- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:550.19-552.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《后分析篇》90a24–90b9,阐明在中项可感的事例中对中项的探求是显而易见的,进而提出随后的论题:同一事物在同一方面是否既能通过定义又能通过证明而被认知。
" Ὅτι δ’ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον αἰσθητόν." Τὸ τοῦ μέσου τὴν ζήτησιν εἶναι1 ἐν πᾶσι τοῖς ζητουμένοις (ἐν οἷς μὲν γὰρ ζητοῦμεν, εἰ ἔστι τι μέσον, ἐν οἷς δὲ τί ἐστιν ἢ διὰ τί ἐστιν· εἰς γὰρ ταῦτα πᾶσα ζήτησις ὑπάγεται· καὶ γὰρ τὸ ὅτι ὑπὸ τὸ εἰ ἔστι) πιστοῦται ἀπὸ τούτων ὧν τὸ μέσον αἰσθητόν ἐστιν. ἐπὶ τούτων γὰρ μὴ αἰσθανόμενοι μὲν τοῦ μέσου καὶ τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί ἐστι ζητοῦμεν, ὁμοίως καὶ τὸ τί ἐστιν· αἰσθανόμενοι δὲ οὐδὲν ἔτι ζητοῦμεν· ἐκ γὰρ τῶν πολλάκις τῇ αἰσθήσει φανερῶν· ἡ διάνοια κατὰ τὴν ἐν αὐτοῖς ὁμοιότητα ἀθροίζει τὰ καθόλου.
“探求乃是对中项的探求,这一点在其中项可感知的事物上表现得很清楚。” 在一切被探求的事物中,探求都是对中项的探求——因为在某些事物中我们探求是否存在某个中项,而在另一些事物中探求它是什么或为何如此;因为一切探求都被归入这些之中,因为‘是否属实’也从属于‘是否存在’——这一点由那些中项是可感知的事物得以确证。因为在这些事物上,当我们没有感知到中项时,我们既探求它是否属实,也探求它为何如此,同样也探求它是什么;而当我们感知到了,便不再探求任何东西;因为思维从常常向感觉显明的事物出发,根据它们之中的相似性汇聚出普遍者。
"Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι." Ὅτι ταὐτόν ἐστι τὸ τί ἐστιν εἰδέναι καὶ τὸ διὰ τί ἐστι. μνημονεύσας δὲ τοῦ διὰ τί καθόλου καὶ κοινῶς περὶ αὐτοῦ λέγει ὅτι διττὴ ἡ περὶ τοῦ διὰ τί ζήτησις. ἢ γὰρ ἁπλῶς ζητεῖται καὶ οὐκ ἐν ὑπάρξει ἄλλου, ἀλλ’ ὡς ἐπὶ τῆς τοῦ τί ἐστι ζητήσεως, ἢ τῶν ὑπαρχόντων τισὶ τὸ διὰ τί ζητεῖται, ὥσπερ ἐφ’ ὧν παρέθετο παραδειγμάτων, διὰ τί δύο ὀρθαῖς ἴσαι αἱ τοῦ τριγώνου γωνίαι, καὶ διὰ τί ἡ ἶρις οὐ μείζων ἡμικυκλίου.
“因此正如我们所说的,知道是什么乃是同一回事。” 知道“是什么”与“为何如此”是同一回事。在普遍地提及了“为何”之后,他就此一般性地指出,关于“为何”的探求是双重的。因为它要么是无条件地被探求,而不是在另一事物的从属中,正如在对“是什么”的探求中那样;要么所探求的是属于某些事物之特性的“为何”,正如在他所举的例子中那样:为什么三角形的内角和等于两直角,以及为什么彩虹不大於半圆。
"Τοῦτο δ’ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι." Ἔοικε διὰ τούτων λέγειν ὅτι καὶ ἐπὶ τῶν ἁπλῶς τὸ τί ἐστιν αἴτιόν ἐστιν αὐτοῖς τοῦ εἶναι, οἷον τί ἐστι τρίγωνον· τοῦτο γὰρ αἴτιον τοῦ εἶναι τῷ τριγώνῳ.
