- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.167-12.181
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组题壁诗收录了墨勒阿戈尔、波塞狄普斯、狄奥斯科里得斯、欧埃诺斯、斐洛得摩斯、弗隆托及斯特拉同的抒情短诗。诗人们描绘了情爱的狂风与酒宴上的敬酒、摆脱旧日主人却又陷入新恋情的苦闷、少年容颜随胡须滋生而逝去的叹息,以及幽会亲吻所带来的恍惚与狂喜。
Meleager χειμέριον μὲν πνεῦμα· φέρει δʼ ἐπὶ σοί με, Μυΐσκε, ἁρπαστὸν κώμοις ὁ γλυκύδακρυς Ἔρως. χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, ἀλλὰ μʼ ἐς ὅρμον δέξαι, τὸν ναύτην Κύπριδος ἐν πελάγει.
墨勒阿戈尔 冬风怒号;然而噙着甘美泪水的厄洛斯在狂欢队伍中将我掳走,穆伊斯库斯啊,带向了你。呼啸狂吹的欲念掀起风暴;但在塞浦路斯女神的汪洋中,请将我这名水手迎接入港罢。
Posidippus Ναννοῦς καὶ Λύδης ἐπίχει δύο, καὶ φιλεράστου Μιμνέρμου, καὶ τοῦ σώφρονος Ἀντιμάχου· συγκέρασον τὸν πέμπτον ἐμοῦ·1 τὸν δʼ ἕκτον ἑκάστου, Ἡλιόδωρʼ, εἴπας, ὅστις ἐρῶν ἔτυχεν ἕβδομον Ἡσιόδου, τὸν δʼ ὄγδοον εἶπον Ὁμήρου, τὸν δʼ ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον. μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι· τἆλλα δʼ ἔρωτες νήφοντʼ οἰνωθέντʼ οὐχὶ λίην ἄχαριν.
波塞狄普斯 为南诺和吕得斟两杯,也为钟情爱侣的弥姆涅尔摩斯以及克制的安提马科斯斟两杯;第五杯为我调和;赫利奥多罗斯啊,第六杯请在宣告“献给每一位陷入爱河之人”之后斟满;第七杯献给赫西俄德,第八杯请说是献给荷马,第九杯献给缪斯们,第十杯献给摩涅谟绪涅。塞浦路斯女神啊,我将饮下满溢至杯沿的美酒;至于其余的厄洛斯,无论清醒还是沉醉,都绝非令人扫兴。
Dioscorides ἐξέφυγον, Θεόδωρε, τὸ σὸν βάρος. ἀλλʼ ὅσον εἴπας ἐξέφυγον τὸν ἐμὸν δαίμονα πικρότατον, πικρότερός με κατέσχεν. Ἀριστοκράτει δὲ λατρεύων μυρία, δεσπόσυνον καὶ τρίτον ἐκδέχομαι.
狄奥斯科里得斯 狄奥多洛斯啊,我终于逃脱了你的重压。然而我刚一说出“我已逃脱了对我最严酷的恶灵”,一个更为严酷的恶灵便攫住了我。我服侍阿里斯托克拉忒斯千万遭,甚至还在等待第三位主人的降临。
Dioscorides σπονδὴ καὶ λιβανωτέ, καὶ οἱ κρητῆρι μιγέντες δαίμονες, οἳ φιλίης τέρματʼ ἐμῆς ἔχετε, ὑμέας, ὦ σεμνοί, μαρτύρομαι, οὓς ὁ μελίχρως κοῦρος Ἀθήναιος πάντας ἐπωμόσατο.
狄奥斯科里得斯 奠酒与乳香啊,以及混酒器中相融的诸神灵,你们掌握着我情谊的终极界限:尊贵的神明们啊,我呼唤你们作证,蜜色肌肤的少年阿忒奈奥斯正是凭着你们全体发下了誓言。 狄奥斯科里得斯
Dioscorides τὸν καλόν, ὡς ἔλαβες, κομίσαις πάλι πρός με θεωρὸν Εὐφραγόρην, ἀνέμων πρηΰτατε Ζέφυρε, εἰς ὀλίγων τείνας μηνῶν μέτρον ὡς καὶ ὁ μικρὸς μυριέτης κέκριται τῷ φιλέοντι χρόνος.2
诸风中最和煦的西风啊,请将俊美的巡礼使者欧普拉戈拉斯依你带走时的模样重新送回我的身边,将他的行程缩短至数月的尺度;因为对于相爱之人而言,哪怕是短暂的光阴,也被视作长逾万年。
Euenus εἰ μισεῖν πόνος ἐστί, φιλεῖν πόνος, ἐκ δύο λυγρῶν αἱροῦμαι χρηστῆς ἕλκος ἔχειν ὀδύνης.
