- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:564.1-565.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者注解了亚里士多德《后分析篇》卷二第八章(93a35–93b16),阐明了如何通过本质性的中项同时知晓存在事实、为什么存在以及“是什么”,并分析了在中项尚未构成直接定义时通过进一步的中项来论证前提的过程,最后解释了关于本质自身虽然不存在论证、但通过论证本质得以显明的结论。
" Ὅταν δ’ εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι ἴσμεν." Τῷ ὅταν δ’ εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι προσέθηκε τὸ ἂν διὰ μέσων ᾖ1 δηλωτικὸν 〈ὂν〉 τοῦ ‘ἂν δι’ οἰκείων καὶ αἰτίων μὴ τοῦ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματος’· ταῦτα γὰρ κυρίως μέσα. ἡ γὰρ διὰ τοιούτων μέσων, ἃ καὶ κυρίως ἐστὶ μέσα, γνῶσις τοῦ ὅτι ἔστιν ἅμα γνῶσίς ἐστι καὶ τοῦ διὰ τί ἐστιν. ἀλλὰ καὶ τοῦ τί ἐστι γνῶσίς ἐστιν, ὡς ἐρεῖ· ὁ γὰρ τοιοῦτος ὁρισμός ἐστι τοῦ ἑτέρου τῶν ἄκρων. εἰ δὲ μὴ διὰ μέσου, τουτέστιν εἰ δὲ μὴ δι’ αἰτίου ἀλλὰ διά τινος συμβεβηκότος ἔχομεν [γὰρ] γνῶσιν τοῦ τῷ ἑτέρῳ ἄκρῳ τὸ ἕτερον ὑπάρχειν, μόνον τὸ ὅτι ἔστιν εἰσόμεθα, οὐκέτι δὲ τὸ διὰ τί ἐστιν οὐδὲ τὸν ὁρισμὸν ἕξομεν.
“而当我们发现它时,我们同时知晓事实与原因。” 针对“而当我们发现它时,我们同时知晓事实与原因”,他补充了“如果是通过中项”,以表明“如果是通过本己的、且不仅是结论的而且是事物的原因”;因为这些才是本义上的中项。由于通过此类也是本义上的中项所获得的关于存在事实的知识,同时也是关于为什么存在的知识。而且正如他将要说的那样,这也是关于“是什么”的知识;因为这类东西是其中一个端项的定义。但如果不通过中项——也就是说,如果不是通过原因,而是通过某种偶性,我们拥有了一个端项归属于另一个端项的知识——我们便仅仅知晓存在事实,而不再知晓为什么存在,也不会拥有定义。
"Εἰ τοίνυν τῷ Γ ὑπάρχει τὸ Β." Εἴη ἂν καταλληλότερον, εἰ ἡ λέξις ἔχοι ἀντὶ τοῦ εἰ τοίνυν τὸ ‘εἰ γὰρ τῷ Γ ὑπάρχει τὸ Β’· τούτῳ γὰρ ἀκολουθεῖ τὸ εἰ δὲ μή, τὸ ὅτι, τὸ διότι δὲ οὔ.
