- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:557.18-559.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德在《后分析篇》第二卷(92a8–92b4)中关于定义(“是什么”)无法通过推论、假设、归纳或感觉加以证明的论述,说明了证明定义的企图必然导致乞求论题或循环论证,并分析了证明事物“存在”与“是什么”之间的区分。
" Ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν." Τὰ γὰρ αὐτάρκη πρὸς τὸ ἴδιον ποιῆσαι τὸ ἐξ αὐτῶν τῶν καθ’ αὑτὰ κατηγορουμένων ἱκανὰ πρὸς ὁρισμόν.1 τὸ δὲ τοῦτο γάρ ἐστι τὸ εἶναι ἐκείνῳ ἴσον ἐστὶ τῷ ‘ἐν γὰρ τούτῳ ἐστὶ τὸ εἶναι τῷ πράγματι οὗ τὸν ὁρισμὸν δείκνυμεν, καὶ τοῦτο ὁρισμὸς αὐτοῦ’.
“而这些仅在‘是什么’中,且全体是固有的。” 因为,足以使由那些本性自述的要素构成的整体成为固有的东西,对于定义而言也是充足的。而“因为这就是对那事物而言的存在”,等同于“因为在其中存在着我们证明其定义的那事物的存在,而这就是它的定义”。
"Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τῷ κακῷ ἐστι τὸ διαιρετῷ εἶναι." Ὅτι μηδὲ ὁ ὑποθετικῶς δεικνύναι καὶ συλλογίζεσθαι πειρώμενος ὁρισμὸν ὃ βούλεται ποιεῖ· τὸ γὰρ ἐξ ὑποθέσεως νῦν τὸ ὑποθετικῶς λέγει. καὶ γὰρ ἡ τοιαύτη δεῖξις τὸ ἐν ἀρχῇ λήψεται. θέλων γάρ τις δεῖξαι, ὅτι δι’ ἀποδείξεως ὁρισμὸς δείκνυται, εἰς τὴν αὐτοῦ τούτου δεῖξιν ὁρισμόν τινος λαμβάνει ἄνευ ἀποδείξεως· ὃν εἰ βούλοιτο πάλιν δεῖξαι διὰ συλλογισμοῦ, οὐκ ἄλλως δείξει ἢ διὰ τοῦ πάλιν ὁρισμόν τινος αἰτήσασθαι καὶ λαβεῖν, καὶ τούτου γε οὗ τὸν ὁρισμὸν δοκεῖ διὰ τούτου δεδειχέναι.2 λαβὼν γὰρ ὅτι τοῦ ἀγαθοῦ ὁρισμός ἐστι τὸ ἀδιαίρετον, οὕτω πάλιν δείξει τοῦ κακοῦ λόγον ὄντα τὸ διαιρετόν· δι’ ἀλλήλων ἄρα.
“即使基于假设来指明,例如假定可分的存在是恶的存在。” 这表明,即使企图假言地指明并推论定义的人,也没有达成其意图;因为他现在把“基于假设”说成是“假言地”。实际上,这种证明也将乞求论题。因为企图表明定义是通过论证被证明的人,为了这一点的证明,不加论证地假定了某物的定义;而如果他希望再次通过推论来证明它,他只能通过再次要求并假定某物的定义来指明它,而且〔所假定的〕正是他似乎通过它证明了其定义的那一事物的〔定义〕。因为在设定了不可分是善的定义之后,他将以此方式再次表明可分是恶的说明方式;因此这是互为根据的循环论证。
"Λαμβάνειν δ’ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι ἕτερον μέν τι ἔστω." Τουτέστιν εἰς τὴν δεῖξιν τοῦ τί ἦν εἶναι καὶ τοῦ ὁρισμοῦ ἕτερόν τι λαμβάνει ὃ οὐ κεχώρισται· διὰ γάρ τινος ληφθέντος μέσου ἑτέρου τῶν ἐξ ὧν τὸ συμπέρασμα ὅρων ὁ συλλογισμὸς καὶ ἐκ προτάσεών τινων. ὃ ἐδήλωσεν εἰπὼν καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν ὅτι ἔστι τόδε κατὰ τοῦδε λαμβάνεται, τουτέστι πρότασις, οὐ μὴν αὐτὸ ὃ δεῖ δεῖξαι ἢ ὃ τὸ αὐτό ἐστι τῷ δεικνυμένῳ ἢ ἀντιστρέφει αὐτῷ. ὁ γὰρ τοιοῦτόν τι λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖται λαμβάνων πρὸς ἄλλο, ἄλλως τε ἐπεὶ καὶ ἀμφότερα ὁμοίως δεῖται δείξεως.
