← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§567.7-568.31

定义与论证关系的总结及四因作为中项

注解者阐释了亚里士多德对《后分析篇》第二卷第8至10章关于定义与论证关系(因排列而异以及作为结论的定义)的总结,并注记了进入第11章后探讨四种原因(形式、质料、动力、目的)各自如何作为演绎中项的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.63

" Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή." Ὁ μὲν διὰ τί λέγων τὴν αἰτίαν λέγει τοῦ συμπεράσματος· οὕτω δ’ ἀπόδειξις γίνεται. ὁ δὲ λέγων τί ἐστι βροντή, συνάψας ὡς ἕνα λόγον, λέγει τὸ συμπέρασμα μετὰ τῆς αἰτίας. τοῦτο γὰρ αἴτιον τοῦ μὴ ἀπόδειξιν ἁπλῶς εἶναι· τῇ γὰρ θέσει διαφέρει τῆς ἀποδείξεως. τὸν γὰρ αὐτὸν λόγον ἄλλως μὲν ὁριζόμενοι λέγομεν, ἄλλως δ’ ἀποδεικνύντες. ἀποδεικνύντες γὰρ ‘βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν νέφει, ἡ ἀπόσβεσις πυρὸς ἐν νέφει ψόφος ἐστὶν ἐν νέφει, βροντὴ ἄρα ἐστὶ ψόφος ἐν νέφει’ ἢ συνείροντες οὕτως ‘βροντή ἐστι διὰ ἀπόσβεσιν πυρὸς ἐν νέφει ψόφος’, ὁριζόμενοι δὲ λέγομεν βροντὴν εἶναι ψόφον ἐν νέφει διὰ πυρὸς ἀπόσβεσιν, ταὐτὰ μὲν λέγοντες δι’ ἀμφοτέρων τῶν λόγων, οὐ μὴν ὁμοίως, ἀλλ’ ἐν μὲν τῷ ὁρισμῷ τὴν αἰτίαν καὶ τὸν μέσον ὅρον ὕστερον τιθέντες, ἐν δὲ τῇ ἀποδείξει μέσον τε καὶ πρὸ τοῦ συμπεράσματος. ἀπόδειξιν δὲ συνεχῆ ἔφη,1 ἢ ὅτι ἐν πρώτῳ σχήματι· τὰ γὰρ ἐν τούτῳ συνεχῆ τὴν τάξιν καὶ τὴν ἀκολουθίαν λαμβάνει τῷ τὸν μέσον μὴ ἔξω τῶν ἄκρων ἀλλὰ μεταξὺ κεῖσθαι. ἢ συνεχῆ, ὅτι μὴ διῃρημένη εἰς προτάσεις ἀλλ’ ὑφ’ ἓν ἐξενηνεγμένη· ὁ γὰρ λέγων λόγος ‘διὰ τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τοῖς νέφεσιν ὁ ἐγγινόμενος ἐν αὐτοῖς ψόφος βροντή ἐστιν’ οὐκ ἔχει διῃρημένον τὸν λόγον εἰς τὰς προτάσεις οὐδὲ δὶς τὸν μέσον λαμβανόμενον, ἀλλὰ συνεχεῖς εἴρηκε τοὺς ὅρους.

“因为说出为什么打雷与打雷是什么是不同的。” 说明“为什么”的人是在说明结论的原因;论证就是以此方式产生的。而说明“打雷是什么”的人,则是将其结合为一个陈述,将结论连同原因一起说明。因为这正是它并非单纯是论证的原因;因为它在排列上与论证不同。因为我们在定义时以一种方式言说同一陈述,而在论证时以另一种方式言说。因为在论证时我们说:“打雷是云中火的熄灭;云中火的熄灭是云中的响声;因此打雷是云中的响声”,或者以此方式连贯地说:“打雷是因云中火的熄灭而产生的响声”;而在定义时我们说,打雷是因火的熄灭而产生的云中的响声,通过两种陈述言说了同样的事物,但绝非以同样的方式,而是在定义中把原因和中项置于后部,在论证中则把中项置于中间且置于结论之前。他称之为“连续的论证”,或者是因为它处于第一格中——因为处于第一格中的论证,其连续的排列与顺序的获得是通过中项不处于两端项之外而是位于它们之间;或者称之为“连续的”,是因为它没有被分割为命题,而是作为一个整体被表达出来的;因为说“由于火在云中熄灭,在其中产生的响声是打雷”的这一陈述,并没有将其陈述分割为命题,也没有两次采纳中项,而是将各词项作为连续的表述出来。

