- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.49-12.63
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人们歌咏痛饮纯酒以驱遣情伤、哀叹爱童远行,并接连赞美了法尼翁、安提奥克斯、厄刻得摩斯、普拉克西特列斯、恩培多克勒、穆伊斯克斯以及阿里巴佐斯等少年的超绝美貌。
Meleager Ζωροπότει, δύσερως, καὶ σοῦ φλόγα τὰν φιλόπαιδα κοιμάσει λάθας δωροδότας Βρόμιος· ζωροπότει, καὶ πλῆρες ἀφυσσάμενος σκύφος οἴνας, ἔκκρουσον στυγερὰν ἐκ κραδίας ὀδύναν.
墨勒阿戈尔 痛饮纯酒罢,受尽情伤者,那赐予忘却的布罗米俄斯(酒神) 定会平息你爱恋少年的烈焰; 痛饮纯酒罢,舀满一整巨钟的佳酿, 将那可憎的痛楚自心头驱逐出去。
Asclepiades πῖνʼ, Ἀσκληπιάδη· τί τὰ δάκρυα ταῦτα; τί πάσχεις οὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο, οὐδʼ ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺς πικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι; πίνωμεν Βάκχου ζωρὸν πόμα· δάκτυλος ἀώς·1 ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν; πίνωμεν, δύσερως· ˘ μετά τοι χρόνον οὐκέτι πουλύν, σχέτλιε, τὴν μακρὰν νύκτʼ ἀναπαυσόμεθα.
阿斯克勒庇阿德斯 饮酒罢,阿斯克勒庇阿德斯!何必流下这些眼泪?你何故这般受折磨? 残酷的塞浦路斯女神俘掠的并非只有你一人, 刻毒的厄洛斯磨砺弓箭, 所针对的也绝非仅你一人。为何生者却要自投死灰之中? 让我们痛饮巴克科斯的纯酒吧;黎明只剩一指之宽了; 难道我们还要留下来,重睹那催人入寝的残灯吗? 饮酒罢,受尽情伤者;哀伤的人啊,再过不久, 我们便要在漫漫的长夜中安息了。
Callimachus ἔγχει, καὶ πάλιν εἰπέ, Διοκλέος·2 οὐδʼ Ἀχελῷος κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων. καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶ φησὶν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
卡利马科斯 斟酒罢,再高呼一声:“为了狄奥克勒斯!” 就连阿刻罗俄斯(水)也不曾沾染他的神圣量勺。 这少年俊美,阿刻罗俄斯啊,委实太俊美了;若有人胆敢说 不是——但愿唯独我一人懂得何为俊美!
Meleager οὔριος ἐμπνεύσας ναύταις Νότος, ὦ δυσέρωτες, ἥμισύ μευ ψυχᾶς ἅρπασεν Ἀνδράγαθον. τρὶς μάκαρες νᾶες, τρὶς δʼ ὄλβια κύματα πόντου, τετράκι δʼ εὐδαίμων παιδοφορῶν ἄνεμος, εἴθʼ εἴην δελφίς, ἵνʼ ἐμοῖς βαστακτὸς ἐπʼ ὤμοις πορθμευθεὶς ἐσίδῃ τὰν γλυκόπαιδα Ῥόδον.
墨勒阿戈尔 南风为水手们吹送顺风,呵,饱受情伤者啊, 却夺走了安德拉伽托斯,我灵魂的半壁。 三倍蒙福的船只,三倍幸运的海浪, 载着少年的长风啊,更是四倍幸福! 但愿我化作海豚,好让他被我负于肩头 摆渡而去,得以望见那出产俊美少年的罗得岛。
Meleager Εὔφορτοι νᾶες πελαγίτιδες, αἳ πόρον Ἕλλης πλεῖτε, καλὸν κόλποις δεξάμεναι Βορέην, ἤν που ἐπʼ ἠιόνων Κῴαν κατὰ νᾶσον ἴδητε Φανίον εἰς χαροπὸν δερκομέναν πέλαγος, τοῦτʼ ἔπος ἀγγείλαιτε, “καλαὶ νέες, ὥς με κομίζει ἵμερος οὐ ναύταν, ποσσὶ δὲ πεζοπόρον.3 εἰ” γὰρ τοῦτʼ εἴποιτʼ, εὐάγγελοι, αὐτίκα καὶ Ζεὺς οὔριος ὑμετέρας πνεύσεται εἰς ὀθόνας.