“因此,如果B属于Γ。” 如果文句不是“因此如果”,而是“因为如果B属于Γ”,将会更为贴切;因为紧随其后的是“如果不,则是事实[可知],而原因则不可知”。
"Ἂν δὲ πάλιν τούτου ἄλλο μέσον ᾖ, ἐκ τῶν παραλοίπων ἔσται λόγων." Ἐπεὶ πολλάκις τοῦ μὲν διὰ τί δοκεῖ γίνεσθαι συλλογισμὸς τῷ τὸν μέσον ὅρον τῶν καθ’ αὑτὸ ὑπαρχόντων λαμβάνεσθαι, οὐ μὴν ἀναπόδεικτον τοῦτο τῷ τὸν μέσον ὅρον μὴ εἶναι ὁρισμὸν τοῦ ἑτέρου τῶν ἄκρων μηδὲ τὴν κυρίαν αἰτίαν εἶναι, ὅταν, φησί, τοιοῦτον τὸ μέσον ληφθῇ ὡς ἔτι καὶ τοῦτο ἀποδεικτὸν εἶναι ἐκ τῶν ὑπολοίπων, ἃ καὶ αὐτὰ καθ’ αὑτὰ ὑπάρχει αὐτῷ καὶ μέρη πώς ἐστιν αὐτοῦ, χρὴ μέσον ὅρον λαμβάνοντας ἀποδεικνύναι τὴν πρότασιν. ὅταν μὲν γὰρ ὁρισμὸς εἴη τὸ εἰλημμένον τοῦ μείζονος ἄκρου, ἄμεσός ἐστιν καὶ ἀναπόδεικτος ἡ πρότασις ἐκείνη· οὐ γὰρ οἷόν τε μέσον ὅρον εὑρόντα τινὰ ἀποδεῖξαι τὸν ὁρισμόν· δέδεικται γὰρ ὅτι ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστιν. ὅταν δ’ ᾖ μὲν ἐκ τῆς οὐσίας ὁ μέσος ὅρος μηδέπω δ’ ὁρισμὸς ᾖ, ἐκ τῶν ὑπολοίπων καὶ παραλελειμμένων φησὶ δεῖν, ἃ καὶ αὐτὰ καθ’ αὑτὰ ὑπάρχει τῷ δεικνυμένῳ καὶ ἔστιν αὐτῷ προσεχέστερα, τὸν μέσον ὅρον λαμβάνοντα δεικνύναι, μέχρις ἂν ὁρισμὸς γένηται τὸ μέσον τοῦ κατηγορουμένου· τότε γὰρ ἄμεσος ἡ πρότασις καὶ ἀναπόδεικτος.
“如果关于这又有另一个中项,那将来自其余的陈述。” 由于通过中项取自自身所属的属性,往往看似形成了关于为什么存在的推论,然而这并非不可论证,因为中项并不是其中一个端项的定义,也不是本义的原因;因此他说,每当所取的中项仍可以通过其余的属性(这些属性本身也自身归属于它,并且在某种程度上是它的部分)被论证时,就必须选取中项来论证该前提。因为每当所取的是大端项的定义时,那个前提就是直接的且不可论证的;因为不可能有人找到某个中项来论证定义;因为已经证明定义的论证是不存在的。而每当中项虽然来自实体却尚未成为定义时,他说就必须从被证明者自身所具有的且更直接的那些其余的和被略去的属性中选取中项并予以证明,直到中项成为述词的定义为止;因为那时前提就是直接的且不可论证的。
"Ὥστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται οὐδὲ ἀπόδειξις." Ὅτι ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἦν εἶναι, γίνεται δὲ γνώριμον ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς αἰτίας ἀποδείξει, ἥτις ἐστὶ καὶ κυρίως ἀπόδειξις· ἡ γὰρ προσεχὴς αἰτία καὶ ἡ πρώτη καὶ οἰκεία τῆς τοῦ ὅτι δείξεως διὰ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι δείκνυται. διὸ καὶ ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἐστιν οὐδὲ συλλογισμός, γίνεται μέντοι δῆλον διὰ ἀποδείξεως. ἀποδεικνύντες γὰρ τὸ ὅτι ἔστι διὰ τοῦ τί ἦν εἶναι τοῦ κατηγορουμένου ὅρου ἐν τῷ συμπεράσματι τὴν ἀπόδειξιν ποιούμεθα· τοῦτο δὲ γίνεται ἐφ’ ὧν τὰ αἴτια ἄλλα ἐστὶ τῶν αἰτιατῶν καὶ ἀποδεικτά. ἐφ’ ὧν δὲ τὰ αὐτὰ 〈τὰ〉 αἴτια τοῖς αἰτιατοῖς, ταῦτα ἀναπόδεικτα·2 διὸ οὐκέτι ἐπὶ τούτων ἡ τοῦ διὰ τί ἐστι ζήτησίς τε καὶ εὕρεσίς ἐστι καὶ τοῦ τί ἦν εἶναι, ὅτι τὴν ἀρχὴν μηδὲ ζητοῦμεν ἐν τούτοις τὸ διὰ τί ἐστιν. ἔστι δὲ τὸ αὐτὸ τό τε πρᾶγμα καὶ τὸ αἴτιον αὐτοῦ ἐφ’ ὧν ὁ ὁρισμὸς λαμβάνεται τοῦ προκειμένου πράγματος· τοῦ γὰρ ἀνθρώπου αἴτιον τὸ ζῷον πεζὸν δίπουν ταὐτὸν ὂν αὐτῷ. διὸ οὐκ ἔστι τούτου ἄλλο τι αἴτιον· ἀλλ’ οὐδ’ ἀπόδειξις πάλιν ἐστὶ τοῦ τί ἐστιν.
