← 希腊诗选

希腊诗选 卷四

§12.77-12.88

宛若爱神的少年与死灰复燃的情焰

波希狄波斯与墨勒阿戈尔赞美俊美少年容姿宛如爱神厄洛斯,随后的诗作描绘了早已熄灭的爱火死灰复燃的痛苦、刚结束航海登岸便旋即被美少年的魅力俘获的狂乱,以及同性之爱与异性之爱的抗衡、同时被两名美少年撕裂心扉的折磨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
77

​Posidippus εἰ καθύπερθε λάβοις χρύσεα πτερά, καί σευ ἀπʼ ὤμων τείνοιτʼ ἀργυρέων ἰοδόκος φαρέτρη, καὶ σταίης παρʼ Ἔρωτα, φίλʼ, Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν, οὐδʼ αὐτὴ Κύπρις γνώσεται ὃν τέτοκεν.

波希狄波斯 倘若你在背上生起金色的双翼,银色的双肩上 垂挂着装满箭矢的箭袋, 并且伫立在厄洛斯身旁,亲爱的阿格拉俄斯啊,指着赫尔墨斯起誓, 甚至连塞浦路斯女神自己,也认不出究竟哪一个才是她所生的儿子。

​Meleager εἰ χλαμύδʼ εἶχεν Ἔρως, καὶ μὴ πτερά, μηδʼ ἐπὶ νώτων τόξα τε καὶ φαρέτραν, ἀλλʼ ἐφόρει πέτασον, ναί, τὸν γαῦρον ἔφηβον ἐπόμνυμαι, Ἀντίοχος μὲν ἦν ἂν Ἔρως, ὁ δʼ Ἔρως τἄμπαλιν Ἀντίοχος.

墨勒阿戈尔 倘若厄洛斯身穿披风,没有翅膀,背上也不曾负着 弓箭与箭袋,而是戴着一顶旅行帽, 是的,指着那位骄傲的青年起誓,安提俄库斯便会是 厄洛斯,而厄洛斯反过来也就是安提俄库斯了。

​Anonymi Epigrammatici Ἀντίπατρὸς μʼ ἐφίλησ’ ἤδη λήγοντος ἔρωτος, καὶ πάλιν ἐκ ψυχρῆς πῦρ ἀνέκαυσε τέφρης· δὶς δὲ μιῆς ἄκων ἔτυχον φλογός. ὦ δυσέρωτες, φεύγετε, μὴ πρήσω τοὺς πέλας ἁψάμενος.

佚名诗人 正当我的恋情行将平息之际,安提帕特罗斯亲吻了我, 又从冰冷的灰烬中重新点燃了烈火; 我并非自愿地,却两度遭遇了同一种火焰。受情欲折磨的人们啊, 快逃罢,免得我触及身边之人,将他们也一并焚尽!

80

​Meleager ψυχὴ δυσδάκρυτε, τί σοι τὸ πεπανθὲν Ἔρωτος τραῦμα διὰ σπλάγχνων αὖθις ἀναφλέγεται; μή, μή, πρὸς σὲ Διός,1 μή, πρὸς Διός, ὦ φιλάβουλε, κινήσῃς τέφρῃ πῦρ ὑπολαμπόμενον. αὐτίκα γάρ, λήθαργε κακῶν, πάλιν εἴ σε φυγοῦσαν λήψετʼ Ἔρως, εὑρὼν δραπέτιν αἰκίσεται.

墨勒阿戈尔 满面泪痕的灵魂啊,为何厄洛斯那早已愈合的伤口, 又穿透内脏再次熊熊燃烧起来? 不要,不要,指着宙斯恳求你,看在宙斯的份上,不要啊,轻率的灵魂, 切莫拨动那潜伏在灰烬下的火种! 因为你这健忘旧苦的人啊,一旦逃离之后又被厄洛斯捕获, 他定会将你当作逃奴狠狠折磨。

​Meleager Ψυχαπάται δυσέρωτες, ὅσοι φλόγα τὰν φιλόπαιδα οἴδατε, τοῦ πικροῦ γευσάμενοι μέλιτος, ψυχρὸν ὕδωρ † νίψαι, ψυχρόν, τάχος, ἄρτι τακείσης ἐκ χιόνος τῇ μῇ χεῖτε περὶ κραδίῃ· ἦ γὰρ ἰδεῖν ἔτλην Διονύσιον. ἀλλʼ, ὁμόδουλοι, πρὶν ψαῦσαι σπλάγχνων, πῦρ ἀπʼ ἐμεῦ σβέσατε.

