← 希腊诗选

希腊诗选 卷四

§12.64-12.76

堪比伽倪墨得斯的少年与厄洛斯的赞歌

诗人们唯恐美少年们(佩泰诺尔、穆伊斯克斯、多罗特俄斯、狄奥尼修斯、哈里达摩斯、德克桑德罗斯等)如伽倪墨得斯般被宙斯掠走,并将少年们的绝美赞颂为活生生的厄洛斯化身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
64

​Alcaeus Ζεύς Πίσης μεδέων, Πειθήνορα, δεύτερον υἷα Κύπριδος, αἰπεινῷ στέψον ὑπὸ Κρονίῳ· μηδέ μοι οἰνοχόον κυλίκων σέθεν αἰετὸς ἀρθεὶς μάρψαις ἀντὶ καλοῦ, κοίρανε, Δαρδανίδου. εἰ δέ τι Μουσάων τοι ἐγὼ φίλον ὤπασα δῶρον, νεύσαις μοι θείου παιδὸς ὁμοφροσύνην.

阿尔开俄斯 执掌皮萨的宙斯啊,请在险峻的克罗尼俄斯山丘下, 为塞浦路斯女神的第二位爱子佩泰诺尔加冕; 君主啊,但愿你的神鹰展翅飞腾时,不要为了你自己, 夺去我这位替代俊美达耳达诺斯后裔的斟酒侍者。 倘若我曾向你奉献过缪斯们喜悦的礼物, 就请赐予我与这位神圣的少年同心相契。

65

​Meleager εἰ Ζεὺς κεῖνος ἔτʼ ἐστίν, ὁ καὶ Γανυμήδεος ἀκμὴν ἁρπάξας, ἵνʼ ἔχῃ νέκταρος οἰνοχόον, κἠμοὶ τὸν καλόν ἐστιν ἐνὶ σπλάγχνοισι Μυΐσκον κρύπτειν,1 μή με λάθῃ παιδὶ βαλὼν πτέρυγας.2

墨勒阿戈尔 倘若那位宙斯依旧是昔日的宙斯,曾劫走盛年的 伽倪墨得斯,好让他充当自己的仙酒侍者, 那么我也必须将俊美的穆伊斯克斯深藏于心底, 以免他在我不觉之间,展翅扑向这少年。

​Anonymi Epigrammatici Κρίνατʼ, Ἔρωτες, ὁ παῖς τίνος ἄξιος. εἰ μὲν ἀληθῶς ἀθανάτων, ἐχέτω· Ζανὶ γὰρ οὐ μάχομαι. εἰ δέ τι καὶ θνατοῖς ὑπολείπεται, εἴπατʼ, Ἔρωτες, Δωρόθεος τίνος ἦν, καὶ τίνι νῦν δέδοται. ἐν φανερῷ φωνεῦσιν· ἐμὴ χάρις. — “ἀλλʼ ἀποχώρει. μὴ % μετι πρὸς τὸ καλὸν καὶ σὺ μάταια φέρῃ.”

佚名诗人 评判罢,厄洛斯们,这少年当配得上谁!倘若他真当配得 不朽的众神,就让神拥有罢;因为我不与宙斯相争。 但若凡人也能分得一份,厄洛斯们啊,请告诉我, 多罗特俄斯曾属于谁,如今又赐给了谁? 他们公然宣告:“我的恩泽。”——“去罢,退避罢, 免得你也徒劳地为这俊秀之躯空耗情丝。”

​Anonymi Epigrammatici τὸν καλὸν οὐχ ὁρόω Διονύσιον. ἆρά γʼ ἀναρθείς, Ζεῦ πάτερ, ἀθανάτοις δεύτερος οἰνοχοεῖ; αἰετέ, τὸν χαρίεντα, ποτὶ πτερὰ πυκνὰ τινάξας, πῶς ἔφερες; μή που κνίσματʼ ὄνυξιν ἔχει;3

佚名诗人 我不曾见到俊美的狄奥尼修斯。难道他已被掠上高天, 父神宙斯啊,充当了为不死之神斟酒的第二位侍童? 神鹰啊,你扑打着浓密的翅膀,究竟是如何带走 那娇艳的少年的?你的利爪可曾在他身上留下丝毫抓痕?