欧埃诺斯 倘若憎恨是劳苦,爱恋亦是劳苦,在两桩凄惨的祸患之中,我宁愿选择承受高尚苦楚所致的创伤。
Philodemus Δημώ με κτείνει καὶ Θέρμιον ἡ μὲν ἑταίρη, Δημονόη ˘ δʼ οὔπω Κύπριν ἐπισταμένη. καὶ τῆς μὲν ψαύω· τῆς δʼ οὐ θέμις. οὐ μὰ σέ, Κύπρι, οὐκ οἶδʼ ἣν εἰπεῖν δεῖ με ποθεινοτέρην. Δημάριον λέξω τὴν παρθένον3 οὐ γὰρ ἕτοιμα βούλομαι, ἀλλὰ ποθῶ πᾶν τὸ φυλασσόμενον.
斐洛得摩斯 德摩与瑟尔弥翁令我神魂颠倒:其中一位是交际花,而德摩诺厄尚不知塞浦路斯女神之事。前者我可以抚触,后者却为礼法所不容。不,凭着塞浦路斯女神起誓,我不知究竟该称哪一位更令人渴慕。我将指名未出阁的少女小德摩;因为我不求唾手可得之物,却唯独渴求一切被严密防范之人。
Marcus cornelius fronto μέχρι τίνος πολεμεῖς μʼ, ὦ φίλτατε Κῦρε; τί ποιεῖς; τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι. μὴ γίνου Μῆδος· Σάκας γὰρ ἔσῃ μετὰ μικρόν, καί σε ποιήσουσιν ταὶ τρίχες Ἀστυάγην.
马可·科尔内利乌斯·弗隆托 最亲爱的居鲁士啊,你要与我交战至何时?你在做什么?难道你不可怜你的冈比西斯吗?告诉我罢。莫要变成米底人;因为不久之后你就会成为萨卡人,那生出的须发将使你变成阿斯提阿格斯。
Straton ἢ μὴ ζηλοτύπει δούλοις ἐπὶ παισὶν ἑταίρους, ἢ μὴ θηλυπρεπεῖς οἰνοχόους πάρεχε. τίς γὰρ ἀνὴρ ἐς ἔρωτʼ ἀδαμάντινος; ἢ τίς ἀτειρὴς οἴνῳ; τίς δὲ καλοὺς οὐ περίεργα βλέπει; ζώντων ἔργα τάδʼ ἐστὶν ὅπου δʼ οὐκ εἰσὶν ἔρωτες οὐδὲ μέθαι, Διοφῶν, ἢν ἐθέλῃς, ἄπιθι· κἀκεῖ Τειρεσίην ἢ Τάνταλον ἐς πότον ἕλκε, τὸν μὲν ἐπʼ οὐδὲν ἰδεῖν,4 τὸν δʼ ἐπὶ μοῦνον ἰδεῖν.
斯特拉同 要么就莫要因奴隶少年而嫉妒同伴,要么就莫要提供貌若妇人的斟酒侍童。 面对爱情,有哪个人能心如金石?面对佳酿,又有谁能坚不可摧?面对美貌之人,又有谁不会投去好奇的探看?这些皆是活着之人的作为;倘若你愿意,狄奥丰啊,便离去前往那既无爱恋亦无沉醉的所在罢;并在那里的酒宴上将忒瑞西阿斯或坦塔罗斯拉来共饮——前者什么也看不见,而后者除了凝视别无所能。
Straton στυγνὸς δὴ τί, Μένιππε, κατεσκέπασαι μέχρι πέζης ὁ πρὶν ἐπʼ ἰγνύης λῶπος ἀνελκόμενος; ἢ τί κάτω κύψας με παρέδραμες, οὐδὲ προσειπών; οἶδα τί με κρύπτεις· ἤλυθον ἃς ἔλεγον,
斯特拉同 满面愁容的墨尼普斯啊,你为何将那先前撩至膝弯的斗篷一直遮蔽到脚踝?又为何低垂着头从我身旁跑过,连一声招呼也不打?我知道你向我隐瞒了什么:我曾预言的那些〔毛发〕已经长出来了。
Straton ἑσπερίην Μοῖρίς με, καθʼ ἣν ὑγιαίνομεν ὥρην, οὐκ οἶδʼ εἴτε σαφῶς, εἴτʼ ὄναρ, ἠσπάσατο. ἤδη γὰρ τὰ μὲν ἄλλα μάλʼ ἀτρεκέως ἐνόησα, χὠκόσα μοι προσέφη, χὠκόσ’ ἐπυνθάνετο εἰ δέ με καὶ πεφίληκε τεκμαίρομαι· εἰ γὰρ ἀληθές, πῶς ἀποθειωθεὶς πλάζομʼ ἐπιχθόνιος;
斯特拉同 黄昏时分,在我们道晚安的时刻,莫伊里斯拥吻了我——究竟是确有其事,抑或只是一场梦境,我全然不知。因为其余的一切我都记得极为真切:他对我说了什么,他又向我询问了什么;但我仍在揣度他是否真的吻了我。因为倘若这是真的,早已化身为神仙的我,又怎会依然在这尘世间彷徨游荡?
