← 佚名

亚里士多德《后分析篇》卷二佚名评注

§552.15-554.5

定义与证明的互斥性及定义不可证明

注解者阐释亚里士多德《后分析篇》卷二第3–4章(90b18–91a14),论证定义与证明的对象互不相摄,并开始探究定义本身是否能够通过推论得到证明的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

" Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁρισμὸς ἅπαντος οὗπερ καὶ ἀπόδειξις, δῆλον. τί δέ, οὗ ὁρισμός, ἆρα παντὸς ἀπόδειξίς ἐστιν ἢ οὔ;" Δείξας, ὅτι μὴ ἔστιν οὗ ἀπόδειξίς ἐστι καὶ ὁρισμός, νῦν ἀντιστρέψας δείκνυσιν ὡς οὐ καθόλου δεδειχὼς1 ὅτι οὗ ἐστιν ἀπόδειξις, τούτου οὐκ ἔστιν ὁρισμός. καίτοι διὰ τοῦ εἰπεῖν ἱκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς· οὐδὲν γὰρ πώποτε ὁρισάμενοι ἔγνωμεν, οὔτε τῶν καθ’ αὑτὸ ὑπαρχόντων οὔτε τῶν συμβεβηκότων καθόλου δοκεῖ πεποιηκέναι τὸν λόγον. ἔστι δὲ ὃ ἀντιστρέψας δείκνυσιν ὅτι μηδὲ παντὸς οὗ ὁρισμός, τούτου καὶ ἀπόδειξις. ἐπὶ δὲ τούτοις δείξει ὅτι μηδ’ ὅλως κατὰ τὸ αὐτὸ τι ἔστι καὶ δι’ ἀποδείξεως καὶ δι’ ὁρισμοῦ εἰδέναι· ὁ γὰρ ὁρισμὸς οὐδὲν ἄλλο ἄλλῳ ὑπάρχον δείκνυσιν, οὔτε τῶν καθ’ αὑτὸ οὔτε τῶν κατὰ συμβεβηκός, ὧν ὁ συλλογισμὸς δεικτικός.

“因此,并非凡有证明之处也全都有定义,这是显而易见的。但是,凡有定义之处,是否对所有这一切也都有证明呢,还是没有?” 在指明了并非凡有证明之处就也有定义之后,他现在通过换位来进行论证,就好像他此前并未普遍地指明凡有证明之处便没有定义一样。然而,通过说出“归纳也提供了充分的确信;因为我们从未通过下定义而认识过任何事物,无论是在自身属于的属性中还是在偶性中”,他似乎已经将这一论述普遍化了。而他通过换位所指明的则是:也并非凡有定义之处便全都有证明。在此之上他还将指明:根本不可能在相同的方面既通过证明又通过定义来认知任何事物;因为定义并不表明任何别的事物属于另一事物,无论是自身属于的属性还是偶性,而这些正是推论所能表明的。

§1.21

"Ὥστ’ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτόν ἐστι τὸ τὴν ἀπόδειξιν ἔχειν, συμβήσεταί τι ἀδύνατον." Ὅτι μὴ οἷόν τε τοῦ αὐτοῦ ἐπιστήμην ἔχειν δι’ ἀποδείξεώς τε καὶ ὁρισμοῦ. εἰ γὰρ τοῦ ἀποδεικτοῦ ἐπιστήμη ἡ δι’ ἀποδείξεως γνῶσις, εἰ εἴη πᾶν τὸ δι’ ὁρισμοῦ γνωστὸν καὶ δι’ ἀποδείξεως, ἀποδεικτὸν μὲν ἂν εἴη· ἐνδέχοιτο δ’ ἂν αὐτὸ καὶ χωρὶς ἀποδείξεως εἰδέναι ἔχοντα αὐτοῦ τὸν ὁρισμόν, ἐπειδὴ καὶ ἡ δι’ ὁρισμοῦ γνῶσις ἐπιστημονική. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι· οἱ δὲ ὁρισμοὶ ἀρχαὶ τῶν ἀποδείξεων.

“因此,如果知道可证明之物就是拥有其证明,那么某种不可能的结论就会随之产生。” 不可能既通过证明又通过定义来拥有对同一事物的科学知识。因为如果通过证明的认知乃是对可证明之物的科学知识,那么设若凡通过定义可知者也都能通过证明可知,它固然就会是可证明的;但拥有其定义的人就也可能在没有证明的情况下知道它,既然通过定义的认知也是科学性的。再者,证明的本原是不可证明的;而定义乃是证明的本原。

§1.22

"Ἔτι ἕτερον τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστι δεῖξαι. ὁ μὲν οὖν ὁρισμὸς τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἢ ἔστι τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστι." Πρῶτον ἔδειξεν ὅτι ἑτέρων ἐστὶν ἥ τε ἀπόδειξις καὶ ἡ δι’ ὁρισμοῦ γνῶσις. νῦν δὲ προσαποδείκνυσιν ὅτι καὶ ἕτεραι,2 ἀποδεικνὺς ὅτι μηδ’ ὅλως ἐστὶν ἀποδεικτικὴ ἡ ὁριστική· ἐδύνατο γὰρ ὅσον ἐπὶ τοῖς πρώτοις κειμένοις ἑτέρων μὲν εἶναι, ἀποδεικτικὴ μέντοι καὶ αὐτὴ εἶναι.

