- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.32-12.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诸首诗作吟咏了少年的容颜易逝与须毛滋生导致的爱欲终结、对傲慢与金钱交易的斥责,以及厄洛斯那残酷无情且不可逃脱的专横支配。
Thymocles μέμνῃ που, μέμνῃ, ὅτε τοι ἔπος ἱερὸν εἶπον· ὥρη κάλλιστον, χʼ ὥρη ἐλαφρότατον1 ὥρην οὐδʼ ὁ τάχιστος ἐν αἰθέρι παρφθάσει ὄρνις. νῦν ἴδε, πάντʼ ἐπὶ γῆς ἄνθεα σεῦ κέχυται.
提摩克勒斯 想必你记得,你记得我曾对你言说的那句神圣箴言: “盛年是最美之物,盛年也是最敏捷之物; 即使空中飞得最快的飞鸟,也超不过盛年。” 如今你看:你身上所有的花朵都已凋散于地。
Meleager ἦν καλὸς Ἡράκλειτος, ὅτʼ ἦν ποτε· νῦν δὲ παρʼ ἥβην κηρύσσει πόλεμον δέρρις ὀπισθοβάταις. ἀλλά, Πολυξενίδη, τάδʼ ὁρῶν, μὴ γαῦρα φρυάσσου· ἔστι καὶ ἐν γλουτοῖς φυομένη Νέμεσις.
墨勒阿戈尔 赫拉克利托斯曾是俊美的,在他曾经美过的岁月里;但如今韶华已逝, 粗糙的皮毛正向自后乘骑者宣告交战。 然而,波吕克塞尼得斯啊,见此光景,切莫狂妄自矜; 因为在臀部亦有生发出来的涅墨西斯报应。
Automedon πρὸς τὸν παιδοτρίβην Δημήτριον ἐχθὲς ἐδείπνουν, πάντων ἀνθρώπων τὸν μακαριστότατον. εἷς αὐτοῦ κατέκειθʼ ὑποκόλπιος, εἷς ὑπὲρ ὦμον, εἷς ἔφερεν τὸ φαγεῖν, εἷς δὲ πιεῖν ἐδίδου· ἡ τετρὰς ἡ περίβλεπτος. ἐγὼ παίζων δὲ πρὸς αὐτὸν φημί σὺ καὶ νύκτωρ, φίλτατε, παιδοτριβεῖς;2
奥托墨冬 昨日我与体育教官德墨特里奥斯共进晚餐, 他是所有人中最蒙受福祉之人。 一人伏卧于他的怀间,一人依偎在他肩头, 一人端送食物,一人递呈美酒—— 这正是那令人瞩目的四人伴侣。我半开玩笑地对他说: “最亲爱的朋友, 你在夜里也这般调教(揉擦)少年吗?” 尤利乌斯·狄奥克勒斯
Julius diocles χαῖρέ ποτʼ οὐκ εἰπόντα προσεῖπέ τις· ἀλλʼ ὁ περισσὸς κάλλεϊ νῦν Δάμων οὐδὲ τὸ χαῖρε λέγει. ἥξει τις τούτου χρόνος ἔκδικος· εἶτα δασυνθεὶς ἄρξῃ χαῖρε λέγειν οὐκ ἀποκρινομένοις.
曾有人向那未道声“你好”之人致意;但如今美貌 绝伦的达蒙,连一句“你好”也不肯施予。 报应此事的时辰终将来临;那时浑身长满粗毛的你, 将要开始向那些不予理睬之人问候“你好”了。
Diotimus νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλος ἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος· εἶτα λέγεις ἥδιον ἐμοὶ τόδε. καὶ τίς ἂν εἴποι κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας;3
狄奥提穆斯 如今你提出要求,正当纤细的胡髭在鬓角下 爬行,刺人的绒毛覆盖大腿之时; 继而你说道: “这对我而言更加甜美。” 然而谁又能说, 干瘪枯焦的麦秆竟胜过饱满的麦穗?
Dioscorides πυγὴν Σωσάρχοιο διέπλασεν Ἀμφιπολίτεω μυελίνην παίζων ὁ βροτολοιγὸς Ἔρως, Ζῆνα θέλων ἐρεθίξαι, ὁθούνεκα τῶν Γανυμήδους μηρῶν οἱ τούτου πουλὺ μελιχρότεροι.
狄奥斯科里德斯 安菲波利斯的索萨尔科斯的臀部,被那玩耍中的、 毁灭凡人的厄洛斯塑得如骨髓般柔软, 意在激怒宙斯,因为这少年的大腿 远比伽倪墨得斯的大腿更为蜜甜。
Rhianus ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον, ὦ πυγά· κνώσσειν δʼ οὐδὲ γέροντας ἐᾷς. λέξον μοι. τίνος ἐσσὶ μάκαιρα τύ, καὶ τίνα παίδων κοσμεῖς; ἁ πυγὰ δʼ εἶπε· Μενεκράτεος.