§1.64

"Τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα." Πῶς μὲν ἔστι τοῦ τί ἐστιν ἀπόδειξις, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔστι δ’ οὕτως ὥστε ἀπόδειξιν αὐτοῦ εἶναι. ἢ ὅτι τοῦ μὲν ὡς συμπεράσματος ὁρισμοῦ ἔστιν, τοῦ δ’ ὡς ἀποδείξεως οὐκ ἔστι. Καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστιν ἀπόδειξις. τῶν μὲν γὰρ ἀπὸ τῆς αἰτίας λαμβανομένων, οἳ τῆς ἀποδείξεως διαφέρουσι θέσει, καὶ τῶν ἀναποδείκτων θέσεων, οἷοί εἰσιν οἱ τῶν ἀμέσων ὁρισμοί, οὐχ οἷόν τε ἀπόδειξιν εἶναι, οὐδὲ τῶν κατὰ τὸ εἶδος καὶ τὴν αἰτίαν· τῶν δ’ ὡς συμπερασμάτων ὄντων ὁρισμῶν ἔστιν ἀπόδειξις. Ἔτι δ’ ὁρισμὸς ποσαχῶς λέγεται, ὅτι τετραχῶς. Καὶ πῶς τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενος δείκνυσιν, ὡς δὲ δι’ ἀποδείξεως δεικνύμενος οὐ δείκνυσι. Καὶ τίνων ἔστι καὶ τίνων οὔ, ὅτι τῶν μὲν ἁπλῶν ἔστι, τῶν δὲ συνθέτων οὐκ ἔστιν· ὁ γὰρ ὁρισμὸς λόγος ἓν καθ’ ἑνὸς δηλῶν. ἢ ὅτι οὐκ ἔστι μὲν τῶν ἀναποδείκτων θέσεων, τῶν δ’ ἄλλων ἐστίν. Ἔτι δὲ πρὸς ἀπόδειξιν πῶς ἔχει, ὅτι θέσει διαφέρει τῆς ἀποδείξεως, καὶ ὅτι ὃ μὲν δείκνυται δι’ ἀποδείξεως, οὐκέτι δι’ ὁρισμοῦ, καὶ ἔμπαλιν, καὶ ὅτι ὁρισμὸς ἀποδείξει ταὐτὸν τῇ θέσει διαφέρων.

“而第三种是关于‘是什么’的论证的结论。” 关于“是什么”的论证在何种意义上存在,是因为它在论证中被采纳;但并不以存在其本身的论证这种方式存在。或者说,作为结论的定义的论证是存在的,而作为论证本身的[定义的论证]则不存在。以及关于哪些事物存在论证,关于哪些事物不存在。因为对于那些从原因中采纳的、在排列上与论证有别的定义,以及对于不可论证的定立(如直接事物的定义),是不可能有论证的,对于根据形式和原因的定义也是如此;但对于作为结论的定义,则是存在论证的。此外,定义在几种意义上被言说:在四种意义上。以及它是如何表明“是什么”又是如何不表明的:作为在论证中被采纳的,它表明之;但作为通过论证被证明的,它并不表明之。以及关于哪些事物存在[定义],关于哪些事物不存在:对于简单的事物存在,而对于复合的事物则不存在;因为定义是表明属于一者的一者的陈述。或者说,对于不可论证的定立不存在,而对于其他事物则存在。此外,它与论证的关系如何:它在排列上与论证有别,并且通过论证被证明的事物不再通过定义被证明,反之亦然,而且定义在排列上与论证有别但实质上是同一的。

§1.65

"Ἐπεὶ δ’ ἐπίστασθαι οἰόμεθα." Ὅτι τετραχῶς τοῦ αἰτίου λεγομένου, εἰδικοῦ, ὑλικοῦ, ποιητικοῦ, τελικοῦ, ὁ μέσος ὅρος δύναται ἀφ’ ἑκάστου τούτων 〈τῶν〉 τεσσάρων λαμβάνεσθαι ἐν τῇ τοῦ διὰ τί γνώσει τε καὶ ἀποδείξει, ἥτις καὶ μάλιστα ἐπιστήμη ἐστί.

