- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.198-12.211
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯特拉同歌咏了对少年之美的一视同仁、酒宴上的沉醉失态、理想的委身姿态、对迟到情人的焦灼、奔赴情约的飞速、相互推拒的悖论、不相称的交往、邻家幼童的诱惑、角力与卧房的指点、少年身体的惊艳、对受宠诗卷的艳羡、寝具间的温存技巧、三人同榻的奇景,以及主仆式的泄欲与平等欢愉之间的对比。
Straton ἡλικίης φίλος εἰμὶ καὶ οὐδένα παῖδα προτάσσω, πρὸς τὸ καλὸν κρίνων ἄλλο γὰρ ἄλλος ἔχει.
斯特拉同 我是青春本身的友人,并不偏袒任何一个少年, 唯凭美来评判;因为一人各有一份长处。
Straton ἄρκιον ἤδη μοι πόσιος μέτρον εὐσταθίη γὰρ λύεται ἥ τε φρενῶν ἥ τε διὰ στόματος. χὠ λύχνος ἔσχισται διδύμην φλόγα, καὶ δὶς ἀριθμέω, πολλάκι πειράζων, τοὺς ἀνακεκλιμένους. ἤδη δʼ οὐκέτι μοῦνον ἐπʼ οἰνοχόον σεσόβημαι, ἀλλὰ πάρωρα βλέπω κἠπὶ τὸν ὑδροχόον.
斯特拉同 对我而言,饮酒的份量已经足够;因为神志与 唇齿言语的稳健,皆已瓦解崩溃。 灯火裂成了重叠的双焰,我屡屡尝试, 却把斜倚同饮的人数算成了两倍。 如今我已不再只为斟酒侍童心神荡漾, 甚至不合时宜地将目光投向了倒水的少年。
Straton μισῶ δυσπερίληπτα φιλήματα, καὶ μαχιμώδεις φωνάς, καὶ σθεναρὴν ἐκ χερὸς ἀντίθεσιν καὶ μὴν καὶ τόν, ὅτʼ ἐστὶν ἐν ἀγκάσιν, εὐθὺ θέλοντα καὶ παρέχοντα χύδην, οὐ πάνυ δή τι θέλω· ἀλλὰ τὸν ἐκ τούτων ἀμφοῖν μέσον, οἷον ἐκεῖνον τὸν καὶ μὴ παρέχειν εἰδότα καὶ παρέχειν.
斯特拉同 我厌恶难以搂抱的亲吻、好斗争辩的 呼声,以及双手强有力的抵抗; 然而,当落入怀抱之中便立刻百依百顺、 放任顺从之人,我也决算不上十分喜爱; 我所渴望的,乃是介于这两者之间的人,正像那种 既懂得如何拒斥、又懂得如何委身的人。
Straton εἰ μὴ νῦν Κλεόνικος ἐλεύσεται, οὐκέτʼ ἐκεῖνον δέξομʼ ἐγὼ μελάθροις, οὐ μὰ τὸν — οὐκ ὀμόσω.1 εἰ γὰρ ὄνειρον ἰδὼν οὐκ ἤλυθεν, εἶτα παρείη αὔριον, οὐ παρὰ τὴν σήμερον ὀλλύμεθα.
斯特拉同 倘若克雷奥尼科斯此刻还不来,我便再也不 容他迈入我的家门,凭着——不,我绝不起誓。 因为倘若他因做了一个梦而未能赶来,随后明天 便能现身,我们也不至于因单单耽搁了今日就丧了命。
Straton πτηνὸς Ἔρως ἄγαγέν με διʼ ἠέρος, ἡνίκα, Δᾶμι, γράμμα σὸν εἶδον, ὅ μοι δεῦρο μολεῖν σ’ ἔλεγεν2 ῥίμφα δʼ ἀπὸ Σμύρνης ἐπὶ Σάρδιας· ἔδραμεν ἄν μου ὕστερον εἰ Ζήτης ἔτρεχεν, ἢ Κάλαϊς.
斯特拉同 达米斯啊,当我见到你那封告诉我你已来到此地的来信时, 生翼的厄罗斯便带着我飞越长空, 迅疾地从士麦那赶到了萨尔狄斯;纵使泽特斯或 卡莱斯与我竞奔,也必定落在我的身后。
Straton οὐκ ἐθέλοντα φιλεῖς με, φιλῶ δʼ ἐγὼ οὐκ ἐθέλοντα· εὔκολος ἢν φεύγω, δύσκολος ἢν ἐπάγω.
