη ἂν ὁ συλλογισμὸς γεγονὼς τοῦ ἀπὸ δείπνου δεῖν περιπατεῖν (οὐδὲν γὰρ διαφέρει ἢ αὐτό τι ἢ τὸν ὁρισμὸν αὐτοῦ ληφθῆναι), ὡς εἶναι τὸν συλλογισμόν· τῷ ἀπὸ δείπνου περιπατεῖν ἕπεται τὸ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς κοιλίας ἴσον ὂν τῷ ὑγιαίνειν· τὸ δ’ ὑγιαίνειν καὶ μὴ ἐπιπολάζοντα ἔχειν τὰ σιτία προσῆκον καὶ δέον· τὸ ἀπὸ δείπνου ἄρα περιπατεῖν προσῆκον. ἢ οὕτως· δεῖ ὑγιαίνειν, τουτέστι μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας· τοῦτο δὲ γίνεται διὰ τοῦ μετὰ δεῖπνον περιπάτου· δεῖ ἄρα μετὰ δεῖπνον περιπατεῖν.

“而在那些原因是‘为了某种目的’的事物中,例如‘为什么散步?’等等。” 在推论具有这种性质的情况下,在此之后他表明了,作为饭后必须散步的目的和‘为了某种目的’的‘健康’,是如何被采纳为中项的。因为在当前所讨论的推论中,这[健康]似乎被述谓,而‘食物不浮在胃口表面’似乎被采纳为了中项。为了表明这一点,他说:“那么,作为‘为了某种目的’、使Α属于Γ的原因是什么呢?”这等同于说:“那么,对于Γ,即饭后散步而言,作为目的和‘为了某种目的’、且因之Α也属于它的原因是什么呢?”他说,这就是Β——即食物不浮在胃口表面,这是被作为健康的陈述和定义采纳的。因为为了表明Β可以说是Α的定义和陈述,他附带说明道:“因为Α将以此方式被说明”;因为健康就是不让食物浮在胃口表面。因此,作为‘为了某种目的’的原因项被置于中间,表明了‘为什么’。而在说了“这可以说是那者的陈述”——即不让食物浮在表面是健康的[陈述](因为这并非单纯意义上的健康定义)——之后,他又通过说“因为Α将以此方式被说明”阐明了:通过它进行证明的人,是把它作为健康的定义来采纳的;因为通过此表明饭后散步是为了健康的人,将把健康以此方式加以说明。因此,如果作为‘为了某种目的’的健康的陈述和定义是‘食物不浮在表面’,而由于食物不应浮在表面故有‘饭后散步’,那么通过把‘为了某种目的’的原因置于中间,关于必须饭后散步的推论就已经构成了(因为无论是采纳事物本身还是采纳其定义,都毫无区别),从而该推论为:“饭后散步伴随着食物不浮在胃口表面,这等同于健康;而健康且不让食物浮在表面是适宜且应当的;因此饭后散步是适宜的”。或者以此方式:“应当健康,即不让食物浮在胃口表面;而这是通过饭后散步实现的;因此应当饭后散步”。

语法注2 条
  1. 1.67Ὅτι ὁ μέσος ὅρος οὗτος ὁ τὰς δύο προτάσεις ποιῶν καὶ διὰ τοῦτο ὡς ὕλη ἐν τῷ συλλογισμῷ αἴτιος ὢν καὶ ἴσος ὢν τῷ Α, ἐπεὶ ὁ ἴσος τινὶ ὀνόματι λόγος ὁρισμὸς ἐκείνου εἶναι δοκεῖ, κατὰ τοῦτο τὸ σημαινόμενον, φησίν, εἴη ἂν ὁρισμὸς καὶ τί ἦν εἶναι τοῦ κατηγορουμένου ἐν τῷ συμπεράσματι τί σημαίνει ἡ ὀρθὴ λέγων, οὐ τίς ἡ οὐσία αὐτῆς

    长句的主干为:Ὅτι ὁ μέσος ὅρος οὗτος... εἴη ἂν ὁρισμὸς καὶ τί ἦν εἶναι τοῦ κατηγορουμένου... λέγων... 主语 ὁ μέσος ὅρος 带有三个并列分词短语(ὁ... ποιῶν, ὢν 及 καὶ ἴσος ὢν),在插入原因从句 ἐπεὶ... δοκεῖ 之后接主要谓语 εἴη ἄν。分词 λέγων 为阳性单数主格,在语法上修饰主语 ὁ μέσος ὅρος(或 ὁρισμός),用以说明该定义的内容或方式。

  2. 1.68τοῦ γὰρ τὸ Β τοῦ Α ὥσπερ ὁρισμὸν καὶ λόγον εἶναι δεικτικὸν παρέθετο εἰπὼν

    中性形容词 δεικτικόν 名词化用作 παρέθετο 的直接宾语(“添列了表明……的证据/论据”),而带冠词属格不定式 τοῦ... τὸ Β τοῦ Α... εἶναι 则作为目的格或说明性属格修饰 δεικτικόν(“表明Β是Α的定义与陈述的证据”)。亦可将 δεικτικόν 作状语/补足语理解,但句意结构相同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:569.1-570.20