“但假定为了指明本质而设定某种相异之物是容许的。” 也就是说,为了本质和定义的证明,他设定了某种未被分离的相异之物;因为推论是通过某个被假定为与构成结论的诸项相异的中项、并出自某些前提而进行的。他通过说“因为在论证中也设定了这属于那”,即设定了前提,而绝不是设定了应当被证明之物本身、或者与被证明之物相同或与之可换位之物,从而澄清了这一点。因为设定此类事物的人,是在通过相对于他物来设定它而乞求论题,尤其是因为两者同样需要证明。
"Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί ἔστιν;" Ὅτι οὐχ οἷόν τέ ἐστι τὸν ὁρισμὸν δεῖξαι, οὔτε δι’ ἀποδείξεως καὶ συλλογισμοῦ οὔτε δι’ ἐπαγωγῆς οὔτε δι’ αἰσθήσεως. ὁ μὲν γὰρ ἀποδεικνύς τι καὶ συλλογιζόμενος ἐξ ὁμολογουμένων τινῶν δῆλον ποιεῖ τὸ δι’ αὐτῶν ἐξ ἀνάγκης δεικνύμενον· ὁ δὲ ὁριζόμενος οὐ λαβών τινα δι’ αὐτῶν δείκνυσιν ἐξ ἀνάγκης ὄντα τὸν δεικνύμενον ὁρισμόν. καὶ ἔτι δέδεικται ὅτι οὐκ ἔστιν ὁρισμοῦ ἀπόδειξις. ἀλλ’ οὐδὲ δι’ ἐπαγωγῆς. ἡ γὰρ ἐπαγωγὴ διὰ τῶν καθ’ ἕκαστα φανερῶν ὄντων τὸ καθόλου πιστοῦται· ὁ δὲ ὁριζόμενος οὐχ οὕτως δείκνυσιν ὁρισμόν. καὶ ὁ μὲν ἐπαγωγῇ χρώμενος δείκνυσι τὸ ὅτι ἔστιν ἢ ὅτι οὐκ ἔστιν ἐκ τῶν ληφθέντων· ὁ δὲ ὁριζόμενος οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν ἀλλὰ τί ἐστι προτίθεται δεῖξαι. ὅτι δὲ μηδὲ δι’ αἰσθήσεως ἔστι δεῖξαι ὁρισμόν, πρόδηλον· οὐδὲ γὰρ αἰσθητὸν ὅλως οὔτε ὁ ὁρισμὸς οὔτε τὸ ὁριστόν, εἴ γε καθόλου, ὡς δείξει ἅμα τῷ δακτύλῳ εἰπεῖν3 ‘τοῦτό ἐστιν ὁρισμός’, ὡς ‘τοῦτό ἐστι γλυκύ’ ἤ τι ἄλλο τῶν αἰσθητῶν.