Straton Ἐξεφλέγην, ὅτε Θεῦδις ἐλάμπετο παισὶν ἐν ἄλλοις, οἷος ἐπαντέλλων ἀστράσιν ἠέλιος, τοὔνεκʼ ἔτι φλέγομαι καὶ νῦν, ὅτε νυκτὶ λαχνοῦται· δυόμενος γάρ, ὅμως ἥλιός ἐστιν ἔτι.
斯特拉同 当特乌狄斯在其余少年中熠熠生辉、宛如朝阳辉映星群之时,我便已热烈燃烧;因此即便到了如今他被夜色般的绒毛所覆,我依然在燃烧。因为纵然正在西沉,他终究依然是太阳。
Straton ὤμοσά σοι, Κρονίδη, μηπώποτε, μηδʼ ἐμοὶ αὐτῷ ἐξειπεῖν ὅ τι μοι Θεῦδις ἔειπε λαβεῖν. ψυχὴ δʼ ἡ δυσάπιστος ἀγαλλομένη πεπότηται ἠέρι, καὶ στέξαι τἀγαθὸν οὐ δύναται· ἀλλʼ ἐρέω, σύγγνωθι σύ μοι, Κεῖνος δὲ πέπεισται. Ζεῦ πάτερ, ἀγνώστου τίς χάρις εὐτυχίης;
斯特拉同 克洛诺斯之子啊,我曾向你起誓,绝不向任何人、甚至绝不向我自己吐露特乌狄斯叫我领受了什么。然而我那难以置信的灵魂欣喜若狂地飞上了云霄,无法遏制这巨大的福祉;但我还是要说出来,求你宽恕我罢——他终于被说服了!天父宙斯啊,无人知晓的幸运究竟有何欢愉可言?
Straton καῦμὰ μʼ ἔχει μέγα δή τι· σὺ δʼ, ὦ παῖ, παύεο λεπτὸν ἠέρι δινεύων ἐγγὺς ἐμεῖο λίνον. ἄλλο τι πῦρ ἐμοῦ ἔνδον ἔχω κυάθοισιν ἀναφθέν, καὶ περὶ σῇ ῥιπῇ μᾶλλον ἐγειρόμενον.
斯特拉同 一阵剧烈的灼热确实攫住了我;少年啊,快停下在我身旁空中挥舞轻薄亚麻布的手罢。我的体内另有一团被杯中酒点燃的烈火,因你扇起的微风而愈发熊熊燃烧。
Straton ψεύδεα μυθίζουσι, Θεόκλεες, ὡς ἀγαθαὶ μὲν αἱ Χάριτες, τρισσαὶ δʼ εἰσὶ κατʼ Ὀρχομενὸν πεντάκι γὰρ δέκα σεῖο περισκιρτῶσι πρόσωπα, τοξοβόλοι, ψυχέων ἅρπαγες ἀλλοτρίων.
斯特拉同 忒奥克勒斯啊,人们传述着虚妄之言,说什么美惠女神是慈惠的,且在奥尔科墨诺斯共有三位;因为整整五十位美惠女神正围绕着你的面庞欢跃跳荡,她们全都是射箭手,全都是掠夺他人灵魂的劫掠者。
- 12.168τὸν πέμπτον ἐμοῦ
人称代词属格 ἐμοῦ 与前一行的 Ναννοῦς, Λύδης 等并列,表示祝酒与敬献的对象(“为了我”),即“为我调和第五杯酒”。
- 12.171μυριέτης κέκριται τῷ φιλέοντι χρόνος
τῷ φιλέοντι 为评判/观察者与格(“在恋人看来”)。主语 ὁ μικρὸς χρόνος 与表语形容词 μυριέτης 通过被动完成时动词 κέκριται(“被判定为/被视作”)相联结。
- 12.173Δημάριον λέξω τὴν παρθένον
λέξω 在此意为“指名、选择、宣告”,构成双宾格结构:以 τὴν παρθένον 为宾语宾格,以指小词 Δημάριον 为补足语宾格(“我将指名少女为我的小德摩/选择少女小德摩”)。
- 12.175τὸν μὲν ἐπʼ οὐδὲν ἰδεῖν, τὸν δʼ ἐπὶ μοῦνον ἰδεῖν
介词 ἐπί 与不定式 ἰδεῖν 连用,表示限度或目的条件。盲人忒瑞西阿斯处于“一无所见(ἐπʼ οὐδέν)”的状态,而能见酒食却无法享用的坦塔罗斯则处于“唯有凝视(ἐπὶ μοῦνον)”的境地,二者构成工整的对照。