​Meleager οὐκ ἐθέλω Χαρίδαμον ὁ γὰρ καλὸς εἰς Δία λεύσσει, ὡς ἤδη νέκταρ τῷ θεῷ οἰνοχοῶν οὐκ ἐθέλω· τί δέ μοι τὸν ἐπουρανίων βασιλῆα ἄνταθλον νίκης τῆς ἐν ἔρωτι λαβεῖν; ἀρκοῦμαι δʼ, ἢν μοῦνον ὁ παῖς ἀνιὼν ἐς Ὄλυμπον, ἐκ γῆς νίπτρα ποδῶν δάκρυα τἀμὰ λάβῃ, μναμόσυνον στοργῆς· γλυκὺ δʼ ὄμμασι νεῦμα δίυγρον δοίη, καί τι φίλημʼ ἁρπάσαι ἀκροθιγές. τἆλλα δὲ πάντʼ ἐχέτω Ζεύς, ὡς θέμις· εἰ δʼ ἐθελήσοι, ἦ τάχα που κἠγὼ γεύσομαι ἀμβροσίας,

墨勒阿戈尔 我不要哈里达摩斯;因为那俊美的少年仰望着宙斯, 仿佛已经在这位天神身旁倾注着仙酒。 我不要他;对我而言,何苦要将天上的君王 当作角逐情爱胜利的劲敌? 我心满意足,只要那少年升上奥林匹斯时, 能将我在大地上洒下的泪水收下,作为洗脚之水, 充当情爱的纪念;只要他用双眸递来甘美湿润的示意, 并让我偷得一个轻吻唇尖的吻。 其余的一切就按规矩尽归宙斯罢;若是天神愿意, 或许用不了多久,我也能尝到仙馔的味道。

​Anonymi Epigrammatici Ζεῦ, προτέρω τέρπου Γανυμήδεϊ· τὸν δʼ ἐμόν, ὦναξ, Δέξανδρον δέρκευ τηλόθεν οὐ φθονέω. εἰ δὲ βίῃ τὸν καλὸν ἀποίσεαι, οὐκέτʼ ἀνεκτῶς δεσπόζεις· ἀπίτω καὶ τὸ βιοῦν ἐπὶ σοῦ,

佚名诗人 宙斯啊,去以先前的伽倪墨得斯为乐罢;至于我的德克桑德罗斯, 王啊,只许你远远凝望:这我倒不吝啬。 但若你胆敢凭借强力夺走这俊美之人,你的统治便不再 令人容忍;在你治下的苟延残喘,索性付之东流罢!

70

​Meleager Στήσομʼ ἐγὼ καὶ Ζηνὸς ἐναντίον, εἴ σε, Μυΐσκε, ἁρπάζειν ἐθέλοι νέκταρος οἰνοχόον. καίτοι πολλάκις αὐτὸς ἐμοὶ τάδʼ ἔλεξε· “τί ταρβεῖς; οὔ σε βαλῶ ζήλοις· οἶδα παθὼν ἐλεεῖν.” χὠ μὲν δὴ τάδε φησὶν ἐγὼ δʼ, ἢν μυῖα παραπτῇ, ταρβῶ μὴ ψεύστης Ζεὺς ἐπʼ ἐμοὶ γέγονεν.

墨勒阿戈尔 哪怕面对宙斯,我也敢挺身对抗,穆伊斯克斯啊, 假使他胆敢将你劫去作为仙酒的斟酒童子。 然而他自己曾屡次对我说道:“你何必畏惧? 我绝不会用嫉妒来伤害你;我经历过痛苦,懂得怜悯。” 他固然是这样说的;可只要有一只苍蝇飞掠而过, 我便提心吊胆,生怕宙斯对我成了食言之辈。

​Callimachus Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν οὐ μὰ τὸν ὀξὺν ἥλιον, οὐκ ἔγνων4 σχέτλιε, ποῦ γέγονας; ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων οὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ; ἔγνων Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼν τὸν καλόν, ὦ μόχθηρʼ, ἔβλεπες ἀμφοτέροις.

卡利马科斯 色萨利的克勒奥尼克斯啊,可怜可悲的人!不,指着炽烈的 太阳起誓,我竟认不出你来!不幸的人,你去了何处? 你只剩下了一副枯骨和满头乱发。难道是属于我的 神明攫住了你,让你遭遇了苛酷的神意宿命? 我知道了:是厄克西特俄斯把你劫夺去了;因为你这受苦的人, 也曾跑去用一双眼睛,死死凝望着那个俊美的少年。

​Meleager ἤδη μὲν γλυκὺς ὄρθρος· ὁ δʼ ἐν προθύροισιν ἄυπνος Δᾶμις ἀποψύχει πνεῦμα τὸ λειφθὲν ἔτι, σχέτλιος, Ἡράκλειτον ἰδών ἔστη γὰρ ὑπʼ αὐγὰς ὀφθαλμῶν, βληθεὶς κηρὸς ἐς ἀνθρακιήν. ἀλλά μοι ἔγρεο, Δᾶμι δυσάμμορε· καὐτὸς Ἔρωτος ἕλκος ἔχων ἐπὶ σοῖς δάκρυσι δακρυχέω.

