← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§554.6-555.26

通过三段论与划分法证明定义的不可能

对亚里士多德《后分析篇》第二卷第4至5章(91a24–91b12)进行注解,指出若试图通过推论证明定义,必然陷入乞求论题或多重定义等荒谬,并阐明划分法亦因缺乏必然得出性而不能构成推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

" Τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἕξει· [ἔσται ἄρα καὶ τὸ Β κατὰ τοῦ Γ, τὸ τί ἐστιν." Δείξας ὅτι δεῖ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν εἶναι τὸ τί ἐστι, τουτέστι τὸν ὁρισμόν, ἐπήνεγκε τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἔχει, τῷ ‘δέ’ ἀντὶ τοῦ ‘δή’ χρησάμενος.1 ἔστιν οὖν τὸ λεγόμενον· τὸ δὴ τί ἐστιν ἄμφω ταῦτα ἕξει, τό τε ΑΒ καὶ τὸ ΒΓ δηλονότι· οὐ γὰρ μόνη ἡ ΑΒ πρότασις ἀλλὰ καὶ ἡ ΒΓ ἕξει τὸ τί ἐστι. δείξας δὲ ταῦτα τὸ ἑπόμενον αὐτοῖς ἄτοπον ἐπιφέρει λέγων " Εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἄμφω ἔχει, ἐπὶ τοῦ μέσου ἔσται πρότερον." Ὅτι μὲν τὸ τί ἐστιν ἀντὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ ὁρισμοῦ ἔλαβεν, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τῷ τί ἐστι τὸ τί ἦν εἶναι· τὸ γὰρ οὕτως ἐν τῷ τί ἐστιν ὡς τὸ τί ἦν εἶναι κατηγορούμενον δεῖ ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν. ἀλλ’ εἰ τοῦτο, τὸ Α πρῶτον ὁρισμὸς [διὰ] τοῦ Β, εἰ διὰ τούτου δεικνύοιτο τοῦ Γ ὁρισμὸς ὄν. καὶ τοῦτο μὲν οὖν ἄτοπον. εἰ μὲν γὰρ τὸ Β ἄλλο τοῦ Γ, τὸ Α πλειόνων ὁρισμὸς ἂν εἴη, ὅπερ ἀδύνατον. εἰ δὲ ταὐτὸν εἴη τὸ Β τῷ Γ, τὸ ἐν ἀρχῇ λήψεται· βουλόμενος γὰρ δεῖξαι τὸ Α ὂν ὁρισμὸν τοῦ Γ λαμβάνει αὐτὸ ὁρισμὸν εἶναι τοῦ Β, ὅ ἐστι ταὐτὸν τῷ Γ, ἢ ὡς ἐρεῖ ἔτι σαφέστερον, βουλόμενος δεῖξαι, ὅτι ὁρισμοῦ ἀπόδειξίς ἐστιν, ἔλαβε χωρὶς ἀποδείξεως τὸ Α τοῦ Β ὁρισμὸν εἶναι. ἕπεται μὲν οὖν καὶ ταῦτα. ὃ δὲ δείκνυσίν 〈ἐστιν〉 ὅτι ὁ οὕτως ἀποδεικνὺς οὐ βούλεται δι’ ἀποδείξεως τὸν ὁρισμὸν λαβεῖν, τούτου χωρὶς ἀποδείξεως εἶναί τινα ὁρισμὸν λαμβάνει.2 εἰ γὰρ λήψεται τὸ Α κατὰ τοῦ Β ὡς ὁρισμὸν καὶ ἐν τῷ τί ἦν εἶναι καὶ τὸ Β ὁμοίως τοῦ Γ ὁρισμόν, δῆλον ὅτι καὶ τὸ Β ὁρισμόν τινα καὶ λόγον λήψεται· οὕτω γὰρ ἔσται τὸ Β τοῦ Γ τί ἦν εἶναι. τοῦτο δ’ ἐβούλετο δεῖξαι τὸ τί ἦν εἶναι τοῦ Γ δι’ ἀποδείξεως δεικνύμενον. ὃ οὖν βούλεται δεῖξαι, ἔλαβε· λαμβάνει γὰρ τὸ Β τοῦ Γ ὁρισμὸν εἶναι.