“因而关于‘是什么’既没有推论产生,也没有论证产生。” 也就是说,关于本质虽然没有论证,但它在通过原因而证明存在事实的论证(这也是本义上的论证)中变得可知;因为对于事实证明的直接原因、第一且本己的原因,是通过定义和本质来表明的。因此,关于“是什么”既没有论证也没有推论,但通过论证它却变得显明。因为我们通过结论中述词项的本质来论证存在事实,从而完成了论证;而这发生在原因与结果相异且可论证的事例中。在那些原因与结果相同的事例中,这些则是不可论证的;因此在这些事例中,既不再有对为什么存在的探求与发现,也不再有对本质的探求与发现,因为我们起初根本不会在这些事例中探求为什么存在。在所讨论的事物的定义被采纳的事例中,事物本身与其原因是同一的;因为对于人而言,两足陆生动物就是原因,它与人是同一的。因此这没有其他的原因;但同样地,关于“是什么”也没有论证。
- 1.55Τῷ ὅταν δ’ εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι προσέθηκε τὸ ἂν διὰ μέσων ᾖ
与格引语 τῷ ὅταν δ’ εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι 作为动词 προσέθηκε 的间接宾语,宾格短语 τὸ ἂν διὰ μέσων ᾖ 为其直接宾语。其后的 δηλωτικὸν 〈ὂν〉 τοῦ... 作为表语性修饰成分补充说明该直接宾语。
- 1.58ἐφ’ ὧν δὲ τὰ αὐτὰ 〈τὰ〉 αἴτια τοῖς αἰτιατοῖς, ταῦτα ἀναπόδεικτα
短语 ἐφ’ ὧν(“在……的事例中”)引出关系从句,其先行词为 ταῦτα。在关系从句内部省略了系词 ἐστί,τὰ αἴτια 为主语,ταὐτά 为表语,τοῖς αἰτιατοῖς 是受 ταὐτά 支配的与格。主句 ταῦτα ἀναπόδεικτα 中同样省略了系词。
- 1.57Ἐπεὶ πολλάκις τοῦ μὲν διὰ τί δοκεῖ γίνεσθαι συλλογισμὸς τῷ τὸν μέσον ὅρον τῶν καθ’ αὑτὸ ὑπαρχόντων λαμβάνεσθαι, οὐ μὴν ἀναπόδεικτον τοῦτο τῷ τὸν μέσον ὅρον μὴ εἶναι ὁρισμὸν τοῦ ἑτέρου τῶν ἄκρων μηδὲ τὴν κυρίαν αἰτίαν εἶναι, ὅταν, φησί, τοιοῦτον τὸ μέσον ληφθῇ ὡς ἔτι καὶ τοῦτο ἀποδεικτὸν εἶναι ἐκ τῶν ὑπολοίπων, ἃ καὶ αὐτὰ καθ’ αὑτὰ ὑπάρχει αὐτῷ καὶ μέρη πώς ἐστιν αὐτοῦ, χρὴ μέσον ὅρον λαμβ his proposal
整个句子的主干为:从句首至 εἶναι 为 Ἐπεὶ 引导的原因从句,其中包含两个表示原因的与格不定式短语(τῷ τὸν μέσον... 与 τῷ τὸν μέσον ὅρον μὴ εἶναι...)相互对举。主句由 ὅταν ... ληφθῇ 引导的时间从句引出,核心句结构为 χρὴ μέσον ὅρον λαμβάνοντας ἀποδεικνύναι τὴν πρότασιν。
未在正文中定位
