← 希腊诗选

希腊诗选 卷四

§12.89-12.97

多重激情的折磨与美少年的姿容

诸位诗人咏叹了针对多位少年或情人的重重热望与厄洛斯之火的折磨,既赞赏了少年们各具特色的容颜魅力,亦诙谐道出身躯上下美丑兼具的落差。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
89

​Anonymi Epigrammatici Κύπρι, τί μοι τρισσοὺς ἐφʼ ἕνα σκοπὸν ἤλασας ἰούς, ἐν δὲ μιῇ ψυχῇ τρισσὰ πέπηγε βέλη; καὶ τῇ μὲν φλέγομαι, τῇ δʼ ἕλκομαι· ᾗ δʼ ἀπονεύσω, διστάζω, λάβρῳ δʼ ἐν πυρὶ πᾶς φλέγομαι.

佚名诗人 塞浦路斯女神啊,为何你向着一个靶子射出了三支箭矢, 在同一颗灵魂中竟刺入了三枚锋刃? 我在这一边燃烧,在另一边被牵扯;究竟该倒向何方, 我犹疑不决,在狂烈的火焰中周身焚烧。

90

​Anonymi Epigrammatici οὐκέτʼ ἐρῶ. πεπάλαικα πόθοις τρισὶν εἷς μὲν ἑταίρης, εἷς δέ με παρθενικῆς, εἷς δὲ μʼ ἔκαυσε νέου· καὶ κατὰ πᾶν ἤλγηκα. γεγύμνασμαι μέν, ἑταίρης πείθων τὰς ἐχθρὰς οὐδὲν ἔχοντι θύρας· ἔστρωμαι δὲ κόρης ἐπὶ παστάδος αἰὲν ἄυπνος, ἓν τὸ ποθεινότατον παιδὶ φίλημα διδούς. οἴμοι· πῶς εἴπω πῦρ τὸ τρίτον; ἐκ γὰρ ἐκείνου βλέμματα καὶ κενεὰς ἐλπίδας οἶδα μόνον.

佚名诗人 我再也不去恋爱了!我曾与三种情欲搏斗:名妓的情欲、 少女的情欲,以及少年的情欲曾将我灼烧; 我在各方面都受尽痛苦。对于名妓,我耗尽心力, 去劝说那对两手空空者充满敌意的门扉; 而在少女的新房前,我整夜未眠地铺地而卧, 只为了给予那女孩一个最渴望的亲吻。 哀哉!我该如何言说那第三团火?因为从那位少年身上, 我所得知的仅仅是顾盼的目光与虚妄的希望。

​Polystratus Δισσὸς Ἔρως αἴθει ψυχὴν μίαν. ὦ τὰ περισσὰ ὀφθαλμοὶ πάντῃ πάντα κατοσσόμενοι, εἴδετε τὸν χρυσέαισι περίσκεπτον χαρίτεσσιν Ἀντίοχον, λιπαρῶν ἄνθεμον ἠιθέων. ἀρκείτω· τί τὸν ἡδὺν ἐπηυγάσσασθε καὶ ἁβρὸν Στασικράτη, Παφίης ἔρνος ἰοστεφάνου; καίεσθε, τρύχεσθε, καταφλέχθητέ ποτʼ ἤδη· οἱ δύο γὰρ ψυχὴν οὐκ ἂν ἕλοιτε μίαν.1

波利斯特拉托斯 双重的厄洛斯焚烧着同一颗灵魂。啊,过度地 四处打量着一切的双眼啊, 你们见到了因金色的优雅而引人注目的安提俄库斯, 那光彩照人的青年之花。 那本该足够了!为何你们又去注视甜美而娇弱的 斯塔西克拉忒斯,那紫罗兰冠冕的帕福斯女神的新枝? 燃烧罢,消损罢,如今干脆被焚尽罢; 因为你们二人绝不可能夺取同一颗灵魂。

​Meleager προδόται ψυχῆς, παίδων κύνες, αἰὲν ἐν ἰξῷ Κύπριδος ὀφθαλμοὶ βλέμματα χριόμενοι, ἡρπάσατʼ ἄλλον Ἔρωτʼ, ἄρνες λύκον, οἷα κορώνη σκορπίον, ὡς τέφρη πῦρ ὑποθαλπόμενον. δρᾶθʼ ὅ τι καὶ βούλεσθε. τί μοι νενοτισμένα χεῖτε δάκρυα, πρὸς δʼ Ἱκέτην αὐτομολεῖτε τάχος; ὀπτᾶσθʼ ἐν κάλλει, τύφεσθʼ ὑποκαόμενοι νῦν, ἄκρος ἐπεὶ ψυχῆς ἐστὶ μάγειρος Ἔρως.