利亚诺斯 时序女神与美惠女神们向你浇注了甘美之油, 呵,臀部啊!你连老者也不容许安眠。 请告诉我:福佑的你属于何人,你在少年中 装点着谁?那臀部答道: “属于墨涅克拉忒斯。”
Anonymi Epigrammatici ἐσβέσθη Νίκανδρος, ἀπέπτατο πᾶν ἀπὸ χροιῆς ἄνθος, καὶ χαρίτων λοιπὸν ἔτʼ οὐδʼ ὄνομα, ὃν πρὶν ἐν ἀθανάτοις ἐνομίζομεν. ἀλλὰ φρονεῖτε μηδὲν ὑπὲρ θνητούς, ὦ νέοι· εἰσὶ τρίχες.
佚名诗人 尼坎德罗斯熄灭了;所有的韶华之花已从肌肤 飞逝,连美惠的虚名如今也荡然无存—— 从前我们还曾将他视同不朽的神明。然而年轻人们啊,切莫自视 超越凡人:毛发是必然要滋生的。 佚名诗人
Anonymi Epigrammatici μὴ κδύσῃς, ἄνθρωπε, τὸ χλαινίον, ἀλλὰ θεώρει οὕτως ἀκρολίθου κἀμὲ τρόπον ξοάνου. γυμνὴν Ἀντιφίλου ζητῶν χάριν, ὡς ἐπʼ ἀκάνθαις εὑρήσεις ῥοδέαν φυομένην κάλυκα,
路人啊,切莫剥去我的短氅,倒不如就以此种样貌 将我视作一尊端石木雕神像。 若要探寻安提斐洛斯赤裸的魅力,你将发现 那宛如荆棘丛中生出的玫瑰花苞。
Meleager οὐκέτι μοι Θήρων γράφεται καλός, οὐδʼ ὁ πυραυγὴς πρίν ποτε, νῦν δʼ ἤδη δαλός, Ἀπολλόδοτος. στέργω θῆλυν ἔρωτα· δασυτρώγλων δὲ πίεσμα λασταύρων μελέτω ποιμέσιν αἰγοβάταις.
墨勒阿戈尔 忒隆不再被我题写为“俊美”,那曾经如烈火般耀眼、 而今已沦为焦炭的阿波罗多托斯亦复如是。 我钟情于女子的爱欲;至于紧搂那些穴口长毛的 好色之徒,且留给跨骑山羊的牧人们去操心吧。
Dioscorides βλέψον ἐς Ἑρμογένην πλήρει χερί, καὶ τάχα πρήξεις παιδοκόραξ ὧν σοι θυμὸς ὀνειροπολεῖ, καὶ στυγνὴν ὀφρύων λύσεις τάσιν· ἢν δʼ ἁλιεύῃ ὀρφανὸν ἀγκίστρου κύματι δοὺς κάλαμον, ἕλξεις ἐκ λιμένος πολλὴν δρόσον οὐδὲ γὰρ αἰδὼς οὐδʼ ἔλεος δαπάνῳ κόλλοπι συντρέφεται,
狄奥斯科里德斯 带着充盈的钱囊去看赫耳摩革涅斯吧,贪婪的猎童乌鸦啊,你将迅速 遂愿你心中所梦寐以求之事, 并能消解他双眉深锁的严寒。但若你抛出 一根无钩之竿在波浪中垂钓, 你从港湾里钓起的只有一身浓重的夜露;因为既无羞耻, 亦无怜悯,会与那索求靡费的娈童一同滋长。
Callimachus ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ χαίρω τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει·4 μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνης πίνω· σικχαίνω πάντα τὰ δημόσια. Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, ἠχὼ φησί τις ἄλλος ἔχει.5
卡利马科斯 我厌恶那连篇累牍的环界史诗,也不喜欢 将众人引向东奔西走的歧途; 我恨那四处流连的娈童,亦不从公共的水泉 饮水:我唾弃一切庸俗共有之物。 吕萨尼亚斯啊,你固然美极美极;但在我尚未 吐字分明之前,便有回声说道:“另有人占有着他。” 格劳库斯
Glaucus ἦν ὅτε παῖδας ἔπειθε πάλαι ποτὲ δῶρα φιλεῦντας ὄρτυξ, καὶ ῥαπτὴ σφαῖρα, καὶ ἀστράγαλοι· νῦν δὲ λοπὰς καὶ κέρμα· τὰ παίγνια δʼ οὐδὲν ἐκεῖνα ἰσχύει. ζητεῖτʼ ἄλλο τι, παιδοφίλαι.