墨勒阿戈尔 蛊惑人心的苦恋者们啊,凡是知晓那爱恋少年的烈焰、 品尝过苦涩蜂蜜的人们, 快些,快把冰凉的水,把刚从积雪中融化的 冰水,浇灌在我的心房周围罢! 因为我竟敢直视狄奥尼修斯。来罢,奴隶同伴们, 趁它尚未触及脏腑,快快替我将火扑灭!

​Meleager ἔσπευδον τὸν Ἔρωτα φυγεῖν ὁ δὲ βαιὸν ἀνάψας φανίον ἐκ τέφρης, εὗρέ με κρυπτόμενον· κυκλώσας δʼ οὐ τόξα, χερὸς δʼ ἀκρώνυχα δισσόν, κνίσμα πυρὸς θραύσας, εἰς μὲ λαθὼν ἔβαλεν ἐκ δὲ φλόγες πάντῃ μοι ἐπέδραμον. ὦ βραχὺ φέγγος λάμψαν ἐμοὶ μέγα πῦρ, Φανίον,2 ἐν κραδίᾳ.

墨勒阿戈尔 我本急于逃避厄洛斯;但他从余烬中点燃了微小的 火炬,寻到了躲藏着的我; 他并未拉开弓弦,只是用两根手指的指尖, 弹碎了一星火花,暗中投向了我; 烈焰顿时从四面八方席卷而来。在我的心底 燃成熊熊烈火的微光啊,法尼翁!

​Meleager οὒ μʼ ἔτρωσεν Ἔρως τόξοις,. οὐ λαμπάδʼ ἀνάψας, ὡς πάρος, αἰθομέναν θῆκεν ὑπὸ κραδίᾳ· σύγκωμον δὲ Πόθοισι φέρων Κύπριδος μυροφεγγὲς φανίον, ἄκρον ἐμοῖς ὄμμασι πῦρ ἔβαλεν ἐκ δέ με φέγγος ἔτηξε. τὸ δὲ βραχὺ φανίον ὤφθη πῦρ ψυχῆς τῇ μῇ καιόμενον κραδίᾳ.

墨勒阿戈尔 厄洛斯不曾用弓箭射伤我,也不曾像从前那样 点燃火把置于我的心房之下; 但他伴随着渴望神们,手持塞浦路斯女神那流溢芬芳光华的小火炬, 将火尖投进了我的双眸; 那光芒便将我消融。那小小的火把法尼翁, 显现为在我心中熊熊燃烧的灵魂之火。

​Meleager ὤνθρωποι, βωθεῖτε· τὸν ἐκ πελάγευς ἐπὶ γαῖαν ἄρτι με πρωτόπλουν ἴχνος ἐρειδόμενον ἕλκει τῇδʼ ὁ βίαιος Ἔρως· φλόγα δʼ οἷα προφαίνων παιδὸς † ἀπεστρέπτει κάλλος ἐραστὸν ἰδεῖν. βαίνω δʼ ἴχνος ἐπʼ ἴχνος, ἐν ἀέρι δʼ ἡδὺ τυπωθὲν εἶδος ἀφαρπάζων χείλεσιν ἡδὺ φιλῶ. ἆρά γε τὴν πικρὰν προφυγὼν ἅλα, πουλύ τι κείνης πικρότερον χέρσῳ κῦμα περῶ Κύπριδος;

墨勒阿戈尔 人们啊,快来搭救!我刚从海上登上陆地, 初度航行才踏稳脚步, 强暴的厄洛斯就将我拽向这边;宛如展现出一道烈焰, 那少年惹人爱怜的俊美容颜光彩耀目。 我步步紧随其足迹,在空气中攫取那印刻下的 甜美形貌,用双唇甜美地亲吻。 我逃离了苦涩的海水,难道如今竟在陆地上 渡越着塞浦路斯女神那比大海苦涩得多的波涛?

85

​Meleager Οἰνοπόται δέξασθε τὸν ἐκ πελάγευς, ἅμα πόντον καὶ κλῶπας προφυγόντʼ, ἐν χθονὶ δʼ ὀλλύμενον. ἄρτι γὰρ ἐκ νηός με μόνον πόδα θέντʼ ἐπὶ γαῖαν ἀγρεύσας ἕλκει τῇδʼ ὁ βίαιος Ἔρως, ἐνθάδʼ ὅπου τὸν παῖδα διαστείχοντʼ ἐνόησα· αὐτομάτοις δʼ ἄκων ποσσὶ ταχὺς φέρομαι. κωμάζω δʼ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς.3 ἀλλὰ φίλοι, ξεῖνοι, βαιὸν ἐπαρκέσατε, ἀρκέσατʼ, ὦ ξεῖνοι, κἀμὲ Ξενίου πρὸς Ἔρωτος δέξασθʼ ὀλλύμενον τὸν φιλίας ἱκέτην.

