← 希腊诗选

希腊诗选 卷四

§12.182-12.197

吟傲慢少年终将衰老与青春易逝的组诗

斯特拉同在组诗中围绕少男之爱展开多角度吟咏,涉及迟来的悔意、冷淡的亲吻、轻易委身者、骄横少年终将面对须发衰老、变声期的戏谑、对画像的痴恋、素朴健美之魅,并借“认清时机”的格言警示青春美色的短暂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
182

​Straton ταῦτά με νῦν τὰ περισσὰ φιλεῖς,1 ὅτʼ ἔρωτος ἀπέσβη πυρσός, ὅτʼ οὐδʼ ἄλλως ἡδὺν ἔχω σε φίλον. μέμνημαι γὰρ ἐκεῖνα τὰ δύσμαχα· πλὴν ἔτι, Δάφνι, ὀψὲ μέν, ἀλλʼ ἐχέτω καὶ μετάνοια τόπον.

斯特拉同 正当爱之火炬熄灭、在其他方面我也无法视你为甘美之友的此刻,你才向我献上这般多余的亲吻吗? 我可还记得昔日那些顽固的抗拒;然而达夫尼斯啊,纵然为时已晚,但悔悟也终当有一席之地。

​Straton τίς χάρις, Ἡλιόδωρε, φιλήμασιν, εἴ με λάβροισιν χείλεσι μὴ φιλέεις ἀντιβιαζόμενος, ἀλλʼ ἐπʼ ἄκροις ἀσάλευτα μεμυκόσιν, οἷα κατʼ οἴκους καὶ δίχα σοῦ με φιλεῖ πλάσμα τὸ κηρόχυτον;

斯特拉同 赫利奥多罗斯啊,倘若你不用热烈的双唇迎合着与我相吻, 而只是双唇微阖、一动不动地轻触,就像在家中哪怕没有你、那尊浇铸的蜡像吻我一样,那亲吻又有何欢愉可言?

​Straton μὴ σπεύσῃς Μενέδημον ἑλεῖν δόλῳ, ἀλλʼ ἐπίνευσον ὀφρύσι, καὶ φανερῶς αὐτὸς ἐρεῖ· πρόαγε. οὐ γὰρ ἀνάβλησις· φθάνει δέ τε καὶ τὸν ἄγοντα· οὐδʼ ἀμάρης, ποταμοῦ δʼ ἐστὶν ἑτοιμότερος.

斯特拉同 切莫急着用诡计去俘获墨涅得摩斯,只需扬一扬眉毛,他自己就会明明白白地说道: “带路罢。” 绝不会有丝毫延宕;他甚至比引路之人抢先一步; 莫说是水沟,他比江河还要顺流而下。

185

​Straton τοὺς σοβαροὺς τούτους καὶ τοὺς περιπορφυροσήμους παῖδας, ὅσους ἡμεῖς οὐ προσεφιέμεθα, ὥσπερ σῦκα πέτραισιν ἐπʼ ἀκρολόφοισι πέπειρα ἔσθουσιν γῦπες, Δίφιλε, καὶ κόρακες.

斯特拉同 那些傲慢跋扈、身披紫袍的少年们,那些我们根本无法接近之人, 狄菲洛斯啊,秃鹫和乌鸦正如啄食山顶岩石上成熟的无花果一般, 将他们吞噬殆尽。

​Straton ἄχρι τίνος ταύτην τὴν ὀφρύα τὴν ὑπέροπτον, Μέντορ, τηρήσεις, μηδὲ τὸ χαῖρε λέγων, ὡς μέλλων αἰῶνα μένειν νέος, ἢ διὰ παντὸς ὀρχεῖσθαι πυρίχην; καὶ τὸ τέλος πρόβλεπε. ἥξει σοι πώγων, κακὸν ἔσχατον, ἀλλὰ μέγιστον καὶ τότʼ ἐπιγνώσῃ τί σπάνις ἐστὶ φίλων.

斯特拉同 门托尔啊,你究竟要扬着那傲慢的双眉直至何时,甚至连一句问安也不肯吐露, 仿佛你命中注定永葆青春,或是能终生跳着战舞一般?你也该预见结局罢。 胡须必将降临于你,那是极端的、甚至最大的灾祸; 到了那时,你自会明白何为友人的匮乏。

​Straton πῶς ἀναγινώσκειν, Διονύσιε, παῖδα διδάξεις, μηδὲ μετεκβῆναι φθόγγον ἐπιστάμενος; ἐκ νήτης μετέβης οὕτως ταχὺς εἰς βαρύχορδον φθόγγον, ἀπʼ ἰσχνοτάτης εἰς τάσιν ὀγκοτάτην. πλὴν οὐ βασκαίνω· μελέτα μόνον ἀμφοτέρους δὲ κρούων, τοῖς φθονεροῖς λάμβδα καὶ ἄλφα λέγε.

