← 希腊诗选

希腊诗选 卷四

§12.117-12.128

醉意压倒理性与超越神话美男子的当世少年

诗人们歌咏了在沉醉夜访中理性与情欲的交战、爱情带来的甜蜜创伤与虚妄春梦,并盛赞当世少年的绝世容颜已压倒了达佛尼斯与许阿铿托斯等神话美男子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
117

​Meleager Βεβλήσθω κύβος· ἅπτε· πορεύσομαι. “ἠνίδε, τόλμα, οἰνοβαρές. τίνʼ ἔχεις φροντίδα;” Κωμάσομαι κωμάσομαι; ποῖ, θυμέ, τρέπῃ; Τί δʼ ἔρωτι λογισμός; ἅπτε τάχος. ποῦ δʼ ἡ πρόσθε λόγων μελέτη; ἐρρίφθω σοφίας ὁ πολὺς πόνος· ἓν μόνον οἶδα τοῦθʼ, ὅτι καὶ Ζηνὸς λῆμα καθεῖλεν Ἔρως.

墨勒阿戈尔 骰子已经掷下!点上火炬,我要前行。“看哪,拿出勇气来,醉汉。你还有何顾虑?”我要去夜访!我要去夜访?我的心啊,你要转向何方?爱情与理性何干?快点上火炬!往昔研习言辞的苦工如今何在? 让智慧繁复的辛劳弃掷一旁罢;我唯独知晓这一件事:厄洛斯甚至曾击垮宙斯的心志。

​Callimachus εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου· εἰ δʼ ἀέκων ἥκω, τὴν προπέτειαν ὄρα· ἄκρητος καὶ ἔρως μʼ ἠνάγκασαν ὧν ὁ μὲν αὐτῶν εἷλκεν, ὁ δʼ οὐκ εἴα σώφρονα θυμὸν ἔχειν, ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα τὴν φλιὴν εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικῶ.

卡利马科斯 阿尔基诺斯,若我是自愿前来夜访,你尽可万般责备;但若我是不由自主而来,便请体谅我的鲁莽。烈酒与爱情强迫了我,其中一个拖拽着我,另一个则不容我保持克制的心性。来到此地,我未曾大喊自己是谁、是谁的儿子,而只是亲吻了门框;若这是过犯,我认罪便是。

​Meleager οἴσω, ναὶ μὰ σέ, Βάκχε, τὸ σὸν θράσος· ἁγέο, κώμων ἄρχε· θεὸς θνατὰν ἁνιόχει κραδίαν ἐν πυρὶ γενναθεὶς στέργεις φλόγα τὰν ἐν ἔρωτι, καί με πάλιν δήσας τὸν σὸν ἄγεις ἱκέτην. ἦ προδότας κἄπιστος ἔφυς· τεὰ δʼ ὄργια κρύπτειν αὐδῶν, ἐκφαίνειν τἀμὰ σὺ νῦν ἐθέλεις.

墨勒阿戈尔 巴克科斯啊,凭着你起誓,我将承受你的这份狂妄!引导我罢,做夜访欢宴的先驱;神啊,驾驭这颗凡人的心罢!诞生于烈火之中的你,酷爱爱情里的火焰;如今你再度将我捆缚,作为你的求告者牵引向前。你当真生来就是背叛者与负心汉:你明明命人隐藏你的秘仪,如今却要将我的秘密大白于天下!

120

​Posidippus Εὐοπλῶ, καὶ πρὸς σὲ μαχήσομαι, οὐδʼ ἀπεροῦμαι θνητὸς ἐών σὺ δʼ, Ἔρως, μηκέτι μοι πρόσαγε. ἤν με λάβῃς μεθύοντʼ, ἄπαγʼ ἔκδοτον ἄχρι δὲ νήφω, τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω.

波希迪波斯 我已全副武装,誓要与你交战,纵是凡人亦绝不屈服。厄洛斯啊,休要再向我进逼。若你趁我大醉将我拿下,便将我作为俘虏押解而去罢;但只要我尚自清醒,我便拥有与你严阵以待的理性。

​Rhianus ἦ ῥὰ νύ τοι, Κλεόνικε, διʼ ἀτραπιτοῖο κιόντι στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες· καί σε ποτὶ ῥοδέαισιν ἐπηχύναντο χέρεσσιν, κοῦρε; πεποίησαι δʼ ἡλίκος ἐσσὶ χάρις.1 τηλόθι μοι μάλα χαῖρε· πυρὸς δʼ οὐκ ἀσφαλὲς ἆσσον ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.

