← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§560.21-562.7

原因的认识与通过推论证明定义之再检讨

注解者针对亚里士多德《后分析篇》第二卷第8章开头(92b35–93a5),在复述了区分定义与推论或论证的前文结论之后,解释了基于“知道事物是什么”与“知道其原因”同一的原则,重新探讨能否通过推论证明定义这一疑难的展开。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46

" Ἐκ μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καὶ συλλογισμὸς φαίνεται ταὐτὸν ὂν καὶ τὰ ἑξῆς." Τὰ δεδειγμένα ἀνακεφαλαιοῦται, ὅτι τε μὴ ταὐτὸν συλλογισμὸς καὶ ὁρισμός († ὃ γὰρ ἂν ἐναργὲς ἔλαβεν· ἄλλος γὰρ ἑκατέρου αὐτῶν λόγος) καὶ ὅτι μὴ τοῦ αὐτοῦ συλλογισμὸς καὶ ὁρισμός, εἴ γε ὁ μὲν τοῦ τί ἐστιν, ὁ δὲ τοῦ ὅτι ἔστιν. ἃ πρῶτα ἔδειξε διὰ τοῦ μήτε τὸ διὰ συλλογισμοῦ δεικνύμενον δι’ ὁρισμοῦ δείκνυσθαι μήτε, οὗ ἐστιν ὁρισμός, τοῦτο καὶ διὰ συλλογισμοῦ δείκνυσθαι. ἀλλὰ καὶ ὅτι μήτε ὁ ὁρισμὸς αὐτὸς ἢ ἀποδείκνυσί τι ἢ ὅλως δείκνυσιν· οὔτε γὰρ εἶναι τὸ πρᾶγμα ἀποδείκνυσιν, οὐθ’ ὅτι ἐκείνου ἐστὶν οὗ ἀποδίδοται δείκνυσι. διὸ οὔτε ὁρισμῷ ἐστι γνῶναι ὅτι τόδε τοῦδε ὁρισμός (οὐδὲν γὰρ δείκνυσιν ὁ ὁρισμός) οὔτε ἀποδείξει, ἐπεὶ μή ἐστιν ἀπόδειξις τοῦ τί ἐστιν, ὡς δέδεικται· πᾶσα γὰρ τοῦ ὅτι ἐστί.

“由此可见,定义与推论并不显得是相同的,等等。” 他总结了已被证明的诸点:推论与定义并不相同(† 因为他会将其视为自明的;因为两者各自的说明方式是不同的),并且,如果一方是关于“是什么”,而另一方是关于“存在”,那么推论与定义就不是关于同一事物的。他首先通过以下几点指明了这些:既非通过推论所证明的也能通过定义被证明,亦非凡有定义者也能通过推论被证明。不仅如此,[他还总结了]定义本身既不证明任何东西,也根本不指示任何东西;因为关于事物存在它既不加证明,也不表明它属于给出定义的那个对象。因此,认识“这是这的定义”既不可能通过定义(因为定义不指示任何东西),也不可能通过论证,因为正如已证明的那样,没有关于“是什么”的论证;一切论证都是关于“存在”的。

§1.47

"Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς καὶ τί οὐ καλῶς." Οὔτε γὰρ τὸ μὴ δύνασθαι τὸ αὐτὸ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως γινώσκεσθαι πάντῃ καλῶς εἴρηται, οὔτε τὸ μὴ ὅλως εἶναί τινα δεῖξιν ὁρισμοῦ, ὡς ἐρεῖ.

“但我们必须重新考察这些说法中何者说得妥当,何者说得不妥当。” 因为正如他将要说的那样,同一事物不能既通过定义又通过论证被认识这一说法并不完全妥当,根本没有任何关于定义的证明这一说法也不妥当。

§1.48

"Ἐπεὶ δ’ ἐστίν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ τί ἐστιν." Ἐπιχειρεῖ πρῶτον δεῖξαι ὅτι ἔστιν ὁρισμὸν ἀποδεῖξαι δι’ ὁρισμοῦ. συγχρῆται δ’ εἰς τὴν ἀπόδειξιν τοῖς προδεδειγμένοις αὐτῷ· δέδειχε γὰρ πρὸ ὀλίγου δι’ ὧν εἶπεν “ἐν ἅπασι γὰρ τούτοις φανερόν ἐστιν ὅτι ταὐτά ἐστι τὸ τί ἐστι καὶ διὰ τί ἐστιν”. ἔδειξε γὰρ διὰ τούτων ὅτι ὁ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν ζητῶν αἴτιον ζητεῖ· ὁ γὰρ ὁρισμὸς ἑκάστου καὶ αἴτιον. τούτῳ δὴ προσχρῆται. εἰ γὰρ ὁ ὁρισμὸς αἴτιον, ὁ ὁρισμόν τινος εἰδὼς καὶ αἴτιον οἶδε. τὸ δὲ τὸν ὁρισμόν τινος εἰδότα εἰδέναι τὸ αἴτιον αὐτῷ τοῦ εἶναι (τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ αἴτιον τοῦ τί ἐστι) δέδεικται· ταὐτὸ γὰρ ἔκειτο [γὰρ τὸ] ἡ τοῦ τί ἐστι ζήτησις καὶ αἰτίας ζήτησις. Δύναται τῷ λόγος δὲ τούτου εἰρηκέναι 〈αἴτιον〉 τοῦ δύνασθαι ὁρισμὸν δειχθῆναι διὰ συλλογισμοῦ.1 καὶ εἴη ἂν ἡ πρὸ αὐτοῦ οὐχ ὁλόκληρος ἀλλ’ ἐλλιπῶς εἰρημένη·2 ἐπεὶ δ’ ἔστιν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ τί ἐστι· λείποι γὰρ ἂν αὐτῇ τὸ ‘οἷόν τε διὰ συλλογισμοῦ τὸ τί ἦν εἶναι δείκνυσθαι’. ἐπεὶ τοίνυν ὁ ὁρισμὸς αἴτιον, ἢ ταὐτὸν ἔσται τούτῳ οὗ αἴτιον ἢ ἄλλο αὐτοῦ. τῶν γὰρ αἰτίων τὰ μὲν ταὐτά ἐστιν ἐκείνοις, ὧν ἐστιν αἴτια, ὁλόκληρον αὐτῶν δηλοῦντα τὴν οὐσίαν· τοῦ γὰρ τὸν ἄνθρωπον ζῷον πεζὸν δίπουν εἶναι οὐκ ἄλλο τὸ αἴτιον παρ’ αὐτὸ τοῦτο, καὶ ὅλως ὁ ἑκάστου οἰκεῖος ὅρος.