斯特拉同 狄奥尼修斯啊,你连变调都不会, 又怎能教少年诵读诗书? 你如此迅速地从最高音跌入低弦的重音, 从极细的紧绷转为极粗的张力。 但我绝非心怀嫉妒;你且练习罢;而在拨弄两者之时, 只管对那些嫉妒之徒吐出“拉姆达”与“阿尔法”罢。

​Straton εἴ σε φιλῶν ἀδικῶ καὶ τοῦτο δοκεῖς ὕβριν εἶναι, τὴν αὐτὴν κόλασιν καὶ σὺ φίλει με λαβών.

斯特拉同 倘若我亲吻你是犯了过错,而你以为这是欺凌侮辱, 那么你也来施以同样的惩罚,反过来亲吻我罢。

​Straton τίς σε κατεστεφάνωσε ῥόδοις ὅλον; εἰ μὲν ἐραστής, ἆ μάκαρ· εἰ δʼ ὁ πατήρ, ὄμματα καὐτὸς ἔχει.

斯特拉同 是谁用玫瑰将你周身戴满了花冠?倘若是情郎, 啊,真是个幸福之人;但倘若是父亲,他自己也同样生着一双明眸。

190

​Straton ὄλβιος ὁ γράψας σε, καὶ ὄλβιος οὗτος ὁ κάλλει τῷ σῷ νικᾶσθαι κηρὸς ἐπιστάμενος. θριπὸς ἐγὼ καὶ σύρμα τερηδόνος εἴθε γενοίμην, ὡς ἀναπηδήσας τὰ ξύλα ταῦτα φάγω.2

斯特拉同 为你画像的人是幸福的,这块懂得折服于你美貌的石蜡 也是幸福的。 但愿我能化作蠹虫与蛀木的碎屑, 好跃上前去将这块木板吞吃入腹!

​Straton οὐκ ἐχθὲς παῖς ἦσθα; καὶ οὐδʼ ὄναρ οὗτος ὁ πώγων ἤλυθε· πῶς ἀνέβη τοῦτο τὸ δαιμόνιον, καὶ τριχὶ πάντʼ ἐκάλυψε τὰ πρὶν καλά; φεῦ, τί τὸ θαῦμα; ἐχθὲς Τρωίλος ὤν, πῶς ἐγένου Πρίαμος;

斯特拉同 难道你昨日不还是个少年吗?连梦中都不曾出现过的这把胡须 究竟从何而来;这妖异之物怎会冒将出来, 用粗毛遮蔽了昔日所有的娇美?哀哉,这是何等的怪异! 昨日还是特洛伊罗斯,怎的如今就成了普里阿摩斯?

​Straton οὐ τέρπουσι κόμαι με, περισσότεροί τε κίκιννοι, τέχνης, οὐ φύσεως ἔργα διδασκόμενοι· ἀλλὰ παλαιστρίτου παιδὸς ῥύπος ὁ ψαφαρίτης, καὶ χροιὴ μελέων σαρκὶ λιπαινομένη. ἡδὺς ἀκαλλώπιστος ἐμὸς πόθος· ἡ δὲ γοῆτις μορφὴ θηλυτέρης ἔργον ἔχει Παφίης.

斯特拉同 精心修剪的秀发与过分繁复的卷发无法取悦我, 因为它们展现的是造作的人工,而非天然的天工; 唯有摔跤场少年的沙质尘垢, 以及因健壮肉体而泛出光泽的肌肤色泽才令我欢喜。 我不加修饰的欲望是甘美的;而那魅惑迷人的姿容, 乃是柔媚的帕福斯女神的领地。

​Straton οὐδέ Σμυρναῖαι Νεμέσεις ὅ τι σοὶ πιλέγουσιν, Ἀρτεμίδωρε, νοεῖς· μηδὲν ὑπὲρ τὸ μέτρον. ἀλλʼ οὕτως ὑπέροπτα καὶ ἄγρια κοὐδὲ πρέποντα κωμῳδῷ φθέγγῃ, πάνθʼ ὑποκρινόμενος. μνησθήσῃ τούτων, ὑπερήφανε· καὶ σὺ φιλήσεις, καὶ κωμῳδήσεις τὴν Ἀποκλειομένην,

斯特拉同 士麦那的涅墨西斯女神对你说了什么, 阿耳忒弥多罗斯啊,你全然没有领会: “凡事切勿过甚。” 然而你言谈举止如此倨傲凶悍,全无喜剧演员的风范, 处处都在矫揉造作。 傲慢的人啊,你终将记起这些;你也必将坠入爱河, 并亲自去扮演那出《闭门受拒的女郎》。

​Straton εἰ Ζεὺς ἐκ γαίης θνητοὺς ἔτι παῖδας ἐς αἴθρην ἥρπαζεν, γλυκεροῦ νέκταρος οἰνοχόους, αἰετὸς ἂν πτερύγεσσιν Ἀγρίππαν τὸν καλὸν ἡμῶν ἤδη πρὸς μακάρων ἦγε διηκονίας. ναὶ μὰ σὲ γάρ, Κρονίδη, κόσμου πάτερ, ἢν ἐσαθρήσῃς τὸν Φρύγιον ψέξεις αὐτίκα Δαρδανίδην.

