← 希腊诗选

希腊诗选 卷四

§12.98-12.116

追逐之爱的心理与醉酒夜访的狂热

卡利马科斯与墨勒阿戈尔等多位诗人描绘了对少年的炽烈爱欲、被厄洛斯捕获与反捕获的吊诡、猎人般追逐逃奔之物的恋爱心理,以及醉酒夜访(科摩斯)的狂热激情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
98

​Posidippus τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπʼ ἀκάνθαις κοιμίζειν ἐθέλει, πῦρ ὑπὸ πλευρὰ βαλών· ἡ δὲ πρὶν ἐν βίβλοις πεπονημένη ἄλλʼ ἀθερίζει ψυχή, ἀνιηρῷ δαίμονι μεμφομένη.

波希迪波斯 情欲将缪斯们的蝉缚在荆棘之上, 投火于其肋下,意欲将其致于死地; 而那颗此前曾在卷帙中辛勤劳作的灵魂,将余事尽皆弃置, 怨尤着那令人痛苦的神灵。 佚名诗人

​Anonymi Epigrammatici Ἠγρεύθην ὑπʼ Ἔρωτος ὁ μηδʼ ὄναρ, οὐδʼ ἔμαθον πῦρ ἄρσεν ˘ ποιμαίνειν θερμὸν ὑπὸ κραδίας, ἠγρεύθην. ἀλλʼ οὔ με κακῶν πόθος, ἀλλʼ ἀκέραιον σύντροφον αἰσχύνῃ βλέμμα κατηνθράκισεν. τηκέσθω Μουσέων ὁ πολὺς πόνος· ἐν πυρὶ γὰρ νοῦς βέβληται, γλυκερῆς ἄχθος ἔχων ὀδύνης.

我被厄洛斯捕获了,我这连在梦中都不曾知晓、亦未曾学会 如何在心底牧养炽热男儿之火的人, 竟被捕获了。然而并非恶欲,而是一记与羞怯 相伴而生的纯洁目光,将我焚为炭屑。 让缪斯们浩繁的辛劳消融罢!因为心灵已投掷于 烈火之中,承担着甜蜜苦痛的重负。

100

​Anonymi Epigrammatici εἰς οἵων με πόθων λιμένα ξένον, ὦ Κύπρι, θεῖσα οὐκ ἐλεεῖς, καὐτὴ πεῖραν ἔχουσα πόνων; ἦ μʼ ἐθέλεις ἄτλητα παθεῖν καὶ τοῦτʼ ἔπος εἰπεῖν, τὸν σοφὸν ἐν Μούσαις Κύπρις ἔτρωσε μόνη;

佚名诗人 将我置于如此情欲的陌生港湾,塞浦路斯女神啊, 你自己亦曾历经患难,难道竟不怜悯我? 抑或你正是要我承受难以忍受的痛苦,并道出此言: “唯有塞浦路斯女神,击伤了缪斯群中的智者”?

​Meleager τόν με Πόθοις ἄτρωτον ὑπὸ στέρνοισι Μυΐσκος ὄμμασι τοξεύσας, τοῦτʼ ἐβόησεν ἔπος· “τὸν θρασὺν εἷλον ἐγώ· τὸ δʼ ἐπʼ ὀφρύσι κεῖνο φρύαγμα σκηπτροφόρου σοφίας ἠνίδε ποσσὶ πατῶ.”1 τῷ δʼ, ὅσον ἀμπνεύσας, τόδʼ ἔφην “φίλε κοῦρε, τί θαμβεῖς; καὐτὸν ἀπʼ Οὐλύμπου Ζῆνα καθεῖλεν Ἔρως.”

墨勒阿戈尔 我这胸膛本对情欲刀枪不入之人,米伊斯库斯 以双目将我射中,并高声呼喊道: “这刚勇者被我拿下了!那执掌王杖的智慧 所傲居眉宇之上的狂妄,看哪,如今被我踩在脚下!” 而我竭尽所能喘过气来,对他说道:“亲爱的少年,何必惊奇? 厄洛斯曾将宙斯本人也从奥林匹斯山上拽落!”

​Callimachus Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν διφᾷ, καὶ πάσης ἴχνια δορκαλίδος, στίβῃ καὶ νιφετῷ κεχρημένος. ἢν δέ τις εἴπῃ, τῆ, τόδε βέβληται θηρίον, οὐκ ἔλαβεν.2 χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν οἶδε, τὰ δʼ ἐν μέσσῳ κείμενα παρπέταται.

卡利马科斯 厄庇库得斯啊,猎人在群山中追寻每一只野兔, 搜求每一只小鹿的踪迹, 甘冒严霜与飞雪。然而若有人说道: “拿着,这只野兽已被射倒”,他却绝不接受。 我的爱恋亦复如是:它懂得去追逐逃奔之物, 却对敞露在眼前的事物飞掠而过。

​Anonymi Epigrammatici οἶδα φιλεῖν φιλέοντας· ἐπίσταμαι, ἢν μʼ ἀδικῇ τις, μισεῖν ἀμφοτέρων εἰμὶ γὰρ οὐκ ἀδαής.