“此外,表明是什么与表明是否属实是不同的。因此定义揭示是什么,而证明则揭示这个属于还是不属于那个。” 起初他指明了证明与通过定义的认知是关于不同对象的。而现在他进一步证明它们本身也是彼此相异的,通过证明定义性认知根本不是证明性的;因为就最初设定的前提而言,它们固然可以关于不同的对象,然而定义性认知本身却也可能是证明性的。

§1.23

"Φανερὸν ἄρα ὅτι οὔτε οὗ ὁρισμός, τούτου πάντως ἀπόδειξις, οὔτε οὗ ἀπόδειξις, τούτου πάντως ὁρισμός." Ὅτι ἀδύνατον ὁρισμοῦ ἀπόδειξιν γενέσθαι, δοκεῖ πως ἤδη διὰ τῶν εἰρημένων δεδεῖχθαι. ὅτι γὰρ μηδενὸς τοῦ αὐτοῦ δι’ ὁρισμοῦ τε καὶ ἀποδείξεως ἡ δεῖξις, προεῖπεν, ὅτι οὐ γάρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός· ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστι καὶ οὐσίας, ἡ δ’ ἀπόδειξις τοῦ ὅτι ἐστὶν ἀλλ’ οὐ τοῦ τί ἐστι· καὶ ὁ μὲν ὁρισμὸς δεῖξις τῆς οὐσίας, αἱ δ’ ἀποδείξεις οὐ τὴν οὐσίαν δεικνύουσι· καὶ ὁ μὲν ὁρισμὸς ἀρχὴ ἀποδείξεως, ἡ δὲ ἀρχὴ τῆς ἀποδείξεως οὐκ ἀποδεικτή. εἰ δὴ ταῦτα ὑγιῆ, οὐκ ἂν εἴη ὁρισμοῦ ἀπόδειξις· ἕπεται γὰρ τοῦτο κἀκείνοις. ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως δεδεῖχθαι, ἀλλ’ ἄλλο τοῦτο τὸ πρόβλημα3 ἐκείνων καὶ ἄλλης δείξεως δεόμεθα. ἐπ’ ἐκείνων μὲν γὰρ ἐζητεῖτο εἰ τοῦ αὐτοῦ δύναται γνῶσις καὶ δι’ ἀποδείξεως καὶ δι’ ὁρισμοῦ γίνεσθαι· νῦν δ’ εἰ ἔστι τὸν ὁρισμόν τινος δι’ ἀποδείξεως δεῖξαι ὑπάρχοντα αὐτῷ.

“由此可见,既不是凡有定义之处都必定有证明,也不是凡有证明之处都必定有定义。” 不可能产生对定义的证明,这一点在某种程度上似乎已经通过所说的话得到了指明。因为对于绝无同一事物能同时通过定义与证明得到展示,他此前已经说过,因为凡有定义之处并无证明;因为定义是关于是什么和实体的,而证明则是关于是否属实而非关于是什么的;并且定义是对实体的展示,而证明并不展示实体;而且定义是证明的本原,而证明的本原是不可证明的。因此,如果这些论点是健全的,就不会存在对定义的证明;因为这一结论也是由那些前提得出的。即便这一点似乎已经通过某些推论在某种程度上得到了指明,但这一问题与那些问题不同,我们需要另一种证明。因为在那些问题中探求的是对同一事物的认知是否能够既通过证明又通过定义产生;而现在[探求的]则是是否可能通过证明指明某物的定义属于该物。

§1.24

"Ὁ μὲν γὰρ συλλογισμός τι κατά τινος δείκνυσι διὰ τοῦ μέσου· τὸ δὲ τί ἐστιν." Ὅτι τοῦ τί ἐστιν οὐκ ἔστι συλλογισμὸς καὶ ἀπόδειξις, ὅτι ὁ ὁρισμὸς ἴδιόν ἐστιν ἐν τῷ τί ἐστι κατηγορούμενον· τὸ γὰρ ἄλλως ἴδιον συμβεβηκὸς καὶ οὐκ ἐν τῷ τί ἐστι κατηγορούμενον.

“因为推论通过中项表明某物属于某物;而‘是什么’则[……]”对于“是什么”不存在推论和证明,因为定义乃是在“是什么”中被述说的固有属性;因为另一意义上的固有属性则是偶性,并非在“是什么”中被述说的。

语法注3 条
  1. 1.20ὡς οὐ καθόλου δεδειχὼς

    连词 ὡς 与分词 δεδειχώς 连用,表达亚里士多德行文时的假定立场(“就好像他并未普遍地指明……”)。随后的 καίτοι 分句则形成对比,指出他此前关于归纳的论述本已看似给出了全称否定。

  2. 1.22ὅτι καὶ ἕτεραι

    表语形容词 ἕτεραι 为阴性主格复数,承接前一句中的两个阴性名词短语 ἥ τε ἀπόδειξις 与 ἡ δι’ ὁρισμοῦ γνῶσις,表示这两种认识不仅“对象不同”(ἑτέρων),而且它们“自身也是互不相同的”。

  3. 1.23ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως δεδεῖχθαι, ἀλλ’ ἄλλο τοῦτο τὸ πρόβλημα

    关系代词 ὅ 回指前文的结论(不存在对定义的证明)。整个句式由承前代词 ὅ 引出让步从句(εἰ καί ... δοκεῖ),其后在主句开头使用起承接回应作用的连词 ἀλλά(“即便……然而这一问题……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:552.15-554.5