← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§562.8-563.28

本质的逻辑推论与对存在认识的诸阶段

注疏者针对《后分析篇》卷二第八章开篇(93a15–29)关于本质的逻辑推论以及认识事物是否存在的方式(是偶然地认识还是通过实体与本质认识)进行阐述,梳理了对存在的认识如何引导至对“是什么”的把握,并阐明了随后列举范例的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.50

" Ἀλλ’ ἔστι λογικὸς συλλογισμὸς τοῦ τί ἐστιν." Λογικὸν συλλογισμὸν τὸν μὴ ἀποδεικτικὸν ἀλλὰ διαλεκτικόν τε καὶ δι’ ἐνδόξων συνάγοντα εἴωθε λέγειν. εἰπὼν δὲ τὴν τοιαύτην δεῖξιν λογικὴν εἶναι ἀλλ’ οὐκ ἀποδεικτικὴν ἑξῆς προτίθεται ζητῆσαι, εἰ ὅλως ἐνδέχεται, πῶς καὶ τίνα τρόπον.1 καὶ ὑπομνήσας ἡμᾶς τῶν κατ’ ἀρχὰς εἰρημένων ἀποδείξει κατὰ τὴν πρὸς αὐτὰ ἀκολουθίαν, ὅτι ἀπόδειξιν μὲν οὐχ οἷόν τε ὁρισμοῦ γενέσθαι, ἔστι μέντοι δι’ ἀποδείξεως τρόπον τινὰ ὁρισμὸν εὑρεῖν. καὶ τοῦτο δ’ ἦν ἠπορημένον, πῶς οἷόν τε δείκνυσθαι τὸ τί ἦν εἶναι· ἐδόκει γὰρ ἄτοπον εἶναι τοῦτο. μέλλων δὲ περὶ τούτου ζητεῖν τε καὶ λέγειν πρῶτον ἡμᾶς τῶν κατ’ ἀρχὰς εἰρημένων ὑπομιμνήσκει χρησίμων αὐτῷ πρὸς τὴν τοῦ προκειμένου θεωρίαν ἐσομένων· διὸ καὶ προσέθηκε τὸ εἰπόντες πάλιν ἐξ ἀρχῆς.

“然而存在关于‘是什么’的逻辑推论。” 他习惯于将非论证性的、而是辩证的并通过公认意见得出结论的推论称为“逻辑推论”。在说明这种证明是逻辑的而非论证的之后,他接着提议探究如果这根本可能,究竟如何可能以及以何种方式可能。并且在让我们回想起最初所说诸点的同时,他将按照针对它们的逻辑归结证明:虽然定义的论证不可能产生,但通过论证在某种方式下找到定义却是可能的。而这也是曾被提出的疑难,即本质究竟如何可能被指明;因为这曾显得是荒谬的。在准备就此进行探究并陈述时,他首先让我们回想起最初所说的那些话,因为这些对于他对眼前论题的考察将是有用的;正因如此,他也附加了“从头重新阐述”这句话。

§1.51

"Ὥσπερ γὰρ τὸ διότι ζητοῦμεν." Ὅτι ὥσπερ τὸ ὅτι τοῦ διότι προγινώσκεται, οὕτως καὶ τὸ εἰ ἔστι τοῦ τί ἐστιν, ἐνίοτε δὲ καὶ ἅμα δῆλα γίνεται, οὐ μὴν ἔμπαλιν.

“因为正如我们探求‘为什么’那样。” 也就是说,正如“存在事实”先于“为什么存在”被知晓那样,是否存在也先于“是什么”被知晓,不过有时两者也同时显明,但绝不会相反。