佚名诗人 我懂得去爱那些爱我的人;若有人亏负于我,我也晓得 去恨;因为在这两件事上我都绝非外行。

​Anonymi Epigrammatici οὑμὸς ἔρως παρʼ ἐμοὶ μενέτω μόνον ἢν δὲ πρὸς ἄλλους φοιτήσῃ, μισῶ κοινὸν ἔρωτα, Κύπρι,

佚名诗人 但愿我的爱情只留在我一人身旁;若它游荡到 他人之处,塞浦路斯女神啊,我痛恨与人共享的爱恋。

105

​Asclepiades μικρὸς Ἔρως ἐκ μητρὸς ἔτʼ εὐθήρατος ἀποπτάς, ἐξ οἴκων ὑψοῦ Δάμιδος οὐ πέτομαι· ἀλλʼ αὐτοῦ, φιλέων τε καὶ ἀζήλωτα φιληθείς, οὐ πολλοῖς, εὐκρὰς δʼ εἷς ἑνὶ συμφέρομαι.3

阿斯克勒庇阿得斯 小小的厄洛斯,从母亲身旁飞离后尚易于捕获, 我并不从达米斯的宅第中展翅高飞; 反倒在此处,深爱着亦毫无妒羡地被爱着, 不与众人纷扰,而是调和相称、一对一地契合欢悦。

​Meleager ἓν καλὸν οἶδα τὸ πᾶν, ἕν μοι μόνον οἶδε τὸ λίχνον ὄμμα, Μυΐσκον ὁρᾶν τἆλλα δὲ τυφλὸς ἐγώ. πάντα δʼ ἐκεῖνος ἐμοὶ φαντάζεται· ἆρʼ ἐσορῶσιν ὀφθαλμοὶ ψυχῇ πρὸς χάριν, οἱ κόλακες;

墨勒阿戈尔 在万物中我只知晓一种美好,我这贪婪的眼睛 只懂得一件事,便是注视米伊斯库斯;对其余之物我皆盲目。 在我眼中他化作了一切。难道这对眼睛, 这些谄媚者,竟只是为了顺从我的灵魂之悦而观望?

​Anonymi Epigrammatici τὸν καλόν, ὦ Χάριτες, Διονύσιον, εἰ μὲν ἕλοιτο τἀμά, καὶ εἰς ὥρας αὖθις ἄγοιτε καλὸν εἰ δʼ ἕτερον στέρξειε παρεὶς ἐμέ, μύρτον ἕωλον ἐρρίφθω ξηροῖς φυρόμενον σκυβάλοις.

佚名诗人 俊美的狄奥尼修斯,美惠女神们啊,他若能接纳 我的情意,愿你们让他在岁序轮转中永葆俊美; 但若他弃我而去钟情他人,便让他如隔夜干瘪的香桃木枝, 与干燥的秽物混杂着被弃掷罢。

​Dionysius εἰ μὲν ἐμὲ στέρξεις, εἴης ἰσόμοιρος, Ἄκρατε, Χίῳ, καὶ Χίου πουλὺ μελιχρότερος· εἰ δʼ ἕτερον κρίναις ἐμέθεν πλέον, ἀμφὶ σὲ βαίη κώνωψ ὀξηρῷ τυφόμενος κεράμῳ.

狄奥尼修斯 你若钟情于我,阿克拉托斯,愿你拥有与希俄斯美酒 同等的尊荣,并且远比希俄斯之酒更加甘醇; 但你若评判他人胜过我,愿从酸罐中 被烟熏出的蚊蚋将你团团围住。

​Meleager ὁ τρυφερὸς Διόδωρος ἐς ἠιθέους φλόγα βάλλων ἤγρευται λαμυροῖς ὄμμασι Τιμαρίου, τὸ γλυκύπικρον Ἔρωτος ἔχων βέλος. ἦ τόδε καινὸν θάμβος ὁρῶ· φλέγεται πῦρ πυρὶ καιόμενον.

墨勒阿戈尔 曾向青年们抛掷烈焰的娇柔狄奥多罗斯, 如今已被蒂玛利翁轻佻的双眸捕获, 承受着厄洛斯那又甜又苦的箭矢。我委实目睹了一桩 前所未有的奇迹:烈火正被烈火所焚烧!

110

​Meleager ἤστραψε γλυκὺ κάλλος· ἰδοὺ φλόγας ὄμμασι βάλλει. ἆρα κεραυνομάχαν παῖδʼ ἀνέδειξεν Ἔρως; χαῖρε Πόθων ἀκτῖνα φέρων θνατοῖσι, Μυΐσκε, καὶ λάμποις ἐπὶ γᾷ πυρσὸς ἐμοὶ φίλιος.