“既然我们认为自己拥有科学知识。” 因为原因在四重意义上被言说:形式因、质料因、动力因、目的因,所以在探求“为什么”的认识与论证(这最主要地是科学知识)中,中项可以从这四种原因的每一种中采纳。

§1.66

"Πᾶσαι αὗται διὰ τοῦ μέσου δείκνυνται." Πάσας τὰς αἰτίας φησὶ διὰ τοῦ μέσου2 δείκνυσθαι, τουτέστι λαμβάνεσθαι διὰ τοῦ μέσου· οὐ γὰρ αἱ αἰτίαι διὰ τοῦ μέσου ἀποδείκνυνται, ἀλλὰ λαμβανόμεναι διὰ τοῦ μέσου καὶ μέσοι ὅροι γινόμεναι ἐν ταῖς ἀποδείξεσι δείκνυνται, ὡς ἐδείχθη ἐπὶ τῆς κατὰ τὸ τί ἦν εἶναι αἰτίας. Διὰ τοῦ τίνος ὄντος ὀρθή; ἐδήλωσε τὸν τρόπον τῆς αἰτίας, ὅτι τὴν ὡς ὕλην αἰτίαν ζητεῖ. τοῦ δὲ συμπεράσματος τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι αἴτιον ὡς ὕλη μέσος ὅρος ληφθεὶς τὸ δύο ὀρθῶν ἡμίσεια·3 δέδεικται δὲ τοῦτο ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχείων. οὐχ ὅτι δὲ ὕλη τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι τὸ ἡμίσειαν 〈εἶναι〉 δύο ὀρθῶν λέγει, ἀλλ’ ὅτι τοῦτο ληφθὲν τὰς δύο προτάσεις ἐποίησεν, αἳ ὗλαί εἰσι τοῦ συλλογισμοῦ. ὡς συλλογισμοῦ οὖν ὕλη ἀλλ’ οὐχ ὡς τοῦ ὀρθὴν εἶναι τὴν ἐν ἡμικυκλίῳ· τοῦτο γὰρ μᾶλλον ὡς τοῦ τί ἦν εἶναι αἴτιον εἶναι τὸ ἡμίσειαν εἶναι δύο ὀρθῶν, εἰ λόγον τις τοῦτο τῆς ὀρθῆς ἀποδοίη.

“所有这些都是通过中项被表明的。” 他说,所有的原因都是通过中项被表明的,也就是说,通过中项被把握的;因为诸原因不是通过中项被论证的,而是通过被作为中项把握并在论证中成为中项而被表明的,正如在关于本质的原因中所表明的那样。通过说“存在什么使得它是直角?”,他阐明了原因的方式,即他所探求的是作为质料的原因。而对于“半圆中的角是直角”这一结论,作为质料并被采纳为中项的原因是“两个直角的一半”;这已经在欧几里得《几何原本》第三卷中得到了证明。但他并不是说,“是两个直角的一半”是“半圆中的角是直角”的质料,而是说,这个被采纳之后构成了两个命题,而这两个命题是推论的质料。因此它是作为推论的质料,而不是作为半圆中的角是直角的质料;因为如果有人把这作为直角的说明,那么“是两个直角的一半”更应当是作为本质的原因。

语法注3 条
  1. 1.63ἀπόδειξιν δὲ συνεχῆ ἔφη

    注解者对亚里士多德原文(94a8)中“连续的论证”(ἀπόδειξις συνεχής)一语的训解。注解者以 ἢ ... ἢ 引出两种可能的解释:其一是第一格三段论中中项居于两端项之间(结构上的连续);其二是该论述未被拆分为独立的前提命题,而是作为一个单一复合句被表达出来(措辞上的连续)。

  2. 1.66Πάσας τὰς αἰτίας φησὶ διὰ τοῦ μέσου δείκνυσθαι, τουτέστι λαμβάνεσθαι διὰ τοῦ μέσου

    对引文中动词 δείκνυσθαι(“通过中项被表明”)的语义与句法澄清。注解者借助 οὐ γὰρ ... ἀλλά 句式指出,此处并不是指“原因本身被论证”(ἀποδείκνυνται),而是指原因“通过作为中项被把握、并在论证中充当中项而被显明”(λαμβανόμεναι ... δείκνυνται)。

  3. 1.66τοῦ δὲ συμπεράσματος τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι αἴτιον ὡς ὕλη μέσος ὅρος ληφθεὶς τὸ δύο ὀρθῶν ἡμίσεια

    该句的句法骨架为:主语是中性短语 τὸ δύο ὀρθῶν ἡμίσεια(“两直角的一半”),由主格分词短语 μέσος ὅρος ληφθείς(“被取作中项”)修饰;谓语为 αἴτιον ὡς ὕλη(“作为质料的原因”)。句首的属格短语 τοῦ δὲ συμπεράσματος τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι 依赖于 αἴτιον,作限制/关系属格(“关于半圆中的角是直角这一结论的原因”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:567.7-568.31