曾经有过一个时代,那时鹌鹑、缝制的皮球 和羊拐骨,便能说服那些喜好礼物的少年; 但如今唯有盛馔与金钱;那些昔日的玩物已毫无 效力。物色别的手段吧,恋童之士们!
Posidippus ναὶ ναὶ βάλλετʼ, Ἔρωτες· ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖς κεῖμαι. μὴ φείσησθʼ, ἄφρονες· ἢν γὰρ ἐμὲ νικήσητʼ, ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθε τοξόται, ὡς μεγάλης δεσπόται ἰοδόκης.
波塞狄普斯 是啊,是啊,射吧,爱神们!我一人横卧在此,作为 众矢之的。切莫手软,愚顽的神明啊;因为若你们 将我击败,你们便可在不死诸神中成为名垂青史的 射手,作为巨大箭袋的主人。
Asclepiades οὐκ εἴμʼ οὐδʼ ἐτέων δύο κεἴκοσι, καὶ κοπιῶ ζῶν. Ὥρωτες, τί κακὸν τοῦτο; τί με φλέγετε; ἢν γὰρ ἐγώ τι πάθω,6 τί ποιήσετε; δῆλον, Ἔρωτες, ὡς τὸ πάρος παίξεσθʼ ἄφρονες ἀστραγάλοις.
阿斯克勒庇阿德斯 我尚未满二十二岁,却已厌倦了偷生。 爱神们啊,这是何等灾祸?为何这般焚烧我? 因为倘若我有何不测,你们又当如何?显然,爱神们, 你们这些顽童,又会像往常那样去玩掷羊拐骨了。
Meleager ματρὸς ἔτʼ ἐν κόλποισιν ὁ νήπιος ὀρθρινὰ παίζων ἀστραγάλοις τοὐμὸν πνεῦμʼ ἐκύβευσεν Ἔρως.
墨勒阿戈尔 尚在母亲怀抱之中的幼童厄洛斯,清晨掷玩 羊拐骨时,竟把我的性命当作赌注给掷输了。
Meleager κεῖμαι· λὰξ ἐπίβαινε κατʼ αὐχένος, ἄγριε δαῖμον. οἶδά σε, ναὶ μὰ θεούς, καὶ ˘ βαρὺν ὄντα φέρειν οἶδα καὶ ἔμπυρα τόξα. βαλὼν δʼ ἐπʼ ἐμὴν φρένα πυρσούς, οὐ φλέξεις· ἤδη πᾶσα γάρ ἐστι τέφρη.
墨勒阿戈尔 我已倒下;凶暴的神祇啊,用你的脚跟践踏我的颈项吧。 指着诸神起誓,我深知你难以承受之重, 亦深知你带火的弓箭。但即便你将火炬掷向我的心坎, 你也无法再将它焚燃;因为如今它早已化作了一片死灰。
- 12.32ὥρη κάλλιστον, χʼ ὥρη ἐλαφρότατον
中性单数最高级形容词 κάλλιστον 与 ἐλαφρότατον 作女性单数名词 ὥρη 的表语,用以表达一般概念:“青春/盛年是最美好之物,也是最轻捷易逝之物”。
- 12.34σὺ καὶ νύκτωρ, φίλτατε, παιδοτριβεῖς;
动词 παιδοτριβέω 的双关用法,其本义为“训练少年”(作为体育教官),字面由 παῖς(少年)与 τρίβω(揉搓、训练)复合而成。此处幽默地借指白昼的操练与夜晚的抚摩亲昵。
- 12.36κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας
由 εἴποι 引导的带不定词宾语从句(省略了系动词 εἶναι)。αὐχμηρὰς καλάμας 为主语宾格,κρείσσονας 为表语宾格,ἀσταχύων 为比较属格,意为“谁能说干瘪的麦秸胜过丰盈的麦穗”。
- 12.43τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει
疑问代词 τίς 在此充当关系代词 ἥτις(或 ἥ)的功用(希腊化时期诗歌用法),修饰先行词 κελεύθῳ,意为“把众人引向东奔西走的道途”。
- 12.43ἄλλος ἔχει
卡利马科斯精巧的声音文字游戏:前句中的 ναίχι καλός(“确实美啊”)的回声听起来宛如 ἄλλος ἔχει(“另有人占有他”)。
- 12.46ἢν γάρ ἐγώ τι πάθω
短语 τι πάσχω(“倘若我遭遇了什么”)是古希腊语中表示死亡的习用委婉语,此处指因相思之苦而殒命。