墨勒阿戈尔 甜美的姿容如电光闪耀!看哪,他正以双目喷射火焰。 莫非厄洛斯展现了一位能与雷霆交战的少年? 欢悦罢,将情欲的光芒带给凡人的米伊斯库斯, 愿你在大地上闪耀,作我亲切的火炬。

​Anonymi Epigrammatici πτανὸς Ἔρως, σὺ δὲ ποσσὶ ταχύς· τὸ δὲ κάλλος ὁμοῖον ἀμφοτέρων. τόξοις, Εὔβιε, λειπόμεθα.

佚名诗人 厄洛斯生有双翼,而你脚步迅捷;两者的 美丽旗鼓相当。欧比奥斯啊,我们唯独在弓箭上落了下风。

​Anonymi Epigrammatici εὐφαμεῖτε νέοι· τὸν Ἔρωτʼ ἄγει Ἀρκεσίλαος, πορφυρέῃ δήσας Κύπριδος ἁρπεδόνῃ.

佚名诗人 年轻人们,肃静!阿耳刻西拉奥斯正领着厄洛斯前行, 用塞浦路斯女神紫色的绳索将他牢牢捆绑。

​Meleager καὐτὸς Ἔρως ὁ πτανὸς ἐν αἰθέρι δέσμιος ἥλω, ἀγρευθεὶς τοῖς σοῖς ὄμμασι, Τιμάριον.

墨勒阿戈尔 在大气中生有双翼的厄洛斯本人亦沦为囚徒被捕获了, 蒂玛利翁啊,正是被你的双眸所捕获。

​Meleager ἠοῦς ἄγγελε, χαῖρε, Φαεσφόρε, καὶ ταχὺς ἔλθοις ἕσπερος, ἣν ἀπάγεις, λάθριος αὖθις ἄγων.4

墨勒阿戈尔 拂晓的使者,欢悦罢,启明星啊,愿你迅速化作 暮星归来,将你所带走的那人,暗中再度引回。

115

​Anonymi Epigrammatici ἄκρητον μανίην ἔπιον· μεθύων μέγα μύθοις ὥπλισμαι πολλὴν εἰς ὁδὸν ἀφροσύναν. κωμάσομαι τί δέ μοι βροντέων μέλει, ἢ τί κεραυνῶν; ἢν βάλλῃ;, τὸν ἔρωθʼ ὅπλον ἄτρωτον ἔχων.

佚名诗人 我饮下了未经稀释的狂乱!因大言不惭而大醉, 为了踏上前路,我以极大的愚狂武装了自己。 我要去行夜访之欢!雷鸣与我有何相干,闪电又算得了什么? 即便他掷下霹雳,我亦手握爱情这柄无懈可击的护甲。

​Anonymi Epigrammatici κωμάσομαι· μεθύω γὰρ ὅλος μέγα. παῖ, λάβε τοῦτον τὸν στέφανον, τὸν ἐμοῖς δάκρυσι λουόμενον μακρὴν δʼ οὐχὶ μάτην ὁδὸν ἵξομαι· ἔστι δʼ ἀωρὶ καὶ σκότος· ἀλλὰ μέγας φανὸς ἐμοὶ Θεμίσων.

佚名诗人 我要去行夜访之欢,因我周身已烂醉如泥。僮仆啊,拿上这具 正被我的泪水浸润的花冠; 我绝不会徒然走上这条漫漫长路。虽然时辰已深, 四周漆黑;但塞米松便是我巨大的火炬。

语法注4 条
  1. 12.101ἠνίδε ποσσὶ πατῶ

    ἠνίδε 用作引起注意的感叹词(“看哪!”)。句法上,主句动词 πατῶ 直接支配宾语 τὸ φρύαγμα;ἠνίδε 视为副词性/感叹性插入语,而非直接支配宾格的主动词。

  2. 12.102οὐκ ἔλαβεν

    不定过去时直陈式 ἔλαβεν 属于格言性不定过去时(gnomic aorist),并非表示过去某一次的具体行为,而是表示猎人的习性(“他绝不去捡取”),在含义上等同于表一般规律的现在时。

  3. 12.105εὐκρὰς δʼ εἷς ἑνὶ συμφέρομαι

    主格形容词 εὐκρὰς(“调和相称的”)作主语(化身为叙述者的厄洛斯)的谓词性修饰语。εἷς ἑνί(“一与一”)通过并置对比,与前文的 οὐ πολλοῖς(“非与众人”)形成鲜明对照。

  4. 12.114ἣν ἀπάγεις, λάθριος αὖθις ἄγων

    关系代词 ἣν 的先行词在句中省略,依上下文指因天明而被带走的所爱之人。前半句被带走的对象(ἣν)同时也是后半句分词 ἄγων 的宾语,意指希望晨星迅速变作暮星,将离去之人再次悄然带回。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.98-12.116