← 希腊诗选

希腊诗选 卷四

§12.18-12.31

叹少年韶华易逝与撤回誓愿的短诗

本组短诗吟咏爱之价值与恋爱周旋,叹息少年的韶华易逝;数首短诗以波勒蒙长出浓须归来为由撤回对阿波罗的献祭许愿,并劝诫少年当在芳华未尽时及时行乐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
18

​Alpheus τλήμονες, οἷς ἀνέραστος ἔφυ βίος· οὔτε γὰρ ἔρξαι εὐμαρὲς, οὔτε εἰπεῖν ἐστί τι νόσφι πόθων. καὶ γὰρ ἐγὼ νῦν εἰμι λίην βραδύς· εἰ δʼ ἐπίδοιμι Ξεινόφιλον, στεροπῆς πτήσομαι ὀξύτερος. τοὔνεκεν οὐ φεύγειν γλυκὺν ἵμερον, ἀλλὰ διώκειν, πᾶσι λέγω. ψυχῆς ἐστὶν Ἔρως ἀκόνη.

阿尔斐俄斯 生来未尝经历恋爱之人是可怜的;因为若无欲望, 无论做什么事还是说什么话,都绝非易事。 事实上我现在也极为迟钝;但倘若我能瞻望 克塞诺斐洛斯,我将飞得比闪电更为迅捷。 因此我对众人说:切莫逃避那甘美的渴望, 倒要奋起追求。厄洛斯乃是灵魂的砥石。

​Anonymi Epigrammatici οὐ δύναμαί σε θέλων θέσθαι φίλον οὔτε γὰρ αἰτεῖς, οὔτʼ αἰτοῦντι δίδως, οὔθʼ ἃ δίδωμι δέχῃ.

佚名诗人 虽有此心,我却无法使你成为我的朋友;因为你既不祈求, 也不给予那祈求者,亦不接受我所赠予的事物。

20

​Julius leonidas ὁ Ζεὺς Αἰθιόπων πάλι τέρπεται εἰλαπίναισιν, ἢ χρυσὸς Δανάης εἵρπυσεν εἰς θαλάμους· θαῦμα γὰρ εἰ Περίανδρον ἰδὼν οὐχ ἥρπασε γαίης τὸν καλὸν ἢ φιλόπαις οὐκέτι νῦν ὁ θεός.

尤利乌斯·莱奥尼达斯 宙斯是再次沉溺于埃塞俄比亚人的盛宴, 还是化作黄金潜入了达那厄的内室? 因为倘若他见到了俊美的佩里安德罗斯,却没有将他从大地夺走,这真叫人惊异; 抑或是这位神祇如今已不再喜爱少年了?

​Straton Κλέψομεν ἄχρι τίνος τὰ φιλήματα, καὶ τὰ λαθραῖα νεύσομεν ἀλλήλοις ὄμμασι φειδομένοις; μέχρι τίνος δʼ ἀτέλεστα λαλήσομεν, ἀμβολίαισι ζευγνύντες κενεὰς ἔμπαλιν ἀμβολίας; μέλλοντες τὸ καλὸν δαπανήσομεν ἀλλὰ πρὶν ἐλθεῖν τὰς φθονεράς,1 Φείδων, θῶμεν ἐπʼ ἔργα λόγοις.

斯特拉同 我们要偷尝亲吻到何时,又要在何时之前 以吝啬的目光暗中彼此递送秋波? 我们还要言说未成之事到何时,在推延之上 复又接连着空洞的推延? 在迟疑犹疑之中我们将耗尽韶华;但在那些嫉妒的毛发 到来之前,斐敦啊,让我们以行动来落实言辞吧。

​Scythinus ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ, Ἤλισσος πλήρης τῶν ἐς ἔρωτʼ ἐτέων, αὐτὰ τὰ καίριʼ ἔχων ἑκκαίδεκα, καὶ μετὰ τούτων πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας, καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι,2 καὶ τὸ φιλῆσαι χείλεα, καὶ τὸ λαβεῖν ἔνδον, ἀμεμπτότατον. καὶ τί πάθω; φησὶν γὰρ ὁρᾶν μόνον ἦ ῥʼ ἀγρυπνήσω πολλάκι, τῇ κενεῇ Κύπριδι χειρομαχῶν.

斯库提诺斯 巨大的祸患临到了我,巨大的战事,巨大的烈火临到了我—— 那充盈着适宜恋爱年岁的赫利索斯, 正值关键的十六岁华年,且伴随着这年华, 兼备了一切细微与巨大的魅力, 吟诵时声音如蜜,亲吻时 双唇绝妙,而纳之于内则更是无可挑剔。 我该如何承受?因为他说只能观看。难道我真的要常常 夜不能寐,用手与虚空的库普里斯搏斗?