里阿诺斯 克勒奥尼库斯啊,当你行经狭窄小径时,莫非果真遇见了容光焕发的美惠女神们?少年啊,她们莫非用玫瑰般的双臂将你紧紧拥抱?你整个人已然化作了与你同等高下的优美本身!请远远地向我致意罢;我的朋友啊,干燥的日照百合花茎靠近烈火,可绝非安全之事。

​Meleager ὦ Χάριτες, τὸν καλὸν Ἀρισταγόρην ἐσιδοῦσαι ἀντίον, εἰς τρυφερὰς ἠγκαλίσασθε χέρας· οὕνεκα καὶ μορφᾷ βάλλει φλόγα, καὶ γλυκυμυθεῖ καίρια, καὶ σιγῶν ὄμμασι τερπνὰ λαλεῖ. τηλόθι μοι πλάζοιτο. τί δὲ πλέον; ὡς γὰρ Ὀλύμπου Ζεὺς νέον οἶδεν ὁ παῖς μακρὰ κεραυνοβολεῖν.

墨勒阿戈尔 美惠女神们啊,看见俊美的阿里斯塔戈拉斯迎面走来,你们便将他搂入娇柔的双臂;正因如此,他以容貌喷薄烈焰,适时吐露甜言蜜语,甚至在沉默不语时亦以双目含情脉脉地倾诉。愿他远离我而游荡!但这又有何用?因为正如奥林匹斯山上的宙斯,这少年新近懂得如何从远处掷下霹雳。

​Anonymi Epigrammatici πυγμῇ νικήσαντα τὸν Ἀντικλέους Μενέχαρμον λημνίσκοις μαλακοῖς ἐστεφάνωσα δέκα, καὶ τρισσῶς ἐφίλησα πεφυρμένον αἵματι πολλῷ· ἀλλʼ ἐμοὶ ἦν σμύρνης κεῖνο μελιχρότερον.

佚名诗人 在拳击中获胜的安提克勒斯之子梅内查摩斯,我为他戴上了十根柔软的发带,并在他浑身浴血之际三次亲吻了他;然而对我而言,那却比没药更为甘甜。

​Anonymi Epigrammatici λάθρῃ παπταίνοντα παρὰ φλιὴν Ἐχέδημον λάθριος ἀκρήβην τὸν χαρίεντʼ ἔκυσα. δειμαίνω·καὶ γάρ μοι ἐνύπνιος ἦλθε φαρέτρην αἰωρῶν καὶ δοὺς ᾤχετʼ ἀλεκτρυόνας, ἄλλοτε μειδιόων, ὁτὲ δʼ οὐ φίλος. ἀλλὰ μελισσέων ἑσμοῦ καὶ κνίδης καὶ πυρὸς ἡψάμεθα;

佚名诗人 当妩媚的厄克得摩斯在门框旁暗中张望时,我亦悄悄接近,亲吻了正值风华的他。我心生畏惧;因为在梦中他佩着箭袋向我走来,给了我几只斗鸡后便离去,有时带着微笑,有时却面带愠色。难道我们竟触碰了蜂群、荨麻与烈火?

125

​Meleager ἡδὺ τί μοι διὰ νυκτὸς ἐνύπνιον ἁβρὰ γελῶντος ὀκτωκαιδεκέτους παιδὸς ἔτʼ ἐν χλαμύδι ἤγαγʼ Ἔρως ὑπὸ χλαῖναν ἐγὼ δʼ ἁπαλῷ περὶ χρωτὶ στέρνα βαλὼν κενεὰς ἐλπίδας ἐδρεπόμαν. καὶ μʼ ἔτι νῦν θάλπει μνήμης πόθος· ὄμμασι δʼ ὕπνον ἀγρευτὴν πτηνοῦ φάσματος αἰὲν ἔχω. ὦ δύσερως ψυχή, παῦσαί ποτε καὶ διʼ ὀνείρων εἰδώλοις κάλλευς κωφὰ χλιαινομένη.

墨勒阿戈尔 在黑夜的幻梦中,一个年方十八、仍身着短披风、娇美欢笑的少年,厄洛斯将他甜蜜的身影引至我的斗篷之下;我将胸膛贴向他娇嫩的肌肤,收获着虚妄的期冀。直至此刻,记忆中的渴望依然温暖着我;我的双眼始终保留着捕捉那带翼幻影的睡眠。可怜的多情灵魂啊,即便在梦境中,就此停止被虚妄的美貌幻影徒然温热罢!

