- 底本
- Anonymus, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 547-603. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:547.3-549.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《后分析篇》89b23–38的注释。作者探讨了四种探求对象(是否存在、是否属实、是什么、为何如此)的划分、简单与复合对象的区分、中项在探求中的作用、辩证论题的归类,以及“无条件地”与“部分地”的涵义。
" Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα." Ὅτι φύσει πρότερον τὸ εἰ ἔστι τοῦ ὅτι ἔστιν· ὁ γὰρ τὸ ὅτι ὑπάρχει τόδε τῷδε ζητῶν, ὡς ὁμολογούμενον ἤδη εἶναι τὸ ὑποκείμενον περὶ οὗ ζητεῖ,1 〈ζητεῖ〉 εἰ ὑπάρχει αὐτῷ τι ἢ μή. τὸ δὲ ὅσαπερ ἐπιστάμεθα ἀντὶ τοῦ ‘ὅσων ἐπιστήμην λαμβάνομεν’· οὐ γὰρ ἃ ἐπιστάμεθα ζητοῦμεν, ἀλλ’ ἃ γνῶναι θέλομεν.
“所探求的事物在数量上与我们所知晓的事物相等。” “是否存在”在本性上先于“是否属实”。因为探求这一事物是否属于那一事物的人,是在假定作为其探求对象的底层主体已被承认为存在的前提下,才探求是否有某种属性属于它与否。而“我们所知晓的事物”则是用来代指“凡我们所获得其科学知识的事物”;因为我们所探求的并不是我们已经知晓的事物,而是我们想要认识的事物。
"Ὅταν μὲν γὰρ πότερον τόδε ἢ τόδε ζητῶμεν εἰς ἀριθμὸν θέντες, οἷον πότερον ἐκλείπει ὁ ἥλιος ἢ οὔ, τὸ ὅτι ζητοῦμεν." Ὅτι τέτταρα τὰ ζητούμενα, ἃ εὑρόντες γινώσκομεν εἰ ἔστι, τί ἐστιν, ὅτι ἔστι, διότι ἐστίν. ἢ γὰρ τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν ζητοῦμέν τινος ἁπλῶς, εἰ ἔστιν ἢ μή· γνόντες δ’ ὅτι ἔστι τὸ τί ἐστι ζητοῦμεν. ἢ τὸ ὑπάρχον τινὶ καὶ κατηγορούμενον, τουτέστι πότερον τόδε ἢ τόδε, ζητοῦμεν, οἷον πότερον ἐκλείπει ὁ ἥλιος ἢ οὔ· μαθόντες δὲ τὸ ὅτι τὸ διότι τότε ζητοῦμεν καὶ τὴν αἰτίαν. τούτων οὖν τῶν τεσσάρων τὸ μὲν εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐν τοῖς ἁπλοῖς καὶ ἀσυμπλόκοις ζητοῦμεν, τὸ δὲ ὅτι καὶ τὸ διότι ἐν τοῖς συμπεπλεγμένοις, τουτέστιν ὅτι ὑπάρχει τί τινι ἢ μὴ ὑπάρχει καὶ διότι ὑπάρχει ἢ μὴ ὑπάρχει. ἐν πάσαις δὲ ταύταις ταῖς ζητήσεσι τὸ μέσον ζητεῖται ἤτοι τὸ αἴτιον. ἀλλ’ ἐν μὲν τῇ εἰ ἔστι καὶ ὅτι ἔστι ζητεῖται εἰ ἄρα ἐστὶ μέσον ἢ οὔ· ἐν δὲ τῇ τί ἐστι καὶ διότι τί τὸ μέσον ζητεῖται. καὶ τὰ διαλεκτικὰ δὲ προβλήματα ζητούμενά τινα ὄντα καὶ αὐτὰ τῇ τῶν ζητουμένων διαιρέσει τῇ νῦν εἰρημένῃ ὑπάγεται· πάντα γάρ, τά τε ἀπὸ τοῦ γένους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος καὶ τοῦ ὁρισμοῦ, ἐν τῷ εἴδει τῶν ζητουμένων τῷ ὅτι ἐστί. δύο γάρ τινα λαβόντες ἐπὶ πάντων αὐτῶν ζητοῦμεν εἰ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει· καὶ γὰρ περὶ τῶν ὁρισμῶν οὕτω ζητοῦμεν, εἰ ἔστιν ὁρισμὸς ὅδε τοῦδε.
