- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:565.20-567.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《后分析篇》卷二8-10章(93b19–93b35)的注解。注解家梳理了具有外在原因与不具有外在原因之事物的定义与论证之关系,阐明了名义定义与本质定义的多义性,并论述了定义陈述为何必须在本质上而非通过连词保持单一。
" Ὥσπερ καὶ ἐν τοῖς διαπορήμασιν εἴπομεν." Ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἀπορηθεῖσιν ἐρρήθη, τινῶν τὸ τί ἦν εἶναι δι’ ἀποδείξεως εὑρίσκεταί τε καὶ γνωρίζεται, οἷς τῆς ὑπάρξεως ἕτερόν τί ἐστιν αἴτιον· οἷς δὲ οὐκ ἔστιν αἴτιον, τούτων οὐδ’ ὁ ὁρισμὸς δι’ ἀποδείξεως γινώσκεται.
“正如我们在疑难中所说的那样。” 正如在前面所探讨的疑难中所述,对于某些事物而言,其本质是通过论证被发现和知晓的,即对于那些其存在另有原因的事物;而对于那些没有原因的事物,它们的定义也不是通过论证而被知晓的。
"Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον, τῶν δ’ οὐκ ἔστι καὶ τὰ ἑξῆς." Δείξας ὅτι ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς προσεχοῦς αἰτίας δείξει καὶ ἡ τοῦ τί ἐστι γνῶσίς τε καὶ εὕρεσις γίνεται, εἰπὼν δὲ τοῦτο γίνεσθαι ἐφ’ οὗ ἐστιν αἴτιον ἄλλο (ἐφ’ ὧν γὰρ ἀποδεικτὸν τὸ ὅτι ἔστι, καὶ αἴτιόν τι ἔχειν·1 ἐπὶ μὲν γάρ τινων τὸ εἶναι καὶ τὸ ὅτι ἔστιν ἀποδεικτόν τέ ἐστι καὶ διὰ μέσου αἰτίου δείκνυται· ἐπ’ ἐνίων δ’ ἀναπόδεικτον· τὰ γὰρ πρῶτα ὅτι ἔστιν, οὐκ ἀποδείκνυται) τὴν αὐτήν φησιν ἔσεσθαι διαφορὰν καὶ τῶν τί ἐστι καὶ τῶν ὁρισμῶν. τοὺς μὲν γὰρ αὐτῶν οὐκ ἐν ἀποδείξει ληφθήσεσθαι, ἂν ἁπλῶς τὰ [ὧν] ἐν οἷς εἰσιν οὐ δι’ ἀποδείξεως ὄντα δείκνυται· τοὺς δ’ ἐν ἀποδείξει ληφθήσεσθαι, ὅταν τὰ ὧν οἱ ὁρισμοὶ ὅτι ἔστιν ἀποδείκνυται· οἱ γὰρ μέσοι ὅροι, δι’ ὧν ἀποδείκνυνται, ἔσονται ὁρισμοὶ αὐτῶν.
“某些事物另有原因,而某些事物则没有,等等。” 在表明了在通过直接原因证明存在事实的过程中,关于“是什么”的认识与发现也会产生,并说明了这发生在另有原因的事例中之后(因为在那些存在事实是可论证的事例中,它们也具有某种原因;因为对于某些事物而言,其存在以及存在事实既是可论证的,也是通过中项原因被证明的;但对于某些事物而言则是不可论证的;因为第一原理的存在事实是不被论证的),他说在“是什么”和定义之间也将存在同样的差异。因为它们中的一部分将不会在论证中被采纳,如果它们所存在的事物本身直接不通过论证被证明是存在的话;而另一部分则将在论证中被采纳,每当它们作为其定义的事物的存在事实得到论证时;因为借以论证它们的中项,将成为它们的定义。
"Ὁρισμὸς δ’ ἐπειδὴ λέγεται εἶναι λόγος τοῦ τί ἐστι." Ποσαχῶς ὁ ὁρισμὸς λέγεται καὶ περὶ ποίου τὰ δεδειγμένα εἴρηται, δείκνυσί τε καὶ λέγει. ἦν δὲ ἐν οἷς προέθετο καὶ τοῦτο εἰπεῖν, τό τε τί ἐστιν ὁρισμὸς καὶ ὧν. ἐπεὶ οὖν ὁ ὁρισμὸς λέγεται λόγος τοῦ τί ἐστι, πλεοναχῶς ἀκούσεται· τὸ γὰρ τί ἐστι καὶ τὸ τί σημαίνει, ἀλλὰ καὶ τίς ἡ οὐσία τοῦ πράγματος, ἀλλὰ καὶ τὸ εἶναι δηλοῖ. ὥστε ὁ ὁρισμὸς τῶν πλεοναχῶς λεγομένων εἴη ἄν. λόγος γὰρ τοῦ τί ἐστιν εἴη ἂν καὶ ὁ δηλωτικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ᾧ ἴσον ἐστὶ καὶ τὸ δεύτερον προστεθειμένον τῇ λέξει μόνῃ διαφέρον αὐτοῦ τὸ ἢ λόγος ἕτερος ὀνοματώδης,2 τουτέστι ταὐτὸν τῷ ὀνόματι σημαίνων λόγος καὶ ἕτερος τοῦ τὴν οὐσίαν δηλοῦντος· ὃν καὶ ἔχοντες, φησί, τὸν λόγον τὸν ὀνοματώδη τὸν δηλοῦντα τὸ τί σημαίνει τοὔνομα, ζητοῦμεν ἔτι τὸ διὰ τί ἐστιν. ὁ γὰρ τοῦ τριγώνου λόγον ἔχων, ὅτι τὸ τρεῖς γωνίας σημαῖνον, ὀνοματώδη λόγον ἔχει καὶ δηλοῦντα τί σημαίνει τοὔνομα· ἔτι γὰρ ζητεῖται ἐπὶ τῶν τοιούτων λόγων τὸ διὰ τί ἐστι τὸ τοῦτο σημαῖνον. χαλεπὸν δέ φησιν εἶναι λαβεῖν τὴν αἰτίαν τοῦ εἶναι ὃ ἀγνοεῖ τις ὅτι ἔστι· δύσκολον γὰρ καὶ ἀδύνατον ὁρισμὸν μετὰ τῆς αἰτίας τινὸς λαβεῖν τούτου ὃ μὴ οἶδέ τις ὅτι ἔστι τὴν ἀρχήν. ἄδηλον δὲ ἐπὶ τούτων τοῦτό ἐστι, διότι ἡ τοιαύτη γνῶσις τοῦ ὅτι ἔστιν ἀπὸ συμβεβηκότος γίνεται.