墨勒阿戈尔 满载货物的远洋海船啊,你们驶过赫勒海峡, 帆腹间饱受着良善的北风, 倘若你们在科斯岛沿岸的某处海滩, 望见法尼翁正凝视着波光粼粼的碧海, 美丽的船只啊,请替我转达这句话:“爱欲正引我前行, 并非作为舟子,而是迈开双足徒步前行。” 因为吉祥的使者啊,若你们能转达此话,宙斯也将立刻 化作顺风,吹入你们的帆席之中。
Meleager ἀρνεῖται τὸν Ἔρωτα τεκεῖν ἡ Κύπρις, ἰδοῦσα ἄλλον ἐν ἠιθέοις Ἵμερον Ἀντίοχον, ἀλλά, νέοι, στέργοιτε νέον Πόθον ἦ γὰρ ὁ κοῦρος εὕρηται κρείσσων οὗτος Ἔρωτος Ἔρως.
墨勒阿戈尔 塞浦路斯女神否认自己生下了厄洛斯,因为她在青年中 见到了另一个热望神——安提奥克斯; 去爱这新生的渴慕吧,年轻人们!因为事实证明, 这名少年乃是一个胜过厄洛斯的厄洛斯。
Anonymi Epigrammatici Λητοΐδη, σὺ μὲν ἔσχες ἁλίρρυτον αὐχένα Δήλου, κοῦρε Διὸς μεγάλου, θέσφατα πᾶσι λέγων· Κεκροπίαν δʼ Ἐχέδημος, ὁ δεύτερος Ἀτθίδι Φοῖβος, ᾧ καλὸν ἁβροκόμης ἄνθος ἔλαμψεν Ἔρως. ἡ δʼ ἀνὰ κῦμʼ ἄρξασα καὶ ἐν χθονὶ πατρὶς Ἀθήνη νῦν κάλλει δούλην Ἑλλάδʼ ὑπηγάγετο.
佚名诗人 勒托之子,伟大宙斯的嗣子啊,你掌管着波涛环绕的提洛地峡, 向万民宣告神谕; 而厄刻得摩斯则作为阿提卡的第二位福玻斯(阿波罗)入主凯克洛普斯之邦, 秀发如云的厄洛斯为他点燃了俊秀的花容。 曾在大海与陆地上称霸的故土雅典, 如今却凭着美貌,将整个希腊降服为自己的奴隶。
Meleager εἰκόνα μὲν Παρίην ζωογλύφος ἄνυσ’ Ἔρωτος Πραξιτέλης, Κύπριδος παῖδα τυπωσάμενος, νῦν δʼ ὁ θεῶν κάλλιστος Ἔρως ἔμψυχον ἄγαλμα, αὑτὸν ἀπεικονίσας, ἔπλασε Πραξιτέλην· ὄφρʼ ὁ μὲν ἐν θνατοῖς, ὁ δʼ ἐν αἰθέρι φίλτρα βραβεύῃ, γῆς θʼ ἅμα καὶ μακάρων σκηπτροφορῶσι Πόθοι, ὀλβίστη Μερόπων ἱερὰ πόλις, ἃ θεόπαιδα καινὸν Ἔρωτα νέων θρέψεν ὑφαγεμόνα.
墨勒阿戈尔 昔日雕塑家普拉克西特列斯曾制成帕罗斯大理石像, 塑成了塞浦路斯女神之子厄洛斯的模样; 但如今众神中最美的厄洛斯却将自己绘照, 塑出了一尊活生生的雕像——普拉克西特列斯, 好让一人在凡人中、另一人在苍穹中主宰情爱, 而思慕之神们则在凡间与神界同时执掌王笏。 墨罗普斯人的圣城(科斯)最为福佑,她培育了这名 神子般的崭新厄洛斯,作为年轻人们的首领。
Meleager Πραξιτέλης ὁ πάλαι ζωογλύφος ἁβρὸν ἄγαλμα ἄψυχον, μορφᾶς κωφὸν ἔτευξε τύπον, πέτρον ἐνειδοφορῶν· ὁ δὲ νῦν, ἔμψυχα μαγεύων, τὸν τριπανοῦργον Ἔρωτʼ ἔπλασεν ἐν κραδίᾳ. ἦ τάχα τοὔνομʼ ἔχει ταὐτὸν μόνον, ἔργα δὲ κρέσσω, οὐ λίθον, ἀλλὰ φρενῶν πνεῦμα μεταρρυθμίσας. ἵλαος πλάσσοι τὸν ἐμὸν τρόπον,4 ὄφρα τυπώσας ἐντὸς ἐμὴν ψυχὴν ναὸν Ἔρωτος ἔχῃ.
墨勒阿戈尔 昔日的雕刻家普拉克西特列斯曾制作过一尊娇美的雕像, 却毫无生气,只是将形态赋予顽石的缄默塑像; 如今的这位却在生灵上施展法术, 在我的心扉深处塑成了诡计多端的厄洛斯。 他或许只是虚负着相同的名字,手段却远为高超, 因为他重塑的不是顽石,而是心灵的气息。 愿他仁慈地塑造我的心性,好在内里雕琢之后, 拥有我的灵魂作为厄洛斯的神殿。
Rhianus ἡ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοις αἰνήσας παίδων οὐδὲ τὸν ὑστάτιον. τόσσον δʼ Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον.