墨勒阿戈尔 灵魂的叛徒们,猎逐少年的猎犬,双眼啊, 你们的目光永远被涂抹上塞浦路斯女神的鸟媒胶, 你们又捕获了另一位厄洛斯,犹如羔羊捕获豺狼,乌鸦 捕获蝎子,灰烬捕获从底下被温热的火种! 随你们的便罢!为何向我洒下湿漉漉的眼泪, 又如此迅速地叛逃到希克忒斯身旁? 在美丽中炙烤罢,如今在底火中冒着青烟罢, 因为厄洛斯正是烹调灵魂的绝顶厨师。

​Rhianus οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται, τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς ἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιον τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθʼ ὕψος οὐ μέγας, οὐρανίη δʼ ἀμφιτέθηλε χάρις. ἢν δʼ ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα κινήσεις, ἀλύτῳ δʼ ὡς ἀδάμαντι μένεις ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει κοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας. χαίρετε καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε ἥβην, καὶ λευκὴν ἀμφιέσαισθε κόμην.

里阿诺斯 少年们是无法走出的迷宫;因为无论你将目光 投向何方,它都会如黏胶般被牢牢困住。 在这一边,塞奥多罗斯以其丰腴的肉体盛期 与四肢无瑕的花容引人驻足; 在另一边,则是菲洛克勒斯金色的容颜,他虽然身材 不高,天赐的风采却灿烂绽放。 倘若你将身躯转向莱普提涅斯,你便再也无法挪动 肢体,反将如被坚不可摧的金刚石黏附于原地, 一步难行;那少年在双目中,以及从头顶 直到脚趾尖,都燃起了如此耀眼的光芒。 别了,俊美的少年们,愿你们步入成熟的青春, 并终将披上白发。

​Meleager τερπνὸς μὲν Διόδωρος, ἐν ὄμμασι δʼ Ἡράκλειτος, ἡδυεπὴς δὲ Δίων, ὀσφύι δʼ Οὐλιάδης. ἀλλὰ σὺ μὲν ψαύοις ἁπαλόχροος, ᾧ δέ, Φιλόκλεις, ἔμβλεπε, τῷ δὲ λάλει, τὸν δὲ τὸ λειπόμενον2 ὡς γνῷς οἷος ἐμὸς νόος ἄφθονος· ἢν δὲ Μυΐσκῳ λίχνος ἐπιβλέψῃς, μηκέτʼ ἴδοις τὸ καλόν.

墨勒阿戈尔 狄奥多罗斯令人愉悦,赫拉克利托斯在双眸上惹人注目, 狄翁言辞甜美,而乌利亚德斯则在腰肢上动人。 但你可以去抚摸那柔肤之人,菲洛克勒斯啊;凝望另一个, 与另一个交谈,而对剩下的那一个做剩余之事罢, 好让你知晓我的心胸是多么毫不嫉妒;但倘若你对米伊斯库斯 投以贪婪的一瞥,但愿你再也见不到任何美好之物!

95

​Meleager εἴ σε Πόθοι στέργουσι, Φιλόκλεες, ἥ τε μυρόπνους πειθώ, καὶ κάλλευς ἀνθολόγοι Χάριτες, ἀγκὰς ἔχοις Διόδωρον, ὁ δὲ γλυκὺς ἀντίος ᾄδοι Δωρόθεος, κείσθω δʼ εἰς γόνυ Καλλικράτης, ἰαίνοι δὲ Δίων τόδʼ ἐύστοχον ἐν χερὶ τείνων σὸν κέρας, Οὐλιάδης δʼ αὐτὸ περισκυθίσαι, δοίη δʼ ἡδὺ φίλημα Φίλων, Θήρων δὲ λαλήσαι, θλίβοις δʼ Εὐδήμου τιτθὸν ὑπὸ χλαμύδι. εἰ γάρ σοι τάδε τερπνὰ πόροι θεός, ὦ μάκαρ, οἵαν ἀρτύσεις παίδων Ῥωμαϊκὴν λοπάδα.

墨勒阿戈尔 倘若渴望神们爱慕你,菲洛克勒斯啊,那流溢芬芳的 劝导女神与采撷美丽之花的美惠三女神亦然, 愿你怀中拥抱狄奥多罗斯,可爱的多罗特俄斯在对面歌唱, 卡利克拉忒斯躺在你的膝头, 狄翁在手中伸展你这准准的硬角以使之温热, 乌利亚德斯将它完全剥褪出来, 菲隆献上甜蜜的亲吻,塞隆与你攀谈, 你在斗篷之下轻抚欧得摩斯的胸膛。 倘若神明赐予你这些欢愉,啊,有福的人, 你将调制出一盘何等丰盛的罗马式少年大餐!

