- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:549.8-550.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《后分析篇》卷二第1至2章(90a2–21),论证了四种探求问题(是否属实、是否存在、为何如此、是什么)最终都归结为对中项(原因)的探求,并以高低音的调和为例加以说明。
" Λέγω δὲ τὸ ὅτι ἢ εἰ ἔστιν ἐπὶ μέρους καὶ ἁπλῶς." Ὅτι τὸ ὅτι ἢ 〈εἰ ἔστιν ἢ〉 ἐπὶ μέρους ἢ ἁπλῶς. καὶ τὸ μὲν ἐπὶ μέρους τὸ ὅτι ἔστι ζητεῖ, τὸ δὲ ἁπλῶς τὸ εἰ ἔστιν.
“我说‘是否属实’或‘是否存在’是部分地且无条件地说的。” “是否属实”或“是否存在”要么是部分地,要么是无条件地;部分的那一种探求“是否属实”,而无条件的那一种探求“是否存在”。
"Συμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζητήσεσι." Ὅτι ἐν ταῖς τέσσαρσι ζητήσεσι τὸ αἴτιον ζητεῖται, ὅπερ μέσον ἐστίν· ἀλλ’ ἐπὶ μὲν τοῦ ὅτι ἔστι καὶ εἰ ἔστι τὸ εἰ ἔστιν αἴτιον ζητεῖται, ἐπὶ δὲ τοῦ τί ἐστι καὶ διὰ τί ἐστι τί τὸ αἴτιον.
“因此在所有探求中都发生如下情况。” 在四种探求中探求的都是原因,而这正是中项;但在“是否属实”和“是否存在”中,探求的是是否存在原因,而在“是什么”和“为何如此”中,探求的则是原因是什么。
"Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδί." Ὅτι καὶ ἐπὶ τοῦ τί ἐστιν, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδὶ ἀλλ’ ἁπλῶς τὴν οὐσίαν, καὶ πάλιν ἐπὶ τοῦ διὰ τί ἐστιν, ὃ καὶ αὐτὸ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ τὸ μὴ ἁπλῶς ἀλλά τι τῶν καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τὸ τί ἐστι τὸ αἴτιον ζητεῖται ἢ τοῦ εἶναι ἁπλῶς τὸ πρᾶγμα ἢ τοῦ ὑπάρχειν τὸ ἕτερον τῷ ἑτέρῳ.1 ἁπλῶς δὲ λέγει τὸ ὑποκείμενον, οὐχ ἁπλῶς δὲ ἀλλὰ τινὰ ὄντα τὰ συμβεβηκότα τε καὶ κατηγορούμενα.
“因为并非作为这一个或这一个的存在的原因[……]”无论在“是什么”中——这一层意思他通过说“因为并非作为这一个或这一个的存在的原因,而是无条件地作为实体”表明了——,还是在“为何如此”中——这一层意思本身他也通过说“或者不是无条件地,而是作为自身所属的某物或偶性”表明了——,所探求的都是“原因是什么”,要么是关于事物无条件地存在的原因,要么是一者属于另一者的原因。他将底层主体称为“无条件地”,而将偶性和被陈述的事物称为“非无条件地,而是作为某些存在者”。
"Ἐν ἅπασι γὰρ τούτοις φανερόν." Ἐν ἅπασί φησι τούτοις, ἃ ἦν οὐ τῶν καθ’ αὑτὸ ὄντων ἀλλὰ τῶν ἄλλοις ὑπαρχόντων, φανερὸν εἶναι ὅτι ταὐτόν ἐστιν ἐπ’ αὐτῶν τὸ τί ἐστι καὶ διὰ τί ἐστι. καὶ δείκνυσιν αὐτὸ οὕτως ἔχον τῷ ὁρισμῷ τῷ ἑκάστου αὐτῶν ποτὲ μὲν τὸ τί ἐστι ποτὲ δὲ τὸ διὰ τί ἐστι προστιθεὶς καὶ δεικνὺς ἐφαρμόζον αὐτῷ καὶ τὸ διὰ τί ἐστιν. εἰ δὲ τὸ διὰ τί ἐστιν ἐφαρμόζει τῷ τί ἐστιν, εἴη ἂν καὶ ἡ τοῦ τί ἐστι ζήτησις μέσου ζήτησις, ὅταν εἰς τὴν δεῖξιν τοῦ διὰ τί ἐστι2 παραλαμβάνηται, ὅταν δὲ αὐτοῦ χάριν λαμβάνηται, αἰτίας μόνον, οὐ δι’ ἣν ἄλλο ἄλλῳ ὑπάρχει, ἀλλὰ δι’ ἣν τοῦτό ἐστι.
