- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:559.7-560.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《后分析篇》卷二第7章(92b8–30),阐明定义并不指明事物存在(ὅτι ἔστι),存在不是类亦不可成为定义的部分,并论证把定义贬低为仅仅指明名称含义(τί σημαίνει τοὔνομα)的说法将导致荒谬后果。
" Ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς καὶ τὰ ἑξῆς." Τὸ γὰρ ἄλλο ἄλλῳ ὑπάρχον διὰ συλλογισμοῦ δείκνυται. ἐπεὶ δὲ καὶ ὁ ὁρισμὸς καὶ ἡ οὐσία ἑκάστου ὑπάρχει ἐκείνῳ οὗ ἐστι καὶ δύναταί τις καὶ ἐπὶ τοῦ ὁρισμοῦ ἀκούειν 〈τὸ〉 ὅτι ἔστι, διὰ τοῦτο προσέθηκε τὸ εἰ μὴ οὐσία εἴη, τουτέστιν εἰ μὴ ὁρισμὸς εἴη. μόνον γὰρ τῷ ὅτι ὑπάρχει ὁ ὁρισμὸς ὑπάρχων οὐ δείκνυται δι’ ἀποδείξεως·1 τὸ γὰρ εἶναί τινι καὶ ὑπάρχειν οὐκ ἔστιν ὁρισμός τινος, οὐδ’ ὁ εἶναί τι ἀποδεικνὺς τὸν ὁρισμὸν αὐτοῦ δείκνυσιν· οὐδενὸς γὰρ ὁρισμὸς τὸ εἶναι. οὐδὲ γὰρ γένος ὅλως τὸ ὂν καὶ τὸ εἶναι καὶ μία φύσις ὡς δύνασθαι καὶ μέρος ὁρισμοῦ εἶναι· τοιοῦτον δὲ τὸ γένος· ὁ γὰρ ὁρισμὸς μιᾶς φύσεώς ἐστι δηλωτικός. καὶ τοῦ εἶναί τι ἄρα ἀπόδειξις ἔσται. οὐκ ἄρα ὁ ὁριζόμενος τὸ εἶναι τοῦτο ὃ ὁρίζεται δείξει διὰ τοῦ ὁρισμοῦ· ἀπόδειξις γὰρ δεικτικὴ τούτου.
“然而如果他要指明‘是什么’和‘存在’,他将如何,等等。” 因为一物属于另一物是通过推论被证明的。但是,既然每一事物的定义和实体都属于它们所属的那事物,并且关于定义也可以理解为“存在”,由于这个缘故,他补充了“除非它是实体”,也就是说,“除非它是定义”。因为定义作为属于[事物]者,并不单纯因其属于而在论证中被证明。因为对某物而言的存在和属于,并不是某物的定义,证明某物存在的人也并不指明它的定义;因为存在不是任何事物的定义。事实上,有和存在根本不是类,也不是单一本性,以至于能够成为定义的一部分(而类就是这样的);因为定义是指明单一本性的。因此,关于某物存在将会有论证。由此可见,下定义的人不会通过定义来证明他所定义的这事物存在;因为证明这一点的是论证。
"Τί μὲν γὰρ σημαίνει τὸ τρίγωνον, ἔλαβεν ὁ γεωμέτρης, ὅτι δ’ ἔστι δείκνυσι." Λαβὼν ὅτι ἀπόδειξίς ἐστι τοῦ ὅτι ἔστι δεικτική, ἔχων δὲ ὅτι καὶ ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ἑκάτερον αὐτῶν τίνος ἐστίν, ἐπὶ τούτοις λέγει τί οὖν δείξει ὁ ὁριζόμενος τί ἐστίν; ἢ τὸ τρίγωνον; ὃ ἴσον ἐστὶ 〈τῷ〉 ‘τί οὖν δείκνυσιν ὁ ὁριζόμενος καὶ τὸ τί ἐστιν ἀποδιδούς τινος; ἢ τὸ τί ἐστιν ἐκεῖνο ὃ ὁρίζεται; ὁ γὰρ τὸ τρίγωνον ὁριζόμενος τί ἐστι τὸ τρίγωνον λέγει, ἀλλ’ οὐχ ὅτι ἔστιν· ἄλλο γὰρ ἐκεῖνο καὶ δι’ ἀποδείξεως δεικνύμενον’. καὶ τὸ ἀκόλουθον ἄτοπον ἐπιφέρει· ὃ ἄρα τις ὁρισμῷ οἶδεν, ὅτι ἔστι τοῦτο, οὐκ εἴσεται· ἄλλη γὰρ ἡ τοῦτο δεικνύουσα· τοῦτο δ’ ἀδύνατον, ὃ μὴ οἶδέ τις εἰ ἔστι, τοῦτο τί ἐστιν εἰδέναι.2