“那么下定义的人究竟将如何表明实体或‘是什么’呢?” 这表明,无论通过论证和推论,还是通过归纳,抑或通过感觉,都无法指明定义。因为进行论证和推论的人,是从某些被承认的前提中,阐明通过它们必然被指明的事项;而下定义的人并不是假定了某些事项后,通过它们指明所证明的定义必然成立。此外,已经表明不存在关于定义的论证。而且也不能通过归纳。因为归纳是通过明显的个别事物来证实普遍者;但下定义的人并非这样指明定义。并且,运用归纳的人是从所假定的事项中指明某物存在或不存在;而下定义的人企图指明的不是存在或不存在,而是“是什么”。再者,显然也不能通过感觉来指明定义;因为如果定义及其被定义者是普遍的,它们就根本不是可感觉的,以至于不能伴随着手指的指点而说“这就是定义”,就像人们说“这是甜的”或感觉对象的其他某种东西那样。
"Ἔτι πῶς δείξει τὸ τί ἐστιν; ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν εἰδέναι." Καθόλου ἐπαπορεῖ πῶς ὅλως ἔστι τὸ τί ἐστι δεῖξαι. εἰ γὰρ δεῖ μὲν τὴν τοῦ τί ἐστι δεῖξιν τῇ τοῦ ὅτι ἔστι συμπεπλέχθαι, ταῦτα δὲ ἕτερα ἀλλήλων, οὔτε δ’ ἡ ὁριστικὴ οὔτε ἡ ἀποδεικτικὴ μία πλειόνων ἐστίν,4 οὐκ ἂν εἴη τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν δεῖξαι. ταῦτα δ’ ἐδήλωσεν εἰπὼν ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς τῷ αὐτῷ λόγῳ δείξει; εἰπὼν γὰρ ἄμφω δεῖν γνωρίζεσθαι μετὰ ταῦτα ζητεῖ, πῶς δι’ ἑνὸς λόγου ἀμφότερα δειχθείη διαφέροντα.
“此外,他将如何指明‘是什么’呢?因为认识人或任何其他事物‘是什么’的人,必然认识。” 他普遍地提出了关于究竟如何可能指明“是什么”的疑难。因为如果“是什么”的证明必须与“存在”的证明交织在一起,而它们彼此相异,且无论定义性的证明还是论证性的证明都不是针对多个事项的单一证明,那么也就不可能指明“是什么”和定义。他通过说“然而如果他要指明‘是什么’和‘存在’,他将如何用同一个说明方式加以指明呢?”阐明了这一点。因为在说过两者都必须被认识之后,他接着探讨两者既然相异,怎能通过单一的说明方式被指明。
- 1.36Τὰ γὰρ αὐτάρκη πρὸς τὸ ἴδιον ποιῆσαι τὸ ἐξ αὐτῶν τῶν καθ’ αὑτὰ κατηγορουμένων ἱκανὰ πρὸς ὁρισμόν.
该句的主干结构为主语 Τὰ ... αὐτάρκη 与谓语 ἱκανὰ [ἐστι] πρὸς ὁρισμόν。带冠词不定式短语 πρὸς τὸ ἴδιον ποιῆσαι(“为了使……成为固有”)的宾语是 τὸ ἐξ αὐτῶν,而 τῶν καθ’ αὑτὰ κατηγορουμένων 则作为同位语进一步限定代词 αὐτῶν。
- 1.37καὶ τούτου γε οὗ τὸν ὁρισμὸν δοκεῖ διὰ τούτου δεδειχέναι
承接前句的 λαβεῖν,此处需补充 [λαμβάνει τὸν ὁρισμόν]:“并且[假定了]此物的[定义]”,其后的 οὗ(οὐ 为关系代词 οὗ 之误)τὸν ὁρισμὸν δοκεῖ διὰ τούτου δεδειχέναι 作为关系从句修饰先行词 τούτου:“即他似乎通过它证明了其定义的那事物的[定义]”。代词 τούτου 的指称在前半句(原先似乎已证明其定义的对象)与后半句(先前借以证明它的假设定义)之间形成了对比。
- 1.39δείξει ἅμα τῷ δακτύλῳ εἰπεῖν
此处的 δείξει 并非动词将来时第三人称单数,而是名词 δεῖξις(指点、指示)的与格单数。它与 ἅμα τῷ δακτύλῳ 一起构成表示方式的与格短语(“伴随着手指的指点”),修饰不定式 εἰπεῖν。
- 1.40οὔτε δ’ ἡ ὁριστικὴ οὔτε ἡ ἀποδεικτικὴ μία πλειόνων ἐστίν
阴性单数形容词 ἡ ὁριστική 和 ἡ ἀποδεικτική 省略了从紧邻上下文补充的名词 δεῖξις(“证明”)。整句表明“无论定义性的证明还是论证性的证明,都不是针对多个事项的单一证明”(即不能同时证明两件不同的事情)。