“而这要么是无条件地且并非属于者之一,”通过这些话他似乎是在说,在无条件的事物上,“是什么”也是它们存在的原因,例如三角形是什么;因为这就是三角形存在的原因。
"Ἀρχὴ δὲ ἔστω τῶν μελλόντων, ἥπερ ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων." Μέλλει γὰρ προελθὼν ζητεῖν εἰ τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς δείκνυται διὰ συλλογισμοῦ. οἰκεῖον δὲ τούτῳ τὸ περὶ οὗ νῦν ἀπορεῖ, ὅ ἐστιν εἰ οἷόν τε τὸ αὐτό τι ἅμα κατὰ τὸ αὐτὸ καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως εἰδέναι, ὡς πᾶν τὸ διὰ τοῦ ἑτέρου αὐτῶν γινωσκόμενον καὶ διὰ τοῦ ἑτέρου γινώσκεσθαι ἅμα δύνασθαι.2
“让未来的讨论的开端成为最适合随后的论述的开端吧。” 因为在继续前进时,他将要探求“是什么”与定义是否通过推论而被证明。而他现在所提出的疑难正切合于此,即是否可能在同一时刻按同一方面既通过定义又通过证明来知道同一物,以至于凡通过其中之一而被认知者,也能同时通过另一者而被认知。
"Ἀπορήσειε γὰρ ἄν τις ἆρ’ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό." Τὸ κατὰ τὸ αὐτὸ προσέθηκεν, ὅτι ἔνδοξον περί τινος τοῦ αὐτοῦ γνῶσιν ἡμᾶς ἔχειν κατ’ ἄλλο μὲν δι’ ὁρισμοῦ, κατ’ ἄλλο δὲ δι’ ἀποδείξεως· τοῦ γὰρ τριγώνου τί μέν ἐστι δι’ ὁρισμοῦ γνῶσιν ἔχομεν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, δι’ ἀποδείξεως. ἀλλ’ οὐ περὶ τούτου ἡ ζήτησις, ἀλλ’ εἰ ἑκάτερον τούτων καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως ἔστι γινώσκειν.
“因为有人可能会质疑:是否可能在同一方面知道同一物。” 他加上“按同一方面”,是因为人们普遍认为,关于同一事物,我们在一个方面通过定义拥有知识,而在另一个方面通过证明拥有知识;因为对于三角形,关于它是什么,我们通过定义拥有知识,而关于它具有等于两直角之内角,我们通过证明拥有知识。但探求并非关于这一点,而是关于是否可能既通过定义又通过证明来知道这二者中的每一者。
"Ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστιν εἶναι δοκεῖ, τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν." Ὅτι μὴ πᾶν τὸ συλλογισμῷ δεικνύμενον καὶ δι’ ὁρισμοῦ δείκνυται·3 οἱ μὲν γὰρ ὁρισμοὶ καθόλου καταφατικοί, οἱ δὲ συλλογισμοὶ οἱ μὲν ἐν δευτέρῳ σχήματι στερητικοί, οἱ δὲ ἐν τρίτῳ μερικοί.
“因为定义似乎是关于是什么的,而一切是什么都是普遍的和肯定的。” 并非凡通过推论而被证明者,也都能通过定义来证明;因为定义乃是普遍肯定的,而推论在第二格中是否定的,在第三格中则是特称的。
"Οἷον ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει." Πᾶν τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχει, πᾶν τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχον τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, πᾶν ἄρα τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει.
“例如,所有三角形都具有等于两直角之内角。” 所有三角形的三内角都等于两邻角;凡角等于两邻角者〔其角〕都等于两直角;因此,所有三角形的三内角都等于两直角。
"Τούτου δὲ λόγος ὅτι τὸ ἐπίστασθαί ἐστιν." Ὅτι μὴ οἷόν τε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει εἰδέναι μηδ’ ἔστι τούτων, ὧν ἀπόδειξίς ἐστι, δι’ ὁρισμοῦ γνῶσις.
“此事的理由在于:知即是[……]”不可能按同一方面既用定义又用证明来知道同一物,对于那些有证明的事物,也不存在通过定义的认知。
- 1.12Τὸ τοῦ μέσου τὴν ζήτησιν εἶναι
冠词加不定式短语(Τὸ ... εἶναι)构成全句的主语,跨越长插入句(ἐν οἷς μὲν ... ὑπὸ τὸ εἰ ἔστι)后与主要动词 πιστοῦται 形成主谓连接。句首的宾格 τὴν ζήτησιν 为不定式 εἶναι 的逻辑主语。
- 1.15ὡς πᾶν τὸ διὰ τοῦ ἑτέρου αὐτῶν γινωσκόμενον καὶ διὰ τοῦ ἑτέρου γινώσκεσθαι ἅμα δύνασθαι
由连词 ὡς 引导的宾格加不定式结构(πᾶν ... δύνασθαι),充当补充解释从句,对前文的间接疑问从句(εἰ οἷόν τε ... εἰδέναι)的内容或推论进行引申说明。
- 1.17Ὅτι μὴ πᾶν τὸ συλλογισμῷ δεικνύμενον καὶ δι’ ὁρισμοῦ δείκνυται
句首的 Ὅτι 为注解特有的论点引出标记(‘意即……’)。尽管这是带有直陈式动词(δείκνυται)的陈述句,此处却使用了否定词 μή 代替古典时期的 οὐ,反映了后古典期及拜占庭希腊语的句法特征。