​Meleager ἦρκταί μευ κραδίας ψαύειν πόνος· ἦ γὰρ ἀλύων ἀκρονυχεὶ ταύταν ἔκνισ’ ὁ θερμὸς Ἔρως· εἶπε δὲ μειδήσας· “ἕξεις πάλι τὸ γλυκὺ τραῦμα ὦ δύσερως, λάβρῳ καιόμενος μέλιτι.” ἐξ οὗ δὴ νέον ἔρνος ἐν ἠϊθέοις Διόφαντον λεύσσων οὔτε φυγεῖν οὔτε μένειν δύναμαι.

墨勒阿戈尔 痛楚已开始触碰我的心房;狂乱中,炽热的厄洛斯当真用指甲尖抓伤了它;他微笑着说道:“多情的人啊,你将再度领受这甜蜜的创伤,被狂暴的蜜意所焚灼。”自此,当我注视着青年中的新芽狄奥凡托斯时,我便既无法逃离,亦无法驻足。

​Meleager Εἰνόδιον στείχοντα μεσαμβρινὸν εἶδον Ἄλεξιν, ἄρτι κόμαν καρπῶν κειρομένου θέρεος. διπλαῖ δʼ ἀκτῖνές με κατέφλεγον· αἱ μὲν Ἔρωτος, παιδὸς ἀπʼ ὀφθαλμῶν, αἱ δὲ παρʼ ἠελίου. ἀλλʼ ἃς μὲν νὺξ αὖθις ἐκοίμισεν ἃς δʼ ἐν ὀνείροις εἴδωλον μορφῆς μᾶλλον ἀνεφλόγισεν. λυσίπονος δʼ ἑτέροις ἐπʼ ἐμοὶ πόνον ὕπνος ἔτευξεν ἔμπνουν πῦρ ψυχῇ κάλλος ἀπεικονίσας.2

墨勒阿戈尔 烈日当空的正午,我看见亚历克西斯漫步于路途之上,正值夏日方才剪去庄稼的发丝之时。双重的光芒将我炙烤:一重来自厄洛斯,出自少年的双眸;另一重则来自太阳。然而黑夜使后者再度沉睡,而少年的形态幻影却在梦中将前者更为猛烈地引燃。 对他人而言解脱劳苦的睡眠,却为我招致了痛苦,将他那如生动烈火般的美貌摹刻在我的灵魂深处。

​Meleager Αἰπολικαὶ σύριγγες, ἐν οὔρεσι μηκέτι Δάφνιν φωνεῖτʼ, αἰγιβάτῃ Πανὶ χαριζόμεναι· μηδὲ σὺ τὸν στεφθέντα, λύρη, Φοίβοιο προφῆτι, δάφνῃ παρθενίῃ μέλφʼ Ὑάκινθον ἔτι. ἦν γὰρ ὅτʼ ἦν Δάφνις μὲν Ὀρειάσι, σοὶ δʼ Ὑάκινθος τερπνός· νῦν δὲ Πόθων σκῆπτρα Δίων ἐχέτω.

墨勒阿戈尔 牧羊人的排箫啊,莫要再在群山中呼唤达佛尼斯以取悦乘山羊的潘神;福波斯的预言者啊,竖琴,亦莫要再歌唱那被处女月桂加冕的许阿铿托斯。曾几何时,达佛尼斯令山林仙女欣喜,许阿铿托斯亦令你欢悦;但如今,且让狄翁执掌情欲的王杖!

语法注2 条
  1. 12.121πεποίησαι δʼ ἡλίκος ἐσσὶ χάρις

    包含关系代词缩合与同化的紧凑句式。字面直译为“你被塑造成如同你自身尺度般巨大的优美”,即“你的整个身躯从头到脚无一处不是优美本身”。谓语名词 χάρις 与相关代词 ἡλίκος 所引导的短语相融合,生动表现出体型与优美的完满吻合。

  2. 12.127ἔμπνουν πῦρ ψυχῇ κάλλος ἀπεικονίσας

    阳性主格分词 ἀπεικονίσας 与主语 ὕπνος 一致。其直接宾语为 κάλλος,而 ἔμπνουν πῦρ 则作其同位语或宾语补足语,意为“将那如活生生烈火般的美貌(或将美貌作为活火)摹刻在我的灵魂深处”。此处突出了少年的绝美在梦境中被具象化为灼烧灵魂的真正烈焰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.117-12.128