“而这两者将具有‘是什么’;[因此Β也将作为‘是什么’属于Γ。]”在指明了“是什么”,即定义,必须存在于两个前提中之后,他接着补充了“而这两者具有‘是什么’”,这是用“而(δέ)”代替了“确实(δή)”。因此所说之意乃是:确实,这两者,显然即ΑΒ和ΒΓ,将具有“是什么”;因为不仅ΑΒ前提,而且ΒΓ前提也将具有“是什么”。在指明了这些之后,他引入了随之而来的荒谬后果,说道: “如果两者确实都具有‘是什么’和‘本质’,那么它将首先存在于中项上。” 他用“是什么”来代替“本质”和“定义”,这一点他通过在“是什么”之外附加上“本质”表明了;因为以本质的方式在“是什么”中被述说之物,必须在两个前提中都被设定。但如果是这样,假若Α通过Β被表明为Γ的定义,那么Α首先就是Β的定义。而这确实是荒谬的。因为如果Β与Γ不同,Α就会是多个事物的定义,这是不可能的。但如果Β与Γ同一,他就会乞求论题;因为他希望表明Α是Γ的定义,却设定了它是Β的定义,而Β与Γ是同一的;或者正如他将更清楚地说明的那样,他希望表明存在关于定义的证明,却在没有证明的情况下设定了Α是Β的定义。因此,这些荒谬也是随之而来的。但他所指明的乃是:如此进行证明的人,虽然不希望通过证明来获取定义,却设定了在没有证明的情况下存在此物的某种定义。因为如果他把Α作为定义且在本质中述说于Β,同样把Β作为Γ的定义,显而易见,他也将把Β设定为某种定义和说明方式;因为这样一来Β就会是Γ的本质。而这正是他原本希望指明的,即Γ的本质是通过证明被指明的。因此,他所希望证明的东西,他却已经直接假定了;因为他假定了Β是Γ的定义。

§1.27

"Τούτου δ’ ἔσται ἄλλος λόγος." Ἢ τούτου, τοῦ Α, ἔσται ἄλλος λόγος3 ἤτοι ὁρισμός, τὸ Β, ἢ τούτου, τοῦ ΓΒ, πάλιν ἔσται ἄλλος λόγος μέσος ὁ δυνάμενος δεῖξαι ὅτι τὸ Β τοῦ Γ ὁρισμός ἐστιν, ἢ τούτου δ’ ἔσται ἄλλος λόγος, τουτέστι τοῦ ΒΑ ἔσται ἄλλος ὁρισμός, ὃς καὶ τοῦ Γ ἔσται ὁρισμός.

“而对此将有另一种说明方式。” 或者是对此,即对Α,将有另一种说明方式即定义,亦即Β;或者是对此,即对ΓΒ,将再次有另一个能够表明Β是Γ之定义的中项说明方式;或者是“而对此将有另一种说明方式”,即对ΒΑ将有另一种定义,而该定义也将是Γ的定义。

§1.28

"Δεῖ δ’ ἐν ταῖς δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ ἀμέσοις σκοπεῖν." Ὅτι δεῖ ἐκθεμένους καὶ λαβόντας δύο προτάσεις ἀμέσους ἐπισκοπεῖν τὸ δεδειγμένον ἐπὶ τῶν στοιχείων αὐτῶν· οὕτως γὰρ μάλιστα φανερὸν γένοιτο τὸ λεγόμενον ἐξεταζόμενον ἐπὶ τῶν προτάσεων καὶ τῆς ὕλης, ὅτι δεῖ ἄμφω τὰς προτάσεις ἐν τῷ τί ἦν εἶναι κατηγορεῖσθαι.