​Meleager Ἠγρεύθην ὁ πρόσθεν ἐγώ ποτε τοῖς δυσέρωσι κώμοις ἠιθέων πολλάκις ἐγγελάσας· καὶ μʼ ἐπὶ σοῖς ὁ πτανὸς Ἔρως προθύροισι, Μυΐσκε, στῆσεν ἐπιγράψας σκῦλʼ ἀπὸ Σωφροσύνης.

墨勒阿戈尔 我这从前常常嘲笑那些饱受相思之苦的 青年狂欢队伍的人,如今却被捕获了; 那生翼的厄洛斯将我置于你的门前,穆伊斯科斯啊, 并题刻道: “自节制女神处缴获的战利品”。

​Tullius laurea εἴ μοι χαρτὸς ἐμὸς Πολέμων καὶ σῶος3 ἀνέλθοι, οἷος α Δήλου κοίρανε, πεμπόμενος, ῥέξειν οὐκ ἀπόφημι τὸν ὀρθροβόην παρὰ βωμοῖς ὄρνιν, ὃν εὐχωλαῖς ὡμολόγησα τεαῖς· εἰ δέ τι τῶν ὄντων τότε οἱ πλέον ἢ καὶ ἔλασσον ἔλθοι ἔχων, λέλυται τοὐμὸν ὑποσχέσιον. ἦλθε δὲ σὺν πώγωνι. τόδʼ εἰ φίλον αὐτὸς ἑαυτῷ εὔξατο, τὴν θυσίην πρᾶσσε τὸν εὐξάμενον.

图利乌斯·劳瑞亚 倘若我的波勒蒙能令我欣悦且完好无损地归来, 恰如他被送行时的模样,提洛岛的主宰啊, 我绝不推辞在祭坛旁献祭那破晓报晓的 禽鸟,这是我向你的祈求中所允诺的; 但倘若他归来时所拥有的,比那时所有的或多或少, 我的誓约便已解除。 而他却蓄着胡须回来了。倘若他自己祈求这事,认为于己合意, 便请向那祈求者索取这牺牲吧。

25

​Statyllius flaccus σῶόν μοι Πολέμωνα μολεῖν, ὅτʼ ἔπεμπον, Ἀπόλλω ᾐτούμην, θυσίην ὄρνιν ὑποσχόμενος. ἦλθε δέ μοι Πολέμων λάσιος γένυν. οὐ μὰ σέ, Φοῖβε, ἦλθεν ἐμοί, πικρῷ δʼ ἐξέφυγέν με τάχει. οὐκέτι σοι θύω τὸν ἀλέκτορα. μή με σοφίζου, κωφήν μοι σταχύων ἀντιδιδοὺς καλάμην.

斯塔图利俄斯·弗拉克库斯 当我为波勒蒙送行时,阿波罗啊,我祈求他能完好地回到我身旁, 并允诺献上一只鸟作为牺牲。 但波勒蒙来到我面前时,下颏却已长满毛发。福玻斯啊,指着你起誓, 他并未回到我身边,而是以残酷的迅速逃离了我。 我不再为你献祭公鸡了。切莫对我耍弄机巧, 把无穗的空秕秸秆折抵还给我。

​Statyllius flaccus εἴ μοι σῳζόμενος Πολέμων ὃν ἔπεμπον ἀνέλθοι φοινίξειν βωμοὺς ὡμολόγησα τεούς. νῦν θʼ αὑτῷ Πολέμων ἀνασῴζεται· οὐκέτʼ ἀφῖκται, Φοῖβε, δασὺς δʼ ἥκων οὐκέτι σῶος ἐμοί. αὐτὸς ἴσως σκιάσαι γένυν εὔξατο· θυέτω αὐτὸς, ἀντία ταῖσιν ἐμαῖς ἐλπίσιν εὐξάμενος.

斯塔图利俄斯·弗拉克库斯 倘若我所送行的波勒蒙能安然保全地回到我身旁, 我曾允诺让你的祭坛染红。 如今波勒蒙为他自己保全归来;福玻斯啊,他却不再来到我处, 因为浑身长毛而来的他,对我而言已不再完好。 他自己或许祈求过让下颏蒙上浓须;就让他自己献祭吧, 因为他祈求了与我的期望背道而驰的事情。

​Statyllius flaccus σαῖς ἴκελον προὔπεμπον ἐγὼ Πολέμωνα παρειαῖς, ἢν ἔλθῃ, θύσειν ὄρνιν ὑποσχόμενος· οὐ δέχομαι φθονεροῖς, Παιάν, φρίσσοντα γενείοις, τοιούτου τλήμων εἵνεκεν εὐξάμενος. οὐδὲ μάτην τίλλεσθαι ἀναίτιον ὄρνιν ἔοικεν, ἢ συντιλλέσθω, Δήλιε, καὶ Πολέμων.