墨勒阿戈尔 饮酒的人们啊,接纳我这来自大海之人罢!我同时逃脱了 汪洋与盗匪,如今却要丧命在陆地上。 因为我刚刚从船上将一只脚踏在陆地上, 强暴的厄洛斯就捕获了我,将我拖向这边, 拖向我瞥见那少年走过的地方; 我虽不情愿,却被自行迈动的双脚飞快地带走。 我参与狂欢,心中所满载的并非美酒,而是烈火。 朋友们,异邦人啊,稍稍施以援手罢, 异邦人啊,援救我罢!看在好客之神厄洛斯的份上, 接纳我这濒临毁灭的友谊祈求者罢!

​Meleager ἁ Κύπρις θήλεια γυναικομανῆ] φλόγα βάλλει· ἄρσενα δʼ αὐτὸς Ἔρως ἵμερον ἁνιοχεῖ. ποῖ ῥέψω; ποτὶ παῖδʼ ἢ ματέρα; φαμὶ δὲ καὐτὰν Κύπριν ἐρεῖν· νικᾷ τὸ θρασὺ παιδάριον

墨勒阿戈尔 塞浦路斯女神身为女子,投下的是令人狂恋女人的烈焰; 而厄洛斯自身则驾驭着对男子的欲望。 我该偏向何方?投向儿子,还是投向母亲?依我看, 连塞浦路斯女神自己都会说:“凶悍的小童赢了!”

​Anonymi Epigrammatici τλῆμον Ἔρως, οὐ θῆλυν ἐμοὶ πόθον, ἀλλὰ τινʼ αἰεὶ δινεύεις στεροπὴν καύματος ἀρσενικοῦ. ἄλλοτε γὰρ Δήμωνι πυρούμενος, ἄλλοτε λεύσσων Ἰσμηνόν, δολιχοὺς αἰὲν ἔχω καμάτους. οὐ μούνοις δʼ ἐπὶ τοῖσι δεδόρκαμεν ἀλλʼ ἐπιπάντων ἄρκυσι πουλυμανῆ κανθὸν ἐφελκόμεθα.

佚名诗人 残忍的厄洛斯啊,你降临于我的并非对女性的渴慕, 却总是在翻滚着男子燥热的闪电。 我时而为德蒙燃烧,时而凝望着 伊斯墨诺斯,永远承受着漫长无尽的苦痛。 而且我眼光所及的不仅是他们;在所有少年的 罗网中,我狂乱的双目都被深深吸引。

​Anonymi Epigrammatici δισσοί με τρύχουσι καταιγίζοντες ἔρωτες, Εὔμαχε, καὶ δισσαῖς ἐνδέδεμαι μανίαις· ᾗ μὲν ἐπʼ Ἀσάνδρου κλίνω δέμας, ᾗ δὲ πάλιν μοι ὀφθαλμὸς νεύει Τηλέφου ὀξύτερος. τμήξατʼ, ἐμοὶ τοῦθʼ ἡδύ, καὶ εἰς πλάστιγγα δικαίην νειμάμενοι, κλήρῳ τἀμὰ φέρεσθε μέλη.

佚名诗人 两股狂暴的风暴般的情爱折磨着我, 厄玛科斯啊,我被双重的狂乱紧紧束缚; 一边我向阿桑德罗斯倾斜身躯,另一边 我的目光又更加敏锐地向忒勒福斯示意。 将我撕裂罢,这对我倒是快事;在公正的秤上 将我平分,用抓阄来瓜分我的肢体罢!

语法注3 条
  1. 12.80μή, μή, πρὸς σὲ Διός

    誓愿与恳求程式语中的超序分割(hyperbaton):介词 πρός 与其支配的属格 Διός 之间插入了宾格代词 σέ。其基本结构为 πρὸς Διός(看在宙斯的份上),而宾格 σέ 则是省略的恳求动词(如 λίσσομαι)的直接宾语(“我恳求你”)。

  2. 12.82Φανίον

    普通名词 φανίον(小火把,φανός 的指小词)与专有名词 Φανίον(少年之名)构成的双关。在第82首与第83首的结尾处,它同时承担着火种的隐喻与少年人名的双重意涵。

  3. 12.85κωμάζω δʼ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς

    分词 γεμισθείς 是动词 γεμίζω(装载)的被动分词;此处未接表示货物的常规属格,而是搭配对格 οἶνον 与 πῦρ(关系对格/保留对格),生动地延续了航海归来卸载与承载货物的隐喻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.77-12.88