“但必须在两个前提中,并且在最初的和直接的事物中进行考察。” 设定[项]并取得两个直接前提后,必须在字母本身之上考察所证明的事项;因为当在前提和质料上进行检验时,所说的“两个前提都必须在本质中被述说”这一点就会变得最为显然。

§1.29

"Ἀλλὰ μὴν οὐδ’ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα εἴρηται." Ὅτι οὐδὲ διὰ τῆς διαιρετικῆς μεθόδου διὰ συλλογισμοῦ δείκνυται ὁ ὁρισμός, ὅτι μηδὲ συλλογίζεται ὁ διαιρέσει χρώμενος. ἐν μὲν γὰρ τῷ συλλογισμῷ τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπεται τὸ δι’ ἐκείνων δεικνύμενον· ἐπὶ δὲ τῆς διαιρέσεως οὐδαμοῦ τοῖς τεθεῖσί τε καὶ ληφθεῖσιν ἐξ ἀνάγκης ἕπεται τὸ δεικνύμενον. ὥσπερ γὰρ ὁ ἐπακτικῶς τι δεικνὺς λαμβάνει μέν τινα δι’ ὧν δεικνύναι τι πειρᾶται, οὐ μὴν συλλογίζεται, διότι μὴ ἐξ ἀνάγκης τοῖς ληφθεῖσιν ἕπεται τὸ δεικνύμενον, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως ἔχει. οὐ γὰρ δεῖ τὸ διὰ συλλογισμοῦ δεικνύμενον συμπέρασμα ἐρωτᾶσθαι καὶ τῷ συγχωρεῖσθαι ὑπό τινων τίθεσθαι· καὶ γὰρ συλλογισμοῦ συμπέρασμα ἐξ ἀνάγκης δεῖ ἕπεσθαι.

“然而通过划分的途径也并不进行推论,正如在关于格的分析中所说的那样。” 即使通过划分的方法,定义也无法通过推论得到表明,因为运用划分者甚至根本没有进行推论。因为在推论中,设定了某些前提之后,通过它们所表明的结论必然随之产生;而在划分中,所表明的结论绝非必然从设定和取得的前提中得出。正如以归纳方式表明某物的人固然假定了某些试图以此表明某物的前提,然而并未进行推论,因为所表明的事物并非必然从假定的前提中得出,在划分的情形中也是如此。因为通过推论所表明的结论,绝不应当是通过提问并由于某些人的让步而被设定的;因为推论的结论必须是必然随之得出的。

语法注3 条
  1. 1.25τῷ ‘δέ’ ἀντὶ τοῦ ‘δή’ χρησάμενος

    注疏者将亚里士多德原文“Τὸ δὲ τί ἐστιν”中的连接小词 δέ 在句法上解释为用于代替表推论或确认的 δή(“ἔστιν οὖν τὸ λεγόμενον· τὸ δὴ τί ἐστιν...”)。

  2. 1.26ὃ δὲ δείκνυσίν 〈ἐστιν〉 ὅτι ὁ οὕτως ἀποδεικνὺς οὐ βούλεται δι’ ἀποδείξεως τὸν ὁρισμὸν λαβεῖν, τούτου χωρὶς ἀποδείξεως εἶναί τινα ὁρισμὸν λαμβάνει

    该句的基本结构是以关系代词分句 ὃ δείκνυσιν 为主语,通过补入的系动词 〈ἐστιν〉 与作表语的 ὅτι 从句构成的名词性从句结构。在 ὅτι 从句内部,主语 ὁ οὕτως ἀποδεικνὺς 统辖主要动词 λαμβάνει,与前面的从属结构 οὐ βούλεται... 构成对比。

  3. 1.27Ἢ τούτου, τοῦ Α, ἔσται ἄλλος λόγος ἤτοι ὁρισμός, τὸ Β, ἢ τούτου, τοῦ ΓΒ, πάλιν ἔσται ἄλλος λόγος μέσος... ἢ τούτου δ’ ἔσται ἄλλος λόγος

    针对亚里士多德简短原文“Τούτου δ’ ἔσται ἄλλος λόγος”(91a30)中指示代词 τούτου 的先行词,注疏者通过 ἤ... ἤ... ἤ...(“或者……或者……或者……”)并列提出了三种句法及逻辑所指的可能性(指代Α、指代前提ΓΒ、或指代前提ΒΑ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:554.6-555.26