“因为几何学家设定了三角形意味着什么,但指明了它存在。” 他在假定了论证是指明“存在”的、并把握了定义与论证各自是关于什么的之后,基于这些说:“那么下定义的人将指明什么呢?指明‘是什么’呢?还是指明三角形呢?”这等同于:“那么下定义者、即给出某物‘是什么’的人究竟指明什么呢?抑或指明他所定义的那事物是什么呢?因为给三角形下定义的人说出了三角形是什么,但没有说出它存在;因为后者是另一回事,是通过论证被证明的”。并且他引出了随之而来的荒谬:因此,某人通过定义所认识的东西,他将不会知道它存在;因为指明这一点的乃是另一者。但这绝不可能:一个人若不知道某物是否存在,却能知道这事物是什么。
"Φανερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους τῶν ὅρων." Ὅτι μὴ τοῦ ὅτι ἔστι τὸ ὁριστὸν ὁ ὁρισμός ἐστι δεικτικός. εἰ γὰρ καὶ ἐν ὑπάρξει ἐστὶν οὗ ὁ ὁρισμὸς ἀποδέδοται, ἀλλ’ ὅ γε ὁρισμὸς τὸ εἶναι αὐτοῦ οὐ δείκνυσιν. ὁ γὰρ τοῦ κύκλου ὁρισμὸς οὔτε εἶναι τὸν κύκλον δείκνυσι (τοῦτο γὰρ δηλοῖ αὐτῷ τὸ διὰ τί ἐστιν)· οὐδὲ γὰρ ἐνσημαίνεται ἐν τῷ ὁρισμῷ αἰτία δι’ ἣν ἔστι τοῦτο οὗ ὁρισμόν τις ἀποδέδωκεν· ἀλλ’ οὐδὲ τοῦ διὰ τί ἐστι τοῦτο κύκλος.
“而且根据目前通行的诸种定义方式也是明显的。” 这表明,定义并不指明被定义者存在。因为即使给出了定义的对象实际上存在,定义本身也绝不证明它的存在。实际上,圆的定义并不指明圆存在(因为对它阐明这点的乃是“为什么存在”);因为在定义中并未表明某人给出了定义的这一事物所由以存在的根据,甚至连为什么这是圆[的根据]也未表明。
"Ἀλλ’ ἀεὶ ἔξεστι λέγειν τὸ διὰ τί. εἰ ἄρα ὁ ὁριζόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει τοὔνομα καὶ τὰ ἑξῆς." Δείξας, ὅτι οὐκ ἔστιν ὁ ὁρισμὸς τοῦ εἶναι τὸ πρᾶγμα τὸ ὁριστὸν δεικτικός τε καὶ γνωστικός, λαμβάνει ὡς ἑπόμενον τούτῳ τὸ μὴ εἶναι τὸν ὁρισμὸν πράγματός τινος δηλωτικὸν ἀλλὰ τοῦ λαμβανομένου τί σημαίνει τὸ λεγόμενον, ὡς εἶναι αὐτὸν λόγον ὀνόματι ταὐτὸν σημαίνοντα. εἰ γὰρ δεῖ μὲν τὸν ὁριζόμενον ἢ τί ἐστι τὸ πρᾶγμα δεικνύναι ἢ τί σημαίνει τοὔνομα λέγειν, οὐ δείκνυσι δὲ τί ἐστι τὸ πρᾶγμα τῷ τὴν ἀρχὴν μὴ εἶναι δι’ ὁρισμοῦ εἰδέναι ὅτι ἔστι,3 τὸ καταλειπόμενον ἂν εἴη μηνυτικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ὅπερ ἄτοπον δείκνυσιν.
“但总可以问‘为什么’。因此,如果下定义的人要么指明‘是什么’,要么指明名称意味着什么,等等。” 在表明了定义既不能证明也不能使人认识被定义的事物存在之后,他把定义不表明实在的事物、而只表明所说的言辞意味着什么这一接受下来的论点作为随之而来的结论,以至于它只是与名称意味着相同之物的说明方式。因为如果下定义的人必须要么指明事物是什么,要么说出名称意味着什么,而由于根本不可能通过定义认识其存在、因而不指明事物是什么,那么剩下的就将是指明名称意味着什么的说明方式,而他表明这正是荒谬的。
"Ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἂν εἶεν καὶ τὰ ἑξῆς." Εἰ ὁ ὁρισμὸς λόγος ὀνόματι ταὐτὸν σημαίνων, μὴ οἷόν τε δ’ ἀποδεῖξαι ὅτι τοῦτο τὸ ὄνομα τοῦτο δηλοῖ (θέσει γὰρ καὶ συνθήκῃ τὰ ὀνόματα, οὐκ ἀνάγκῃ τινί), οὐδ’ ἂν τοῦ τοῦτο τὸ ὄνομα τοῦτο σημαίνειν πίστιν τινὰ ἔχοιμεν. οὐδ’ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσι, τὸ εἶναι ἕκαστον αὐτῶν δηλωτικὸν τοῦ σημαινομένου ὑπὸ τοῦδε τοῦ ὀνόματος.
“此外,所有的说明方式都将是定义,等等。” 如果定义是与名称意味着相同之物的说明方式,而又无法论证这个名称表达了这一点(因为名称是出于约定和惯例,并非出于任何必然性),那么对于这个名称意味着这一点,我们将没有任何确信的根据。因此,诸定义也没有附带阐明这一点:即它们之中的每一个都是对由这一名称所意味之物的指明。
- 1.41μόνον γὰρ τῷ ὅτι ὑπάρχει ὁ ὁρισμὸς ὑπάρχων οὐ δείκνυται δι’ ἀποδείξεως
τῷ ὅτι ὑπάρχει 是表示原因或手段的与格从句(“仅因其属于这一事实”)。分词 ὑπάρχων 与主语 ὁ ὁρισμός 一致,带有“作为属于者”的方式或让步色彩。全句核心为主节 οὐ δείκνυται δι’ ἀποδείξεως(“并不通过论证而被证明”),旨在强调即使定义作为述谓属于事物,也不能把存在的证明等同于定义的证明。
- 1.42τοῦτο δ’ ἀδύνατον, ὃ μὴ οἶδέ τις εἰ ἔστι, τοῦτο τί ἐστιν εἰδέναι
在非人称结构 τοῦτο δ’ ἀδύνατον[ἐστί]中,真正的主语是不定词短语 εἰδέναι …。在其内部,关系从句 ὃ μὴ οἶδέ τις εἰ ἔστι 通过倒装前置,并由后随的指示代词 τοῦτο(作为间接疑问句 τί ἐστιν 的主语)加以复指。正常语序为 εἰδέναι τί ἐστι τοῦτο ὃ μή τις οἶδεν εἰ ἔστι(“认识某人尚不知其是否存在的那事物是什么”)。
- 1.44τῷ τὴν ἀρχὴν μὴ εἶναι δι’ ὁρισμοῦ εἰδέναι ὅτι ἔστι
带冠词不定词的与格 τῷ … μὴ εἶναι 表示原因(“由于……不可能”)。τὴν ἀρχήν 是否定句中常见的副词性宾格,意为“根本/起初”。εἶναι 在此作非人称用法(等同于 ἔξεστι 或 δυνατόν ἐστι),统辖不定词 εἰδέναι,整体意为“由于根本不可能通过定义认识其存在”。