“因为当我们置于一个数目之中而探求究竟是这一者还是那一者时,比如太阳是否发生日食,我们所探求的就是‘是否属实’。” 探求的问题有四种,我们在发现后便认识了它们:是否存在、是什么、是否属实、为何如此。因为我们要么单纯地探求某事物的存在与本质,即它存在还是不存在;在知晓它存在之后,我们探求它是什么。要么我们探求属于某物并陈述某物的东西,即究竟是这一者还是那一者,比如太阳是否发生日食;在获知它属实之后,我们接着探求它为何如此及其原因。因此,在这四种探求中,我们在简单且非复合的事物中探求“是否存在”和“是什么”,而在复合的事物中探求“是否属实”和“为何如此”,也就是某事物是否属于某物,以及为何属于或不属于。而在所有这些探求中,所探求的都是中项即原因。但在“是否存在”和“是否属实”中,探求的是究竟是否存在中项;而在“是什么”和“为何如此”中,探求的则是中项究竟是什么。辩证论题本身也是某种探求的问题,它们同样归属于刚才所陈述的探求问题的划分之中;因为源于属、固有属性、偶性与定义的所有论题,都属于探求问题中“是否属实”这一类别。因为在所有这些论题中,我们都是选取了两个事物,探求其中一者是否属于另一者;关于定义我们也是这样探求的,即探求这是否是那者的定义。
"Ἔνια δ’ ἄλλον τρόπον ζητοῦμεν, οἷον εἰ ἔστιν ἢ μὴ ἔστι κένταυρος ἢ θεός." Ὁ μὲν γὰρ ζητῶν, εἰ κένταυρος ἔστιν, ἁπλῶς ζητεῖ περὶ τῆς τοῦ κενταύρου ὑπάρξεως, καὶ τοῦτό ἐστι τὸ εἰ ἔστιν· ὁ δὲ ζητῶν, εἰ λευκὸς ὁ κένταυρος, οὐκέτι ἁπλῶς τοῦ πράγματος ποιεῖται τὴν ζήτησιν, ἀλλὰ τὸ ὅτι ζητεῖ ἀριθμόν τινα τῶν ζητουμένων ἔχων.
“但有些事物我们以另一种方式探求,例如半人马或神是否存在或不存在。” 因为探求半人马是否存在的人,是单纯地探求关于半人马的存在,这就是“是否存在”;而探求半人马是否为白色的人,则不再是对事物进行单纯的探求,而是在拥有了一定数目的探求对象的情况下探求“是否属实”。
"Τὸ δὲ εἰ ἔστιν ἢ μὴ ἁπλῶς λέγω." Εἰπὼν τὸ εἰ ἔστι τὸ ἁπλῶς προσέθηκε δεικνὺς αὐτοῦ τὴν διαφορὰν τὴν πρὸς τὸ ὅτι ἔστιν, ὃ εἶπεν ‘ἐν ἀριθμῷ’ καὶ ‘οὐχ ἁπλῶς’.
“关于‘是否存在’或不存在,我是无条件地说的。” 在说了“是否存在”之后,他加上了“无条件地”,以表明它与“是否属实”的区别,后者被他称为“在数目中”且“非无条件地”。
"Ἆρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν." Ὅτι τὸ μὲν ὅτι ἔστι καὶ εἰ ἔστι ζητοῦντες εἰ ἔστι μέσον ζητοῦμεν, τὸ δὲ διότι ἐστὶ καὶ τί ἐστι τί τὸ μέσον ζητοῦμεν.