​Anonymi Epigrammatici οὔτι μάταν θνατοῖσι φάτις τοιάδε βοᾶται, ὡς οὐ πάντα θεοὶ πᾶσιν ἔδωκαν ἔχειν. εἶδος μὲν γὰρ ἄμωμον, ἐπʼ ὄμμασι δʼ ἁ περίσαμος αἰδώς, καὶ στέρνοις ἀμφιτέθαλε χάρις, οἷσι καὶ ἠιθέους ἐπιδάμνασαι· ἀλλʼ ἐπὶ ποσσὶν οὐκέτι τὰν αὐτὰν δῶκαν ἔχειν σε χάριν. πλὴν κρηπὶς κρύψει ποδὸς ἴχνιον, ὠγαθὲ Πύρρε, κάλλεϊ δὲ σφετέρῳ τέρψει ἀγαλλόμενον.

佚名诗人 凡人之间高声流传着这样一句话,绝非虚妄: 神明未曾将一切事物赐予所有人尽数拥有。 因为你的容貌毫无瑕疵,双眸中闪烁着赫赫有名的 端庄,胸膛上盛开着优雅之花, 你借此征服了青年们;然而在双足上, 神明却未曾让你拥有同样的美质。 不过,高帮靴会遮掩你足部的痕迹,善良的皮洛斯啊, 它也会以自身的美丽,使引以为豪的人欢欣陶醉。

​Antipater Εὐπάλαμος ξανθὸν μὲν ἐρεύθεται, ἶσον Ἔρωτι, μέσφα ποτὶ Κρητῶν ποιμένα Μηριόνην·3 ἐκ δέ νυ Μηριόνεω Ποδαλείριος οὐκέτʼ ἐς Ἠὼ νεῖται· ἴδʼ ὡς φθονερὰ παγγενέτειρα φύσις. εἰ γάρ τῷ τὰ τʼ ἔνερθε τὰ θʼ ὑψόθεν ἶσα πέλοιτο, ἦν ἂν Ἀχιλλῆος φέρτερος Αἰακίδεω.

安提帕特罗斯 欧帕拉摩斯金发红润,堪比厄洛斯, 一直向下美到克里特人的牧人墨利俄涅斯为止; 但从墨利俄涅斯往下,波达利里俄斯便不再走向黎明; 瞧瞧那孕育万物的自然是多么嫉妒成性! 因为若这少年上下两部分生得同样匀称, 他本会胜过埃阿科斯之孙阿喀琉斯。

语法注3 条
  1. 12.91οἱ δύο γὰρ ψυχὴν οὐκ ἂν ἕλοιτε μίαν

    关于主语“οἱ δύο”(你们二人)及潜在希求式动词“ἕλοιτε”(加 ἄν)的指代。虽然前一行曾以第二人称复数命令式(καίεσθε, τρύχεσθε)对双眼(ὀφθαλμοί)说话,但此处阳性复数“οἱ δύο”在文境中宜理解为直接呼告前文提及的两位少年(安提俄库斯与斯塔西克拉忒斯)或拟人化的“双重厄洛斯”,意即“你们两人绝不可能夺得同一颗灵魂”。这与开篇“双重厄洛斯焚烧着同一颗灵魂”形成了紧密的“二对一”对照。

  2. 12.94τὸν δὲ τὸ λειπόμενον

    动词的急断与故意省略(aposiopesis)。紧随前文列举的一连串具体指令“ψαύοις”(触碰)、“ἔμβλεπε”(凝视)、“λάλει”(交谈),对第四位少年所应采取的最终肉体行为(交合动词)被隐晦地略去。τὸν δὲ 作所省略动词的直接宾语(或话题宾格),τὸ λειπόμενον 则作同源或副词性宾格,意为“(做)剩下的事”。

  3. 12.97μέσφα ποτὶ Κρητῶν ποιμένα Μηριόνην

    介词 μέσφα(直至)连用 ποτί + 宾格表示空间界限的句法。荷马史诗中的克里特英雄“墨利俄涅斯”(Μηριόνης)之名在此被用作“大腿”(μηρός)的双关换喻,讽刺欧帕拉摩斯的美貌仅仅延伸至大腿为止。这与下一行借“足”(πούς)作双关的“波达利里俄斯”(Ποδαλείριος)相对仗,将英雄史诗人名滑稽地化作解剖部位的代称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.89-12.97