斯特拉同 倘若宙斯至今仍从人间将凡人少年掠往苍穹, 充作甘美琼浆的斟酒侍童, 雄鹰早已展开双翼,将我们俊美的阿格里帕 送去侍奉那群永福的神明了。 凭着你起誓,克洛诺斯之子、世界的父啊,倘若你亲眼见到他, 立刻就会嫌弃那个弗律癸亚的达耳达诺斯后裔。

195

​Straton ἄνθεσιν οὐ τόσσοισι φιλοζέφυροι χλοάουσι λειμῶνες, πυκιναῖς εἴαρος ἀγλαΐαις, ὅσσους εὐγενέτας, Διονύσιε, παῖδας ἀθρήσεις, χειρῶν Κυπρογενοῦς πλάσματα καὶ Χαρίτων. ἔξοχα δʼ ἐν τούτοις Μιλήσιος ἠνίδε θάλλει, ὡς ῥόδον εὐόδμοις λαμπόμενον πετάλοις. ἀλλʼ οὐκ οἶδεν ἴσως, ἐκ καύματος ὡς καλὸν ἄνθος, οὕτω τὴν ὥρην ἐκ τριχὸς ὀλλυμένην.

斯特拉同 爱抚西风的草场上,伴随着春日密集的繁盛光华, 所萌发的青翠花朵, 也比不上你所能见到的那些高贵少年,狄奥尼修斯啊, 他们皆是塞浦路斯女神与美惠女神双手的杰作。 而在这些少年中,看哪,米利都的少年尤为盛放, 宛如一朵带着芬芳花瓣熠熠生辉的玫瑰。 但他或许不知,正如娇艳的花朵因酷热而枯萎, 青春的韶华亦会因胡须而丧失殆尽。

​Straton ὀφθαλμοὺς σπινθῆρας ἔχεις, θεόμορφε Λυκῖνε, μᾶλλον δʼ ἀκτῖνας, δέσποτα, πυρσοβόλους. ἀντωπὸς βλέψαι βαιὸν χρόνον οὐ δύναμαί σοι· οὕτως ἀστράπτεις ὄμμασιν ἀμφοτέροις.

斯特拉同 生就天神般容貌的吕基诺斯啊,你生着一双火花般的眼眸, 主人啊,更确切地说,那是迸射烈焰的光芒。 我甚至无法在片刻之间与你正面相对; 你那双眸所放射的闪电竟是这般夺目。

​Straton Καιρὸν γνῶθι3 σοφῶν τῶν ἑπτά τις, εἶπε, Φίλιππε πάντα γὰρ ἀκμάζοντʼ ἐστὶν ἐραστότερα· καὶ σίκυος πρῶτός που ἐπʼ ἀνδήροισιν ὁραθεὶς τίμιος, εἶτα συῶν βρῶμα πεπαινόμενος.

斯特拉同 “要认清时机”,七贤人之一曾如是说,腓力啊; 因为万物唯有在其鼎盛之时才更为惹人怜爱。 即便是一根黄瓜,在田垄上初次被见到时也备受珍视, 而此后一旦过熟,便沦为群猪的饲料。

语法注3 条
  1. 12.182ταῦτά με νῦν τὰ περισσὰ φιλεῖς

    ταῦτα... τὰ περισσά 作动词 φιλεῖς 的同族宾格或状语性宾格,与 με(“我”)一同构成双宾格结构,意为“向我献上这般多余的亲吻”或“如此徒劳多余地亲吻我”。

  2. 12.190ὡς ἀναπηδήσας τὰ ξύλα ταῦτα φάγω

    由 ὡς 引出的目的从句,后接不定过去时虚拟式 φάγω,承接前一句由希求式表示的愿望 εἴθε γενοίμην(“但愿我能成为……好让我去吞吃……”)。

  3. 12.197Καιρὸν γνῶθι

    Καιρὸν γνῶθι 乃是七贤人(如庇塔库斯等)传世名言“认清时机”,句法上作 εἶπε 的引语宾语,并与下文 πάντα γὰρ ἀκμάζοντʼ(“万物唯有在其鼎盛之时”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.182-12.197