“它究竟是否有中项,还是没有中项。” 在探求“是否属实”和“是否存在”时,我们探求是否存在中项;而在“为何如此”和“是什么”中,我们探求中项是什么。
"Ὅταν δὲ γνόντες ἢ τὸ ὅτι ἢ εἰ ἔστιν." Πάλιν τὴν διαφορὰν τοῦ ὅτι ἔστι καὶ τοῦ εἰ ἔστιν ἐδήλωσεν [ἐν] τῇ προσθέσει τοῦ ἐπὶ μέρους ἢ ἁπλῶς. ὁ μὲν γὰρ ζητῶν περὶ τῆς οὐσίας τινός, οἷον ἆρα ἔστι κενόν, ἁπλῶς περὶ τοῦ ὑποκειμένου πράγματος ἑνὸς ὄντος τὴν ζήτησιν ποιεῖται· ὁ δὲ τὸ ὅτι ζητῶν μεμερισμένην εἰς πλείω τὴν ζήτησιν ἔχει. ἤτοι οὖν ἐπὶ μέρους εἶπε τὸ μεμερισμένον, ὃ εἶπεν ἐν ἀρχῇ “εἰς ἀριθμὸν θέντες”, ἢ ἐπὶ μέρους φησίν, ὅτι2 ὁ ζητῶν, εἰ τόδε τῷδε ὑπάρχει, ζητεῖ εἰ τοῦτο τούτου τί ἐστιν. ὁ γὰρ ζητῶν, εἰ ὁ ἄνθρωπος ζῷόν ἐστι, ζητεῖ εἰ τὸ ζῷόν τι τοῦ ἀνθρώπου ἐστί· καὶ γὰρ τὸ γένος τί ἐστιν οὗ ἐστι γένος. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ χιὼν λευκή, ζητεῖ εἰ τῆς χιόνος τι τὸ λευκόν ἐστι· καὶ γὰρ τὸ συμβεβηκὸς ἐκείνου ἐστὶν ᾧ συμβέβηκεν. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ σελήνη ἐκλείπει, ζητεῖ εἴ τι τῆς σελήνης ἡ ἔκλειψις, εἰ γὰρ πάθος ἐστὶν αὐτῆς.
“而当我们知晓了或是‘是否属实’或是‘是否存在’之后。” 他再次通过加上“部分地或是无条件地”阐明了“是否属实”与“是否存在”的区别。因为探求某事物的本质的人,比如虚空是否存在,是对作为单一者的底层事物进行无条件的探求;而探求“是否属实”的人,其探求则被分成了多数事物。因此,要么他把这种被分割的状态称为“部分地”,即他在开头所说的“置于一个数目之中”;要么他说“部分地”是因为探求这一事物是否属于那一事物的人,是在探求这一事物是否是那一事物的某种成分。因为探求人是否是动物的人,是在探求动物是否是人的某种成分;因为属本就是它作为属所属的那一事物的某种成分。而且,探求雪是否为白色的人,也是在探求白色是否是雪的某种成分;因为偶性本就属于它所偶合的事物。探求月球是否发生月食的人,同样是在探求月食是否是月球的某种成分,即它是否是月球的一种受动状态。
- 1.1ὡς ὁμολογούμενον ἤδη εἶναι τὸ ὑποκείμενον περὶ οὗ ζητεῖ
由 ὡς 引导的独立宾格结构(非人称分词 ὁμολογούμενον 支配带不定式的宾格分句 ἤδη εἶναι τὸ ὑποκείμενον,其中 εἶναι 表“存在”),表示探求者主观上的预设或理由(“假定作为主体的事物已被承认为存在”)。
- 1.6ἤτοι οὖν ἐπὶ μέρους εἶπε τὸ μεμερισμένον ... ἢ ἐπὶ μέρους φησίν, ὅτι
由 ἤτοι ... ἤ 构成的排他并列结构,对亚里士多德所用的“部分地(ἐπὶ μέρους)”一词提出了两种解释方案:其一指被划分成多数项的探求(“置于数目中”),其二指探求某物是否是主体的“某种成分/从属属性”(属、偶性或受动)。
