- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:555.27-557.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解《后分析篇》91b20–92a6,阐明通过划分确立定义为何不能构成推论(因无推论地预设各要素、多余添加、遗漏及越级),进而剖析基于假设证明实体的定义如何陷入乞求论题的困境。
" Καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον, ζῷον πεζόν, οὐκ ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλὰ λαμβάνει καὶ τοῦτο." Οὐ γάρ, εἰ ἰδίᾳ ἑκάτερον ἀληθὲς περὶ τοῦ ἀνθρώπου, ἤδη καὶ ἅμα ἀνάγκη, ὡς ἐπὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, καὶ αὐτὸς δὲ αὐτοῦ προϊὼν μνημονεύσει.
“而人是全体,即有足动物,这从所说的话中也并非必然,但他甚至将这也设定了下来。” 因为,即使每一个分别关于人是真实的,并不因此也必然同时成立,正如在《解释篇》中关于皮匠和好人所表明的那样,而他自己在后文中也将提及这一点。
"Διαφέρει δ’ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων οὕτω ποιεῖν." Ὅτι οὐ μόνον οὐ δεικνύουσι διὰ συλλογισμοῦ τὸν ὁρισμόν, ὃν οὐδ’ ἄλλως οἷόν τε δεῖξαι διὰ συλλογισμοῦ, ὡς προείρηται, ἀλλ’ οὐδὲ τὰ δυνατὰ μὲν διὰ συλλογισμοῦ δείκνυσθαι ὑπάρχειν τῷ ἀνθρώπῳ διὰ συλλογισμοῦ δεικνύουσιν ὑπάρχειν, ἀλλὰ λαμβάνουσιν ἀσυλλογίστως. ἀσυλλογίστως γὰρ λαμβάνοντες τὰ ἐξ ὧν ὁ ὁρισμὸς χρῶνται αὐτοῖς πρὸς τὴν σύνθεσιν τοῦ ὁρισμοῦ δυναμένοις διὰ συλλογισμοῦ λαμβάνεσθαι·1 ἕκαστον γοῦν τῶν ἐν τῷ ὁριστικῷ λόγῳ τοῦ ἀνθρώπου διὰ συλλογισμοῦ ἔστι δεῖξαι ὑπάρχον τῷ ἀνθρώπῳ. ἐπὶ τούτοις ὅτι τὸ λαμβανόμενον καὶ συντιθέμενον 〈ἐκ〉 τῶν κατὰ τὴν διαίρεσιν δοθέντων μὴ δείκνυται ὁρισμὸς εἶναι. λέγει γὰρ τί κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι τὸ πᾶν, τουτέστι τί κωλύει ταῦτα, ὧν ἕκαστον κατ’ ἰδίαν ἐλήφθη τῷ ἀνθρώπῳ ὑπάρχον, καὶ ἅμα ἀληθεύεσθαι κατὰ τοῦ ἀνθρώπου, μὴ μέντοι τὴν σύνθεσιν αὐτῶν ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου; Προσθεῖναι τὸ ἐν τῇ τοῦ ζῴου διαιρέσει τὸ ἄρρεν καὶ τὸ θῆλυ λαβεῖν2 ἢ ἄλλην τινὰ ἐναντίωσιν κατὰ τὴν ὕλην ἢ κατά τι συμβεβηκὸς οὖσαν ἀλλ’ οὐ κατ’ εἶδος. ἀφεῖναι, εἰ τὸ ζῷον εἰς πεζόν τε καὶ ἔνυδρον τέμοι· οὗτος γὰρ τὸ πτηνὸν παρέλιπεν. ὑπερβεβηκέναι δέ, εἰ τὸ ζῷον εἰς δίπουν καὶ πολύπουν ὑπερβῇ τὸ πεζόν.