利亚诺斯 特洛曾是善于养育青年的沃土;你若赞美 其间哪怕最末尾的少年,也绝不会有失偏颇。 然而恩培多克勒的超绝出众,正如在春天的 其他百花丛中,艳丽的玫瑰傲然闪烁。
Meleager Ἁβρούς, ναὶ τὸν Ἔρωτα, τρέφει Τύρος· ἀλλὰ Μυΐσκος ἔσβεσεν ἐκλάμψας ἀστέρας ἠέλιος.
墨勒阿戈尔 指着厄洛斯起誓,推罗确实培育娇艳的少年;但穆伊斯克斯 宛如太阳升腾闪耀,顿时让群星黯然失色。
Meleager ἢν ἐνίδω Θήρωνα, τὰ πάνθʼ ὁρῶ· ἢν δὲ τὰ πάντα βλέψω, τόνδε δὲ μή, τἄμπαλιν οὐδὲν ὁρῶ.
墨勒阿戈尔 若我凝视忒隆,我便得见了万物;但若我放眼 万物,却不见他的身影,反倒一无所见。
Anonymi Epigrammatici ἄθρει· μὴ διὰ παντὸς ὅλαν κατάτηκʼ, Ἀρίβαζε, τὰν Κνίδον ἁ πέτρα θρυπτομένα, φέρεται.
佚名诗人 快看啊!阿里巴佐斯,切莫让整座克尼多斯彻底消融; 峭壁正在崩裂,正被冲走。
Anonymi Epigrammatici ματέρες αἱ Περσῶν, καλὰ μὲν καλὰ τέκνα τέκεσθε ἀλλʼ Ἀρίβαζος ἐμοὶ κάλλιον ἢ τὸ καλόν.
佚名诗人 波斯的母亲们啊,你们生养的孩子固然美,固然美; 但阿里巴佐斯对我而言,却比美本身还要美丽。
Meleager σιγῶν Ἡράκλειτος ἐν ὄμμασι τοῦτʼ ἔπος αὐδᾷ· καὶ Ζηνὸς φλέξω πῦρ τὸ κεραυνοβόλον. ναὶ μὴν καὶ Διόδωρος ἐνὶ στέρνοις τόδε φωνεῖ· καὶ πέτρον τήκω χρωτὶ χλιαινόμενον. δύστανος, παίδων ὃς ἐδέξατο τοῦ μὲν ἀπʼ ὄσσων λαμπάδα, τοῦ δὲ πόθοις τυφόμενον γλυκὺ πῦρ.
墨勒阿戈尔 赫拉克利托斯在沉默中用双眸言说道: “纵是宙斯的霹雳烈焰,我也能将之焚燃!” 狄奥多洛斯亦在胸怀中如此高呼: “纵是顽石,在我的肌肤温抚下亦能熔化!” 可怜的人啊,若他从一人的双眸中接下了 熊熊火炬,又从另一人那里接下了因情欲而闷燃的甘美烈火。
- 12.50δάκτυλος ἀώς
作状语或名词性表语的习语,意为“黎明只有一指之宽”,指天将破晓。这是追溯至阿尔卡埃乌斯(残篇346)的传统饮宴诗典故,承载了系动词(ἐστί)的省略。
- 12.51Διοκλέος
祝酒属格(genitivus potorius),用于宴饮中指明敬酒的对象,在此作为单句口号喊出:“为了狄奥克勒斯!”后文指出河神阿刻罗俄斯(借代为水)未曾沾染此杯,意指纯酒未掺水。
- 12.53ὥς με κομίζει ἵμερος οὐ ναύταν, ποσσὶ δὲ πεζοπόρον
引导转述内容的 ὡς 从句:“爱欲正引我前行”。核心结构为主语 ἵμερος 及宾语 με,而 οὐ ναύταν, ποσσὶ δὲ πεζοπόρον 作宾语的修饰性述格(“不是作为水手,而是作为徒步的行者”),突显诗人等不及海船而宁愿步行赶赴恋人身旁的迫切情感。
- 12.57ἵλαος πλάσσοι τὸν ἐμὸν τρόπον
表达祈愿的希求语气(optative of wish),主语为当下的少年普拉克西特列斯。形容词 ἵλαος 作表语性状语修饰动词 πλάσσοι(“仁慈地”),宾格 τὸν ἐμὸν τρόπον 为直接宾语(“我的心性/性情”)。诗人祈愿爱童能像雕塑家雕琢顽石那样,仁慈地重塑自己的灵魂,使之成为厄洛斯的神殿。