斯塔图利俄斯·弗拉克库斯 我曾送行那面颊宛若你的容貌一般的波勒蒙, 允诺倘若他归来,便献祭一只禽鸟; 皮安啊,我绝不接纳那因嫉妒的胡须而粗糙耸立的他, 我这可怜人曾为了这般人而许下誓愿。 无辜的禽鸟似乎不该徒然被拔去羽毛, 否则,提洛神啊,就让波勒蒙也一同被拔去须毛吧。

​Numenius Κῦρος κύριός ἐστι· τί μοι μέλει, εἰ παρὰ γράμμα;4 οὐκ ἀναγινώσκω τὸν καλόν, ἀλλὰ βλέπω.

努墨尼俄斯 居鲁士(屈洛斯)是主人(屈里俄斯);哪怕差了一个字母,与我何干? 我并不去拼读这位美少年,而只是注视着他。

​Alcaeus Πρώταρχος καλός ἐστι, καὶ οὐ θέλει· ἀλλὰ θελήσει ὕστερον· ἡ δʼ ὥρη λαμπάδʼ ἔχουσα τρέχει.

阿尔凯俄斯 普罗塔尔科斯很美,却不情愿;但他日后 自会情愿;然而青春时光正手持火炬飞奔。

30

​Alcaeus ἡ κνήμη, Νίκανδρε, δασύνεται· ἀλλὰ φύλαξαι, μή σε καὶ ἡ πυγὴ ταὐτὸ παθοῦσα λάθῃ· καὶ γνώσῃ φιλέοντος ὅση σπάνις. ἀλλʼ ἔτι καὶ νῦν τῆς ἀμετακλήτου φρόντισον ἡλικίης.

阿尔凯俄斯 你的小腿,尼坎德罗斯,正在变密生毛;但要留神, 免得你的臀部遭遇同样遭遇时你却浑然不知; 那时你将懂得爱慕者是何等匮乏。但即便在此时, 且请思量那无法挽回的年华吧。

​Phanias ναὶ Θέμιν, ἀκρήτου καὶ τὸ σκύφος ᾧ σεσάλευμαι, Πάμφιλε, βαιὸς ἔχει τὸν σὸν ἔρωτα χρόνος· ἤδη γὰρ καὶ μηρὸς ὑπὸ τρίχα, καὶ γένυς ἡβᾷ, καὶ Πόθος εἰς ἑτέρην λοιπὸν ἄγει μανίην. ἀλλʼ ὅτε σοι σπινθῆρος ἔτʼ ἴχνια βαιὰ λέλειπται, φειδωλὴν ἀπόθου· καιρὸς Ἔρωτι φίλος.

法尼阿斯 凭着忒弥斯起誓,也凭着令我心神荡漾的纯酒之杯起誓, 潘斐洛斯啊,维系对你的爱的时间已所剩无几; 因为如今大腿也已生毛,下颏正步入青年, 情欲此后正将心引向另一番狂乱。 但趁着火星微弱的余烬仍为你残留之时, 放下吝啬吧:适宜的良机正是厄洛斯所喜悦的。

语法注4 条
  1. 12.21τὰς φθονεράς

    阴性复数宾格,根据语境当补充省略的“毛发(τρίχας)”。夺去少年美貌的胡须与体毛在此被拟人化地称为“嫉妒者”。

  2. 12.22καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι

    描述少年魅力的排比结构之一:“对于朗诵(πρὸς ἀναγνῶναι)而言,其嗓音(φωνήν)如蜜(μέλι)”。φωνήν 与后文的 χείλεα 均为宾格,分别陈述各项动作所对应的部位或特质。

  3. 12.24σῶος

    在图利乌斯·劳瑞亚与斯塔图利俄斯·弗拉克库斯的一系列诗篇中,该词具有双重含义:既指旅途平安无恙,又指保持少年美貌的原状不变。诗人以波勒蒙长出浓须为由,辩称其并非原来意义上的 σῶος,从而主张解除献祭誓约。

  4. 12.28εἰ παρὰ γράμμα

    意为“即便只差了一个字母”。这是利用少年的名字 Κῦρος(居鲁士)与名词 κύριος(主人)仅差一个字母(ι)所作的双关谐音,诗人借此表示自己并不在乎拼写上的微小差异。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.18-12.31