§1.52

"Τὸ δ’ εἰ ἔστιν ὁτὲ μὲν κατὰ συμβεβηκὸς ἔχομεν, ὁτὲ δ’ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος." Λαβὼν τὸ ἕπεσθαι τὴν τοῦ τί ἐστι γνῶσιν τῇ γνώσει τοῦ εἶναι τὸ πρᾶγμα μετὰ ταῦτα, πῶς τῇ τοῦ εἶναι τὸ πρᾶγμα γνώσει ἕπεται καὶ ἡ τοῦ τί ἐστι γνῶσις πολλάκις, ὥσπερ καὶ ἡ τοῦ διὰ τί ἐστι τῇ τοῦ ὅτι ἔστι γνώσει, δείκνυσι. τὴν γὰρ ὕπαρξιν τοῦ πράγματος, περὶ οὗ ἦν ἡ ζήτησις εἰ ἔστι, ποτὲ μὲν ἀπὸ συμβεβηκότων ποτὲ δέ τι τῆς οὐσίας αὐτοῦ λαβόντες ἔχομεν. καὶ ἡ μὲν ἀπὸ συμβεβηκότων γνῶσις τῆς τοῦ πράγματος ὑπάρξεως οὐδὲν πρὸς τὴν γνῶσιν τοῦ τί ἐστι τὸ πρᾶγμα συντελεῖ· ἡ δὲ ἀπὸ τῶν αὐτῷ τῷ πράγματι ὑπαρχόντων γνῶσις τοῦ εἶναι αὐτὸ ἀφορμὴ καὶ ὁδός ἐστι τῆς τοῦ τί ἐστι γνώσεως. καὶ ὡς ἂν ἔχοιμεν πρὸς τὴν ἀπὸ τῶν ὑπαρχόντων καθ’ αὑτὸ καὶ ὄντων γενῶν τε καὶ μερῶν τοῦ ζητουμένου πράγματος εἰ ἔστι γνῶσιν, οὕτως ἕξομεν καὶ πρὸς τὴν τοῦ τί ἐστιν.2 ἀπὸ μὲν γὰρ τῶν κοινοτέρων εἰδότες ὅτι ἔστι πορρωτέρω τοῦ εἰδέναι τί ἐστιν ἐσόμεθα, ὅτι μηδ’ ὅτι ἔστιν ἴσμεν ἀκριβῶς τε καὶ προσεχῶς· εἰ δ’ ἀπὸ τῶν ἰδίων καὶ οἰκείων αὐτοῦ τὴν τοῦ εἶναι αὐτὸ γνῶσιν ἔχομεν, εἴημεν ἂν καὶ τὴν τοῦ τί ἐστι γνῶσιν ἔχοντες ἢ πλησίον ὄντες.

“至于是否存在,我们有时是偶然地把握,有时则是把握了事物本身的某一部分[而把握的]。” 在接受了关于“是什么”的知识随关于事物存在的知识之后发生这一前提之后,他随后表明关于“是什么”的知识如何常常也随关于事物存在的知识之后发生,正如关于“为什么存在”的知识随关于“存在事实”的知识之后发生一样。因为关于探求其是否存在的那个事物的存在,我们有时从偶性出发,有时则通过把握其实体的某一部分而把握。从偶性出发的关于事物存在的知识对于认识事物是什么毫无贡献;但从属于事物本身的诸属性出发的关于其存在的知识,则是通向关于“是什么”的知识的起点与途径。并且,我们对于从探求的事物自身所固有并且作为其属和部分的属性出发而认识其是否存在的知识持何种状态,我们对于关于“是什么”的知识也将持何种状态。因为如果是从较普遍的属性出发知道其存在,我们距离知道其是什么就会更远,因为我们甚至没有准确且直接地知道其存在;但如果是从它固有的、特有的属性出发拥有关于其存在的知识,我们就已经拥有关于“是什么”的知识,或者已接近它了。

§1.53

"Καθ’ ὅσων δὲ ἔχομέν τι, ῥᾷον." Ὧν ἔχομεν τὴν γνῶσιν τοῦ εἶναι τῷ ἔχειν τι αὐτῶν τῶν ἐν τῇ οὐσίᾳ ὑπαρχόντων αὐτοῖς, ῥᾷον τοῦ τί ἐστι ζήτησίς τε καὶ εὕρεσις.

“但在我们把握了某些东西的事例中,则更容易。” 凡是我们由于把握了属于其实体之中的某些东西而拥有关于其存在的知识的事物,对于“是什么”的探求与发现都更容易。

§1.54

"Ὧν οὖν ἔχομέν τι τοῦ τί ἐστιν, ἔστω πρῶτον μὲν ὧδε." Τὰ εἰρημένα γνώριμα βούλεται ἐπὶ παραδειγμάτων ποιῆσαι καὶ δεῖξαι, πῶς μὲν ἡ τοῦ εἶναι δι’ οἰκείων ἀπόδειξις [γνῶσις] γίνεται, πῶς δὲ τὸ τί ἐστιν ἐν ἀποδείξει λαμβάνεται, καὶ πῶς, εἰ ἀπὸ συμβεβηκότων ἡ τοῦ ὅτι ἐστι γνῶσις εἴη, οὐδὲν αὕτη συντελεῖ πρὸς τὴν τοῦ τί ἐστιν εὕρεσιν. καὶ πρῶτον μὲν λαμβάνει παραδείγματα, ὧν τὴν γνῶσιν τοῦ εἶναι ἐκ τῆς οὐσίας καὶ ἀπὸ τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτοῖς ποιούμεθα, εἶτα λήψεται καὶ τῶν οὐκ ἀπὸ τῆς οὐσίας. καὶ δείξει πότε ἡ τοῦ εἶναι ἀπόδειξις διὰ τῆς τοῦ τί ἦν εἶναι γνώσεως γίνεται, καὶ πῶς μὲν εἰδότες τὸ ὅτι ἔστιν ἅμα ἴσμεν καὶ τὸ τί ἐστι, πῶς δὲ τὸ μὲν ὅτι ἔστι γνωσόμεθα διὰ συλλογισμοῦ, οὐδέπω δὲ γνώριμον ἕξομεν τὸ τί ἐστι. δοκεῖ δέ μοι ὁ ‘μέν’ σύνδεσμος ἐκ περιττοῦ κεῖσθαι, ἵνα ᾖ· ὧν οὖν ἔχομεν τοῦ ὅτι ἔστι γνῶσιν διά τινος τῶν ἐν τῷ τί ἐστι καὶ ἐν τῇ οὐσίᾳ αὐτῶν ὄντων, ἔστω πρῶτον δεικνύμενον.3 καὶ ἐχέτω οὕτως· ὧν, φησίν, ἔχομεν ἐν τῇ τοῦ εἶναι γνώσει περιεχόμενον τὸ τί ἐστιν, ἔστω παραδειγματικὸν ὃ παρατίθεται.