“因为在所有这些情况中都是显然的。” 他说,在所有这些并非自身存在而是属于他物的事物中,显然在它们身上“是什么”和“为何如此”是同一的。他证明情况确是如此:在它们各自的定义上,他有时加上“是什么”,有时加上“为何如此”,并指出“为何如此”也适用于这一定义。如果“为何如此”适用于“是什么”,那么当它被用来证明“为何如此”时,对“是什么”的探求也会是对中项的探求;而当它是为了自身而被选取时,它就仅仅是对原因的探求——不是借以使一物属于另一物的原因,而是借以使这一事物存在的原因。
"Ἆρ’ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ; ἆρ’ ἔστιν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν;" Δείξας ἑκάστου τῶν ἐν ἄλλοις ὑπαρχόντων τὸ τί ἐστι καὶ αἴτιον εἶναι αὐτῷ 〈τοῦ〉 ὑπάρχειν τινὶ καὶ ὅλως τοῦ εἶναι, ἑξῆς παράδειγμα παρατίθεται τοῦ εἰ ἔστι ζητήματος, δεικνὺς ὅτι 〈ὁ τὸ〉 εἰ ἔστι τι ζητῶν ζητεῖ εἰ μέσον ἐστί τι αὐτοῦ ὃ αἴτιόν ἐστιν αὐτῷ τοῦ εἶναι. ὁ δὲ λόγος ὁ αὐτὸς καὶ ἐπὶ τοῦ ὅτι ἔστιν. ὁ γὰρ ζητῶν, ἆρα ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ, ζητεῖ μὲν εἰ ἔστι συμφωνία ὀξέος καὶ βαρέος· ἔστι δ’ ὃ ζητεῖ ἆρ’ ἔστιν ἐν ἀριθμῷ ὁ λόγος, ὃς λόγος καὶ αἴτιος τοῦ συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν τῷ ὅτι ἔστι, τὸ ζητούμενόν ἐστιν εἰ ἔστι τι μέσον καὶ αἴτιον· ἀλλ’ ἐπὶ μὲν τοῦ ὅτι ἔστι ζητοῦμεν εἰ ἔστιν αἴτιον τοῦ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχειν, ἐπὶ δὲ τοῦ εἰ ἔστιν εἰ [ἔστι] τὸ αὐτὸ τοῦτο, ὃ αἴτιον ὑπάρχει, καὶ αὐτὸ τῶν ὄντων τι ἐστι3 καὶ αὐτό ἐστι.
“高音与低音调和吗?它们的比例存在于数中吗?” 在指出了属于他物的事物各自的“是什么”既是它属于某物的原因也是其总体存在的原因之后,他接着给出了关于“是否存在”这一论题的一个例子,表明探求某物是否存在的人,是在探求是否存在关于它的某种中项,该中项即是它存在的原因。同样的道理也适用于“是否属实”。因为探求高音与低音是否调和的人,是在探求是否存在高音与低音的调和;而他所探求的则是比例是否存在于数中,这一比例便成了高音与低音调和的原因。因此在这两者中,即在“是否存在”和“是否属实”中,所探求的都是是否存在某种中项和原因;但在“是否属实”中,我们探求的是是否存在一者属于另一者的原因,而在“是否存在”中,探求的则是作为原因而存在的这一事物本身,是否它自己也是存在者中的某种东西且自身存在。
- 1.9τὸ τί ἐστι τὸ αἴτιον ζητεῖται ἢ τοῦ εἶναι ἁπλῶς τὸ πρᾶγμα ἢ τοῦ ὑπάρχειν τὸ ἕτερον τῷ ἑτέρῳ
句子的核心骨架为:间接疑问从句 τὸ τί ἐστι τὸ αἴτιον(“原因是什么”)作主语,被动态动词 ζητεῖται 为主谓语,后面的两个带定冠词属格不定式短语 ἢ τοῦ εἶναι... ἢ τοῦ ὑπάρχειν... 作限定性属格修饰 τὸ αἴτιον(“事物的无条件存在的原因,或一者属于另一者的原因”)。
- 1.10ὅταν δὲ αὐτοῦ χάριν λαμβάνηται, αἰτίας μόνον, οὐ δι’ ἣν ἄλλο ἄλλῳ ὑπάρχει, ἀλλὰ δι’ ἣν τοῦτό ἐστι
该句与前半分句(εἴη ἂν καὶ ἡ τοῦ τί ἐστι ζήτησις μέσου ζήτησις, ὅταν...)相对称,在 ὅταν δὲ αὐτοῦ χάριν λαμβάνηται 之后省略了主句谓语 [ζήτησις εἴη ἂν],属格 αἰτίας 作为宾格性属格修饰省略的名词 ζήτησις。后面的关系从句 οὐ δι’ ἣν... ἀλλὰ δι’ ἣν... 限制修饰先行词 αἰτίας。
- 1.11ἐπὶ δὲ τοῦ εἰ ἔστιν εἰ [ἔστι] τὸ αὐτὸ τοῦτο, ὃ αἴτιον ὑπάρχει, καὶ αὐτὸ τῶν ὄντων τι ἐστι καὶ αὐτό ἐστι
本句与前半句 ἐπὶ μὲν τοῦ ὅτι ἔστι ζητοῦμεν εἰ ἔστιν αἴτιον... 相对照,补出动词 ζητοῦμεν 来统领由 εἰ 引导的间接疑问从句。略去校勘括号中的 [ἔστι],主语 τὸ αὐτὸ τοῦτο, ὃ αἴτιον ὑπάρχει(“作为原因存在的这一事物本身”)由 καὶ αὐτό(“自身亦”)复指,并带有两组并列述语 τῶν ὄντων τι ἐστι 和 αὐτό ἐστι(“是存在者中的某种东西,且自身存在”)。