斯特拉同 我违心不愿,你偏要吻我;你违心不愿,我又偏要去吻你; 若我逃避,你便和颜顺从;若我逼近,你又横眉冷对。 斯特拉同
Straton χρύσεα χαλκείων3 νῦν εἴπατε· δὸς λάβε παίζει Σωσιάδας ὁ καλός, καὶ Διοκλῆς ὁ δασύς. τίς κάλυκας συνέκρινε βάτῳ, τίς σῦκα μύκησιν; ἄρνα γαλακτοπαγῆ τίς συνέκρινε βοΐ; οἷα δίδως, ἀλόγιστε, καὶ ἔμπαλιν οἷα κομίζῃ· οὕτω Τυδείδης Γλαῦκον ἐδωροδόκει.
如今大家快喊:“黄金换青铜!”俊美的索西亚达斯 与毛发浓密的狄奥克利斯,正在玩着“予与取”的把戏。 谁会把花蕾与荆棘相比,谁会把无花果与野蕈相提? 谁会把吮吸乳汁凝脂的小羊与公牛相比? 轻率的少年啊,你献出的是何等珍物,换回的又是何等粗鄙! 当年堤丢斯之子便是这般从格劳科斯那里讨得便宜。
Straton παῖς τις ὅλως ἁπαλὸς τοῦ γείτονος οὐκ ὀλίγως με κνίζει· πρὸς τὸ θέλειν δʼ οὐκ ἀμύητα γελᾷ· οὐ πλεῦν δʼ ἐστὶν ἐτῶν δύο καὶ δέκα. νῦν ἀφύλακτοι ὄμφακες· ἢν δʼ ἀκμάσῃ, φρούρια καὶ σκόλοπες
斯特拉同 邻家一个娇嫩无比的少年,着实让我 心痒难耐;他带着知晓欲望的神情微笑着; 而他的年纪尚不超过十二岁。如今这酸葡萄尚无人看守; 但一旦熟透鼎盛,便会筑起层层堡垒与栅栏。
Straton α. ἢν τούτῳ † φωνῇς, τὸ μέσον λάβε, καὶ κατακλίνας ζεύγνυε, καὶ πρώσας πρόσπεσε, καὶ κάτεχε. β. οὐ φρονέεις, Διόφαντε· μόλις δύναμαι γὰρ ἔγωγε ταῦτα ποιεῖν· παίδων δʼ ἡ πάλη ἔσθʼ ἑτέρα. μοχλοῦ καὶ μένε, Κῦρι, καὶ ἐμβάλλοντος ἀνάσχου· πρῶτον συμμελετᾶν ἢ μελετᾷν μαθέτω.
斯特拉同 甲:倘若你吩咐这小子,就抱住他的腰,将他按倒, 加以驾驭,挺身向前猛扑上去,牢牢制伏他。 乙:狄奥凡托斯啊,你全无头脑;我连勉力做到 这些都极艰难,少年的角力本是另一回事。 像杠杆般撑住并稳住,屈里斯啊,顶住攻上前来的对手; 先让他学会共同演练,或是学会如何练习罢。
Straton ἐχθὲς λουόμενος Διοκλῆς ἀνενήνοχε σαύραν ἐκ τῆς ἐμβάσεως τὴν Ἀναδυομένην. ταύτην εἴ τις ἔδειξεν Ἀλεξάνδρῳ τότʼ ἐν Ἴδῃ, τὰς τρεῖς ἂν ταύτης προκατέκρινε θεάς.4
斯特拉同 昨日狄奥克利斯在沐浴时,从浴盆中 拔出了他那尊“出水芙蓉”般的蜥蜴。 倘若当年在伊达山有人将此物展示给亚历山大, 他必定会判定那三位女神全都不如它而落败。
Straton εὐτυχές, οὐ φθονέω, βιβλίδιον ἦ ῥὰ σ’ ἀναγνοὺς παῖς τις ἀναθλίψει, πρὸς τὰ γένεια τιθείς· ἢ τρυφεροῖς σφίγξει περὶ χείλεσιν, ἢ κατὰ μηρῶν εἰλήσει δροσερῶν, ὦ μακαριστότατον πολλάκι φοιτήσεις ὑποκόλπιον, ἢ παρὰ δίφρους βληθὲν τολμήσεις κεῖνα θιγεῖν ἀφόβως. πολλὰ δʼ ἐν ἠρεμίῃ προλαλήσεις· ἀλλʼ ὑπὲρ ἡμῶν, χαρτάριον, δέομαι, πυκνότερόν τι λάλει.