“因此,对于那些我们把握了‘是什么’的某些东西的事物,首先设为如下。” 他希望通过实例使上述论点变得清楚易懂,并指明:如何通过特有的属性来完成关于存在的论证,如何将“是什么”纳入论证之中,以及如果关于存在事实的知识是来自偶性,它又如何对发现“是什么”毫无贡献。他首先列举了这样一些事例,即我们从实体出发、并从那些自身归属于它们的属性出发来形成关于其存在的知识的事例,随后他也将列举那些非从实体出发的事例。他将表明,关于存在的论证何时通过对本质的认识而形成,以及我们如何在知道存在事实的同时也知道“是什么”,而另一方面我们如何通过推论知道了存在事实,却尚未知晓“是什么”。在我看来,连词“μέν”似乎是冗余添加的,以便文意成为:“因此,对于那些我们通过在‘是什么’之中以及在其实体之中的某种东西而拥有关于其存在事实的知识的事物,首先设为被证明的”。应当这样理解:他说,对于那些在存在的知识中已包含着“是什么”的事物,所提出的陈述应当作为范例。

语法注3 条
  1. 1.50εἰπὼν δὲ τὴν τοιαύτην δεῖξιν λογικὴν εἶναι ἀλλ’ οὐκ ἀποδεικτικὴν ἑξῆς προτίθεται ζητῆσαι, εἰ ὅλως ἐνδέχεται, πῶς καὶ τίνα τρόπον.

    不定式 ζητῆσαι 作为主要动词 προτίθεται 的宾语,统领条件性间接疑问分句 εἰ ὅλως ἐνδέχεται(是否根本可能)以及与之并列的疑问副词短语 πῶς καὶ τίνα τρόπον(如何可能以及以何种方式可能)。

  2. 1.52καὶ ὡς ἂν ἔχοιμεν πρὸς τὴν ἀπὸ τῶν ὑπαρχόντων καθ’ αὑτὸ καὶ ὄντων γενῶν τε καὶ μερῶν τοῦ ζητουμένου πράγματος εἰ ἔστι γνῶσιν, οὕτως ἕξομεν καὶ πρὸς τὴν τοῦ τί ἐστιν.

    相关句式 ὡς ἄν ... οὕτως ...。在前半句中,介词短语的核心 πρὸς τὴν ... γνῶσιν 之间插入了修饰语 ἀπὸ τῶν ὑπαρχόντων καθ’ αὑτὸ καὶ ὄντων γενῶν τε καὶ μερῶν 以及间接疑问短语 τοῦ ζητουμένου πράγματος εἰ ἔστι。后半句 πρὸς τὴν τοῦ τί ἐστιν 省略了与前文相同的名词 γνῶσιν。

  3. 1.54δοκεῖ δέ μοι ὁ ‘μέν’ σύνδεσμος ἐκ περιττοῦ κεῖσθαι, ἵνα ᾖ· ὧν οὖν ἔχομεν τοῦ ὅτι ἔστι γνῶσιν διά τινος τῶν ἐν τῷ τί ἐστι καὶ ἐν τῇ οὐσίᾳ αὐτῶν ὄντων, ἔστω πρῶτον δεικνύμενον.

    由于亚里士多德原文中的 πρῶτον μέν(93a29)缺乏与之对应的 δέ,注疏者将连词 μέν 判定为多余的冗余成分(ἐκ περιττοῦ)。此处 ἵνα ᾖ 并非表示目的,而是用来引出采纳该解法后重构出的文意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:562.8-563.28