“既然定义被说成是关于‘是什么’的陈述。” 定义在何种意义上被言说,以及所论证的内容是针对何种定义而言的,他对此作出了表明与说明。而说明定义是什么以及关于什么,也属于他所提出的计划之中。因此,既然定义被说成是关于“是什么”的陈述,它就会被在多重意义上理解;因为“是什么”既表示它意味着什么,也表示事物的实体是什么,更表示存在本身。因而定义应属于具有多重含义之列。因为表明名称意味着什么的陈述也会是关于“是什么”的陈述;而仅在措辞上与之有别、被作为第二点补充进来的“或者另一个名义性的陈述”与此相同——也就是说,与名称意味着相同之事,且有别于表明实体的陈述;他说,即便拥有这个表明名称意味着什么的名义性陈述,我们依然在探求为什么存在。因为拥有关于三角形的陈述(即意味着具有三个角)的人,拥有的是一个名义性的陈述以及表明名称意味着什么的陈述;因为对于此类陈述,依然需要探求意味着这个的事物为什么存在。他说,要把握一个人不知其是否存在的事物的存在原因,是十分困难的;因为对于一个人从一开始就不知道其是否存在的事物,连同原因一起去把握其定义是困难且不可能的。而在这些事例中,这一点是不明显的,因为对于存在事实的此类认识是源于偶性的。
"Λόγος δ’ εἷς ἐστι διχῶς, ὁ μὲν συνδέσμῳ, ὥσπερ ἡ Ἰλιάς." Ταῦτα ἐν μέσῳ εἴρηκεν ἐνδεικνύμενος περὶ τοῦ ὁρισμοῦ, ὅτι λόγον εἶναι ἕνα δεῖ οὐ συνδέσμῳ ἀλλὰ τῷ ἓν καθ’ ἑνὸς δηλοῦν μὴ κατὰ συμβεβηκός.3 οὐ γὰρ εἷς λόγος ὁ ἓν ἔχων τὸ ὑποκείμενον καὶ ἓν τὸ κατηγορούμενον συμβεβηκότα μέντοι ἄμφω, οὐδ’ ὁ συμβεβηκὸς οὐσίας κατηγορῶν εἷς κυρίως λόγος, εἰ καὶ πρότασις μία· οὐ γὰρ μίαν φύσιν σημαίνει. διὰ ταύτης δὲ τῆς λέξεως παραιτοῖτο ἂν τὸν τοιοῦτον ὁρισμὸν τῷ ὀνόματι ταὐτὸν σημαίνοντα· συνδέσμῳ γὰρ εἷς εἶναι δύναται.
“陈述因两种方式而为一:一种是通过连词,正如《伊利亚特》。” 他在中间插入这些话,以指出关于定义的特征:陈述必须不是通过连词,而是通过非偶性地表明属于一者的一者而成为一。因为主词为一个且谓词为一个、但两者皆为偶性的陈述并不是一个单一的陈述;将偶性述及实体的陈述即使是一个命题,在严格意义上也不是一个陈述;因为它并不表示单一的本性。通过这段文句,他或许是在排除那种与名称表示相同意义的定义;因为那种定义可以通过连词而成为一。
- 1.60ἐφ’ ὧν γὰρ ἀποδεικτὸν τὸ ὅτι ἔστι, καὶ αἴτιόν τι ἔχειν
间接引语中的不定词ἔχειν在句法上从属于前面的分词短语εἰπὼν ... γίνεσθαι(最终受φησιν支配),充当括号性的理由说明,表达了凡是存在事实可论证者必有其原因的一般原则。
- 1.61ᾧ ἴσον ἐστὶ καὶ τὸ δεύτερον προστεθειμένον τῇ λέξει μόνῃ διαφέρον αὐτοῦ τὸ ἢ λόγος ἕτερος ὀνοματώδης
关系代词与格ᾧ(先行词为ὁ δηλωτικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα)修饰ἴσον ἐστίν;从句主语为τὸ δεύτερον προστεθειμένον,末尾引用的短语τὸ ἢ λόγος ἕτερος ὀνοματώδης为其同格成分,指明其具体内容。
- 1.62τῷ ἓν καθ’ ἑνὸς δηλοῦν μὴ κατὰ συμβεβηκός
带冠词不定词与格(τῷ ... δηλοῦν)表示手段或方式,与前面的οὐ συνδέσμῳ(并非通过连词)形成对比;ἓν καθ’ ἑνός为逻辑学术语,指“针对一个[主词]表明一个[述词]”。