“然而,正如我们所说,既然知道‘是什么’与知道‘是什么的原因’是同一回事。” 他首先尝试指明,通过定义来论证定义是可能的。为了这一论证,他同时使用了先前由他证明过的那些结论;因为他在不久之前通过他说过的话证明了这一点:“因为在所有这些情况中,显然‘是什么’与‘为什么存在’是同一的”。事实上,他通过这些话指明,探求“是什么”与定义的人就是在探求原因;因为各事物的定义也就是其原因。这正是他进一步利用的前提。因为如果定义是原因,那么知道某物的定义的人也就知道了其原因。而知道某物的定义的人知道其存在的原因(因为对他而言,“是什么的原因”就意味着这一点)已被证明;因为对“是什么”的探究与对原因的探究被设定为是同一的。人们可以理解为,通过“这的理由在于”这句话,他说明了定义能够通过推论被指明[的原因]。而在此之前的那句话将不是完全的,而是带有省略地被说出的:“然而,正如我们所说,既然知道‘是什么’与知道‘是什么的原因’是同一回事”;因为对于这句话来说,将缺少“本质能够通过推论被指明”这一结论。既然定义是原因,它要么与它作为其原因的这一事物相同,要么不同于它。因为在诸原因中,有些与它们作为其原因的那些事物相同,表明了它们完整的实体;因为人之为两足陆生动物的原因,除了这本身之外别无他物,并且一般而言,各事物固有的定义都是如此。

§1.49

"Λόγος δὲ τούτου, ὅτι ἔστι τι τὸ αἴτιον· καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλο." Δύναται τὸ καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλο εἰρηκέναι οὐχ ὡς συγχωρῶν εἶναι τὸ αὐτὸ αὑτοῦ αἴτιον (δοκεῖ γὰρ ἄλλο εἶναι τὸ αἴτιον καὶ τὸ οὗ ἐστιν αἴτιον ἐν πᾶσιν) ἀλλ’ ὑπὲρ τοῦ3 ὁλοκλήρῳ χρῆσθαι διαιρέσει. καὶ εἴη ἂν τὸ εἰ τοίνυν ἐστὶν ἄλλο ἐπενηνεγμένον σημαντικὸν τοῦ ὀφείλειν τὸ αἴτιον ἄλλο εἶναι.

“而这的理由在于,原因乃是某种东西;而这要么相同要么不同。” 他之所以说“而这要么相同要么不同”,可以理解为并不是承认同一事物可以是其自身的原因(因为在所有情况下,原因与它作为其原因的事物似乎是不同的),而是为了采用一个完备的划分。并且随后附加的“因此,如果它是不同的”这句话,表明了原因应当是不同的。

语法注3 条
  1. 1.48Δύναται τῷ λόγος δὲ τούτου εἰρηκέναι 〈αἴτιον〉 τοῦ δύνασθαι ὁρισμὸν δειχθῆναι διὰ συλλογισμοῦ.

    Δύναται 采用以亚里士多德为主语的人称结构(“他可以被理解为说了……”)。τῷ λόγος δὲ τούτου 是带有冠词的引文与格短语,表示方式或手段(“通过‘这的理由在于’这句话”)。补入的 〈αἴτιον〉 作宾语,支配随后的属格不定式短语 τοῦ δύνασθαι。

  2. 1.48καὶ εἴη ἂν ἡ πρὸ αὐτοῦ οὐχ ὁλόκληρος ἀλλ’ ἐλλιπῶς εἰρημένη

    ἡ πρὸ αὐτοῦ 省略了 λέξις 或 πρότασις,指前一条引文(Ἐπεὶ δ’ ἐστίν...)。注解者认为亚里士多德的原文是一个缺乏与 ἐπεί 相呼应之主句结论的破格或省略结构,并指出其所缺的意涵为‘本质能够通过推论被指明’。

  3. 1.49Δύναται τὸ καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλο εἰρηκέναι οὐχ ὡς συγχωρῶν... ἀλλ’ ὑπὲρ τοῦ...

    此处 Δύναται 同样以亚里士多德为主语,支配不定式 εἰρηκέναι,并以带有冠词的引语 τὸ καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλο 作直接宾语。随后的分词从句 οὐχ ὡς συγχωρῶν(“并非作为承认……”)与介词短语 ἀλλ’ ὑπὲρ τοῦ + 不定式(“而是为了……”)构成对比,限定其说话意图。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:560.21-562.7