墨勒阿戈尔 晨曦已然甘美;但彻夜未眠的达弥斯却在门廊前 渐渐断绝着仅存的微弱气息, 可怜的人啊,只因他望见了赫拉克利托斯;因为他伫立在 那双眼睛的光芒之前,宛如被掷入炭火中的蜂蜡。 快醒来罢,不幸的达弥斯!我自己也承受着厄洛斯的 创伤,正在对着你的泪水抛洒热泪。

​Callimachus ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε· πλὴν ἀφανές. ἦ ῥὰ τινʼ ἐς παίδων πάλιν ᾤχετο; καὶ μὲν ἀπεῖπον πολλάκι· τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι. † ουκισυ δίφησον ἐκεῖσε γὰρ ἡ λιθόλευστος κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.

卡利马科斯 我的灵魂中仅有一半仍在呼吸,另一半我不知 究竟是被爱神劫走,还是被哈得斯夺去;只知它已杳无踪影。 难道它又逃奔到哪个少年身边去了?我明明屡次 告诫过他们:“年轻人们,千万不要收留这逃亡者!” 快到那里搜寻罢!因为我知道,那饱受石击的、 那被情欲折磨的灵魂,定是在那附近的某处盘桓。

​Meleager ἤν τι πάθω,5 Κλεόβουλε, ʽτὸ γὰρ πλέον ἐν πυρὶ παίδων βαλλόμενος κεῖμαι λείψανον ἐν σποδιῇ· λίσσομαι, ἀκρήτῳ μέθυσον, πρὶν ὑπὸ χθόνα θέσθαι, κάλπιν, ἐπιγράψας δῶρον Ἔρως Ἀίδῃ.

墨勒阿戈尔 假若我遭遇了什么不测,克勒奥布洛斯啊(因为我已被投掷在少年的烈火中, 作为余烬横卧在死灰里), 我恳求你,在将骨灰坛埋入地下之前,用纯酒将它浇透, 并在上面题写道:“厄洛斯献给哈得斯的礼物”。

75

​Asclepiades εἰ πτερά σοι προσέκειτο, καὶ ἐν χερὶ τόξα καὶ ἰοί, οὐκ ἂν Ἔρως ἐγράφη Κύπριδος, ἀλλὰ σύ, παῖς.

阿斯克勒庇阿德斯 倘若你身上生有双翼,手中握着弓箭, 被绘成厄洛斯的便绝非塞浦路斯女神之子,而会是你了,少年。

​Meleager εἰ μὴ τόξον Ἔρως, μηδὲ πτερά, μηδὲ φαρέτραν, μηδὲ πυριβλήτους εἶχε πόθων ἀκίδας, οὐκ, αὐτὸν τὸν πτανὸν ἐπόμνυμαι, οὔποτʼ ἂν ἔγνως ἐκ μορφᾶς τίς ἔφυ Ζωίλος ἢ τίς Ἔρως.

墨勒阿戈尔 倘若厄洛斯没有弓,没有翅膀,没有箭袋, 也没有喷射烈火的爱欲箭头, 不——指着那位生翼的神明起誓——单凭身形姿容, 你绝无法辨认出谁是佐伊洛斯,谁又是厄洛斯。

语法注5 条
  1. 12.65κἠμοὶ τὸν καλόν ἐστιν ἐνὶ σπλάγχνοισι Μυΐσκον κρύπτειν

    κἠμοί 是 καὶ ἐμοί 的缩约形。ἔστιν 搭配与格及不定式(κρύπτειν),表示“……是可能的”或在语境中引申为“必须/应当做某事”。此处表达了诗人的紧迫感:“我也必须把俊美的穆伊斯克斯深藏于心底”,以防宙斯掠夺。

  2. 12.65μή με λάθῃ παιδὶ βαλὼν πτέρυγας

    λανθάνω 搭配宾格(με)和分词(βαλών),意为“在某人不知情下做某事”。带 μή 的从属分句接虚拟式过去时(λάθῃ),表达忧虑与戒备:“生怕他在我不察觉时,扑展双翼扑向少年”。

  3. 12.67μή που κνίσματʼ ὄνυξιν ἔχει;

    由 μή (που) 引导并接直陈式(ἔχει)的疑问句,表示说话者对某种不愿见到的情况心存忧虑与揣测:“你的利爪可曾伤到了他?”或“难道他竟被利爪抓伤了不成?”。

  4. 12.71οὐ μὰ τὸν ὀξὺν ἥλιον, οὐκ ἔγνων

    否定的发誓用语 μὰ 搭配宾格(τὸν ὀξὺν ἥλιον),前后有否定词(οὐ ... οὐκ ἔγνων)呼应,构成强烈的断言:“指着炽烈的太阳起誓,我当真没认出你来!”强化了对友人克勒奥尼克斯消瘦憔悴之态的震惊。

  5. 12.74ἤν τι πάθω

    由 ἤν(ἐάν)接虚拟式(πάθω)构成的惯用委婉语(euphemism),字面意为“倘若我遭遇了什么”,实指“假若我不幸身亡”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.64-12.76