“而就许多或就少数这样去做,并无任何区别。” 这表明,正如前文所说,关于即使以其他方式也无法通过推论加以表明的定义,他们不仅不通过推论来指明它,而且甚至对于那些能够通过推论表明属于人的属性,他们也不通过推论表明其属于人,而是不加推论地设定。因为他们不加推论地设定了构成定义的前提,并将这些本能够通过推论获得的前提用于定义的综合;无论如何,人的定义性说明方式中的每一个要素,都能够通过推论被表明属于人。除这些之外,还表明:从根据划分所给出的要素中设定并综合起来的东西,并没有被指明是一个定义。因为他说:有什么能妨碍这一切作为一个整体是真实的——也就是说,虽然这些分别被假定属于人的属性同时对人也是真实的,但它们的综合却并非人的定义,这有什么能妨碍呢?所谓“添加”,是指在动物的划分中取了雄性和雌性,或者某种按照质料或按照偶性而非按照形式的对立。所谓“遗漏”,是指如果有人把动物划分为有足和水生,因为此人漏掉了飞禽。所谓“越级”,是指如果有人把动物划分为两足和多足,越过了有足。
"Τοῦτο δ’ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπίπτει." Ἔστι δὲ μὴ ἐμπίπτοντα εἰς πᾶσαν τὴν διαίρεσιν τὰ γένη, ὅσῳ ἀνωτέρω ἦν. τὰ δ’ ἄτομα εἴδη εἰς πᾶσαν ἐμπίπτει τὴν διαίρεσιν, οἷον ὁ ἄνθρωπος.
“但如果一切都落入划分中,这就是必然的。” 不落入每一个划分中的是属,就其处于更上位而言。而不可分的形式则落入每一个划分中,例如人。
"Ἀλλὰ συλλογισμὸς ὅμως οὐκ ἔστιν, ἀλλ’ εἴπερ, ἄλλον τρόπον γνωρίζειν ποιεῖ." Ὅτι εἰ καὶ μὴ συλλογίζεται ἡ διαιρετικὴ μέθοδος, ἀλλὰ κατὰ ἄλλον τρόπον γνωρίζειν ποιεῖ, ὡς καὶ ἡ ἐπαγωγή, εἰ καὶ μὴ ἀποδείκνυσιν, ἀλλ’ ὅμως δηλοῖ τι.
“然而它终究不是推论,但即使算得上,也是以另一种方式让人认识。” 这表明,即使划分法并不进行推论,但它是以另一种方式让人认识,正如归纳法即使不进行论证,但终究显明了某物。
"Συλλογισμὸν δ’ οὐ λέγει ὁ ἐκ τῆς διαιρέσεως λέγων τὸν ὁρισμόν." Ὅτι ὁ ἐκ τῆς διαιρέσεως συντιθεὶς τὸν ὁρισμὸν καὶ λαμβάνων οὐ συλλογίζεται ἀλλὰ διὰ παραβολῆς δείκνυσιν.
“而出自划分说明定义的人并未说明推论。” 这表明,出自划分综合并取得定义的人并没有进行推论,而是通过类比来指明的。
"Ἀλλ’ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ’ οὐσίαν." Ζητεῖ εἰ οἷόν τε τὸν ὁρισμὸν ἐξ ὑποθέσεως συλλογίσασθαί τε καὶ δεῖξαι. τὸν δὲ ὁρισμὸν τὸ τί ἐστι κατ’ οὐσίαν εἶπε. τὸ γὰρ πρὸς τῷ ἐν τῷ τί ἐστι κατηγορεῖσθαί τινος καὶ τὴν οὐσίαν σημαῖνον αὐτοῦ ὁρισμός ἐστιν ἐκείνου· ὁ γὰρ ὁρισμὸς ἡ ἑκάστου οὐσία καὶ τὸ εἶναι. ἐξ ὑποθέσεως δὲ εἶπεν οὐ τὸ δι’ ὑποθετικοῦ συλλογισμοῦ, ἀλλὰ διὰ τοῦ ὑποθέσθαι τινὰ καὶ τούτοις πρὸς τὴν δεῖξιν χρήσασθαι. ἔστι δ’ ὃ λαμβάνει καὶ ὑποτίθεται τὸ τὸν ἐκ τῶν 〈ἐν τῷ〉 τί ἐστιν ἰδίων λόγον ὁρισμὸν εἶναι, τουτέστι τὸν ἐκ τῶν 〈ἐν τῷ〉 τί ἐστι κατηγορουμένων ἰδίων λόγον τούτου ὁρισμὸν εἶναι. ὃ εἶναι τοῦ τί ἐστιν ὁρισμὸν ὑποτίθεται ἀλλὰ οὐκ ἀποδείκνυσιν.3 ᾧ εἰ προσληφθείη ‘ὅδε τοῦδε ἴδιός ἐστι λόγος ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων’, συνάγοιτ’ ἂν ‘τόδε τοῦδε ἄρα ὁρισμός ἐστιν’. ἀλλὰ πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γὰρ λαμβάνει τὸν μέσον τῷ μείζονι· οὐδὲν γὰρ διαφέρει εἰπεῖν ‘τόδε τοῦδε ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἴδιόν ἐστι’ τοῦ εἰπεῖν ‘τόδε τοῦδε ὁρισμός ἐστι’. δείκνυσι δέ τι καὶ ἄλλο ἄτοπον τῇ τοιαύτῃ δείξει ἑπόμενον, ὅτι γὰρ μὴ ὑπόθεσις ἐν τῷ συλλογισμῷ δεόντως λαμβάνεται.
“然而难道还能证明依实体而言的‘是什么’吗?” 他探究是否可能基于假设来推论并指明定义。他把定义称为“依实体而言的‘是什么’”。因为除了在“是什么”中被述说于某物之外还能指示其实体者,乃是该物的定义;因为定义就是各事物的实体与存在。他说“基于假设”,指的不是通过假言推论,而是指通过假设某些前提并将它们用于证明。他所设定和假设的乃是:由“是什么”中的固有属性构成的说明方式是定义,也就是说,由在“是什么”中被述说的固有属性构成的说明方式是此物的定义。他假设这是“是什么”的定义,却并未论证它。如果再对此附加一条小前提:“这是由在‘是什么’中被述说的属性构成的、属于此物的固有说明方式”,那么就可以得出结论:“因此这是此物的定义”。但他又在乞求论题;因为他设定了中项与大项是同一的;因为说“这是由在‘是什么’中被述说的属性构成的、属于此物的固有属性”,与说“这是此物的定义”,毫无区别。而且他还指出了跟随这种证明而来的另一个荒谬,即在推论中前提并未恰当地被设定。
- 1.31δυναμένοις διὰ συλλογισμοῦ λαμβάνεσθαι
与格分词 δυναμένοις 与前文的 αὐτοῖς(指构成定义的前提要素 τὰ ἐξ ὧν ὁ ὁρισμός)保持一致。它修饰 χρῶνται 的宾语,带有让步或对比意味,指出这些要素本能够通过推论获得,却被不加推论地直接设定并使用。
- 1.31Προσθεῖναι τὸ ἐν τῇ τοῦ ζῴου διαιρέσει τὸ ἄρρεν καὶ τὸ θῆλυ λαβεῖν
不定式 προσθεῖναι(添加)以及随后的 ἀφεῖναι(遗漏)和 ὑπερβεβηκέναι(越级),直接提取了亚里士多德原文(91b24–27)中的用词,用以解释和例示其具体含义,句法上相当于“[他说]‘添加’[是指]……”。
- 1.35ὃ εἶναι τοῦ τί ἐστιν ὁρισμὸν ὑποτίθεται ἀλλὰ οὐκ ἀποδείκνυσιν
关系代词 ὅ 以上一句的内容(由在“是什么”中被述说的固有属性构成的说明方式)为先行词,在不定式结构中作 εἶναι 的主语(宾格主语)。ὁρισμόν 作补足语,属格 τοῦ τί ἐστιν 修饰 ὁρισμόν,意为“他假设此项是‘是什么’的定义,却未加以证明”。