斯特拉同 幸运的小书啊,我绝不嫉妒你;定会有某个少年读毕之后 将你紧压在胸口,贴着他娇嫩的脸颊; 抑或用柔嫩的双唇紧衔着你,或将你卷在 滋润的大腿之间,啊,何其幸福的尤物! 你常会滑入他的衣襟之内,抑或被随手掷在长榻旁, 因而敢于毫无畏惧地触碰那隐秘之处。 在静谧之中你将诉说许多私语;但我祈求你, 小书卷啊,替我们多说上几句罢。
Straton μήτε λίην στυγνὸς παρακέκλισο, μήτε κατηφής, Δίφιλε, μηδʼ εἴης παιδίον ἐξ ἀγέλης. ἔστω που προύνικα φιλήματα, καὶ τὰ πρὸ ἔργων παίγνια, πληκτισμοί, κνίσμα, φίλημα, λόγος.
斯特拉同 狄菲洛斯啊,侧卧在侧时切莫面带愠色,也莫垂头丧气, 更不要像个刚从奴隶队里拉出的雏儿。 理当有敏捷利落的亲吻,以及行事之前的 诸般嬉戏:假意厮打、挑逗、接吻与情话。
Straton τρεῖς ἀρίθμει τοὺς πάντας ὑπὲρ λέχος, ὧν δύο δρῶσιν, καὶ δύο πάσχουσιν.5 θαῦμα δοκῶ τι λέγειν. καὶ μὴν οὐ ψεῦδος· δυσὶν εἷς μέσσος γὰρ ὑπουργεῖ τέρπων ἐξόπιθεν, πρόσθε δὲ τερπόμενος.
斯特拉同 且数一数床榻之上一共三人,其中二人为施动者, 二人为受动者。我这话似乎说得玄奇; 然而绝非谎言:因为居中的一人同时服侍二人, 在后方施与欢愉,在前方领受欢愉。
Straton εἰ μὲν ἔφυς ἀμύητος ἀκμὴν ὑπὲρ οὗ σ’ ἔτι πείθω, ὀρθῶς ἂν δείσαις, δεινὸν ἴσως δοκέων. εἰ δέ σε δεσποτικὴ κοίτη πεποίηκε τεχνίτην, τί φθονέεις δοῦναι, ταὐτὸ λαβὼν, ἑτέρῳ; ὃς μὲν γὰρ καλέσας ἐπὶ τὸ χρέος, εἶτʼ ἀπολύσας, εὕδει κύριος ὤν, μηδὲ λόγου μεταδούς· ἄλλη δʼ ἔνθα τρυφή· παίξεις ἴσα, κοινὰ λαλήσεις, τἆλλα δʼ ἐρωτηθεὶς κοὐκ ἐπιτασσόμενος.
斯特拉同 倘若对于我仍在劝诱你的事,你当真尚未通晓开窍, 你以为那是可怕之事而心怀恐惧,倒也合情合理; 但若主人的床榻早已将你造就成了行家, 既领受了同样的事,为何还吝啬于施与他人? 因为那位主人为了私欲召你前去,事毕便将你打发, 以主子的架子兀自酣睡,连一句话也不施舍; 但在这里却有另一番销魂:你将平等地嬉戏,共叙情话, 在一切事上皆是被请求,而非被勒令受命。
- 12.201οὐ μὰ τὸν — οὐκ ὀμόσω
一种言说中断(aposiopesis),在即将指神发誓之前戛然而止。说话者因恼怒原本打算发重誓(“凭着……起誓,我绝不再让他进门”),却因对情人的留恋而打消誓言,转而改口说“不,我不起誓”。
- 12.202ὅ μοι δεῦρο μολεῖν σ’ ἔλεγεν
在由关系代名词 ὅ(先行词为 γράμμα)引导的从句中,动词 ἔλεγεν 接带不定式的宾格结构(acc. cum inf.)。省音后的宾格代词 σ’ (σέ) 充当不定式 μολεῖν 的逻辑主语,而 μοι 则作间接宾语(“信上告诉我,你已来到这里”)。
- 12.204χρύσεα χαλκείων
典引荷马《伊利亚特》卷六第236行名句(χρύσεα χαλκείων [ἄμειβε])。χρύσεα 为中性复数宾格,χαλκείων 为表示交换的属格(genitive of exchange)。该短语是表示极不相称、悬殊不公的交易的成语。
- 12.207τὰς τρεῖς ἂν ταύτης προκατέκρινε θεάς
过去非真实条件句的主句(ἄν + 不定过去时直陈式 προκατέκρινε)。复合动词 προκατακρίνω 意为“判定……不如……”,同时支配宾格直接宾语(τὰς τρεῖς... θεάς)和表示比较的属格(ταύτης,“劣于此物”)。
- 12.210ὧν δύο δρῶσιν, καὶ δύο πάσχουσιν
在由 ὧν(先行词为 τρεῖς)引导的关系从句中,施动(δρῶσιν)与受动(πάσχουσιν)的对偶构成了算术上的佯谬。三人之中,居中者同时扮演受动者与施动者,因此在三个人身上算出了两个施动角色与两个受动角色。
