← 希腊诗选

希腊诗选 卷四

§12.1-12.17

咏叹少年魅力与恋情的短诗

斯特拉同等多位诗人关于少年之爱的短诗集,以诙谐机智的笔调吟咏少年的年龄阶段、容貌特征、爱欲分类、恋情逸事以及对少年之爱的辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

​Straton ἐκ Διὸς ἀρχώμεσθα, καθὼς εἴρηκεν Ἄρατος· ὑμῖν δʼ, ὦ Μοῦσαι, σήμερον οὐκ ἐνοχλῶ. εἰ γὰρ ἐγὼ παῖδάς τε φιλῶ καὶ παισὶν ὁμιλῶ, τοῦτο τί πρὸς Μούσας τὰς Ἑλικωνιάδας;1

斯特拉同 “让我们从宙斯开始”,正如阿拉托斯所言; 而对于你们,缪斯们啊,我今日不予烦扰。 因为即便我爱少年们并与少年们交游, 这与赫利孔山的缪斯们又有何干?

​Straton μὴ ζήτει δέλτοισιν ἐμαῖς Πρίαμον παρὰ βωμοῖς, μηδὲ τὰ Μηδείης πένθεα καὶ Νιόβης, μηδʼ Ἴτυν ἐν θαλάμοις, καὶ ἀηδόνας ἐν πετάλοισιν ταῦτα γὰρ οἱ πρότεροι πάντα χύδην ἔγραφον· ἀλλʼ ἱλαραῖς Χαρίτεσσι μεμιγμένον ἡδὺν Ἔρωτα, καὶ Βρόμιον τούτοις δʼ ὀφρύες οὐκ ἔπρεπον.2

斯特拉同 切莫在我的书板中寻找祭坛旁的普里阿摩斯, 也不要寻找美狄亚和尼俄伯的悲伤, 不要寻找内室中的伊堤斯,以及树叶间的夜莺; 因为前人早已堆砌罗列地写尽了这一切。 倒要寻找与欢畅的美惠三女神相交融的甘美厄洛斯, 以及布罗米俄斯;对于他们,蹙额横眉是不合宜的。

​Straton τῶν παίδων, Διόδωρε, τὰ προσθέματʼ εἰς τρία πίπτει σχήματα, καὶ τούτων μάνθανʼ ἐπωνυμίας. τὴν ἔτι μὲν γὰρ ἄθικτον ἀκμὴν λάλου ὀνόμαζε, κωκὼ τὴν φυσᾶν ἄρτι καταρχομένην· τὴν δʼ ἤδη πρὸς χεῖρα σαλευομένην, λέγε σαύραν τὴν δὲ τελειοτέρην, οἶδας ἃ χρή σε καλεῖν.

斯特拉同 狄奥多洛斯啊,少年的附属物可归为三种 形状,且请明了它们的名称。 因为那尚未被触碰的极盛期,你要称其为“巧言”, 那方才开始膨胀的,称作“果核”; 那已然顺手摇晃摆动的,说它是“蜥蜴”; 至于那更成熟完备的,你知道应当如何称呼它。

​Straton ἀκμῇ δωδεκέτους ἐπιτέρπομαι· ἔστι δὲ τούτου χὠ τρισκαιδεκέτης πουλὺ ποθεινότερος· χὠ τὰ δὶς ἑπτὰ νέμων, γλυκερώτερον ἄνθος Ἐρώτων τερπνότερος δʼ ὁ τρίτης πεντάδος ἀρχόμενος· ἑξεπικαιδέκατον δὲ θεῶν ἔτος· ἑβδόματον δὲ καὶ δέκατον ζητεῖν οὐκ ἐμόν, ἀλλὰ Διός. εἰ δʼ ἐπὶ πρεσβυτέρους τις ἔχει πόθον, οὐκέτι παίζει, ἀλλʼ ἤδη ζητεῖ τὸν δʼ ἀπαμειβόμενος.3

斯特拉同 我欣喜于十二岁的盛年;但比这 十三岁者更令人渴望得多; 那度过两个七岁年华的,是爱神们更甘美的花朵; 而那刚步入第三个五年者,更为怡人; 十六岁乃诸神之岁;但至于十七岁, 去追求并非我的分内事,而是宙斯的事。 若有人对更年长者怀有欲望,他便不再是在嬉戏, 而是如今已经在寻求:

5

​Straton τοὺς λευκοὺς ἀγαπῶ, φιλέω δʼ ἅμα τοὺς μελιχρώδεις καὶ ξανθούς, στέργω δʼ ἔμπαλι τοὺς μέλανας. οὐδὲ κόρας ξανθὰς παραπέμπομαι· ἀλλὰ περισσῶς τοὺς μελανοφθάλμους αἰγλοφανεῖς τε φιλῶ.

“他答道……” 斯特拉同 我爱白皙者,同时也喜爱蜜色肤色者 与金发者,反之我也怜爱黝黑者。 我亦不会放过金眼者;然而尤为甚者, 我钟情于那些黑眼睛且闪烁生辉者。

​Straton πρωκτὸς καὶ χρυσὸς τὴν αὐτὴν ψῆφον ἔχουσιν· ψηφίζων δʼ ἀφελῶς τοῦτὸ ποθʼ εὗρον ἐγώ.

斯特拉同 臀部与黄金拥有完全相同的计算之数; 朴实无华地推算时,我曾发现了这一点。

​Straton Σφιγκτὴρ οὐκ ἔστιν παρὰ παρθένῳ, οὐδὲ φίλημα ἁπλοῦν, οὐ φυσικὴ χρωτὸς ἐυπνοΐη, οὐ λόγος ἡδὺς ἐκεῖνος ὁ πορνικός, οὐδʼ ἀκέραιον βλέμμα, διδασκομένη δʼ ἐστὶ κακιοτέρα. ψυχροῦνται δʼ ὄπιθεν πᾶσαι· τὸ δὲ μεῖζον ἐκεῖνο, οὐκ ἔστιν ποῦ θῇς τὴν χέρα πλαζομένην.

斯特拉同 处女身上没有括约肌,亦无纯真的 亲吻,无肌肤天然的芬芳, 无那娼妓般甘美的言语,亦无纯全的 目光,受教之后反而更劣。 自背后看她们全都变冷;而那更重大之事, 乃是毫无地方可容你安放游移的手。

​Straton εἶδον ἐγώ τινα παῖδα † ἐπανθοπλοκοῦντα κόρυμβον, ἄρτι παρερχόμενος τὰ στεφανηπλόκια· οὐδʼ ἄτρωτα παρῆλθον· ἐπιστὰς δʼ ἥσυχος αὐτῷ φημὶ πόσου πωλεῖς τὸν σὸν ἐμοὶ στέφανον; μᾶλλον τῶν καλύκων δʼ ἐρυθαίνετο, καὶ κατακύψας φησὶ μακρὰν χώρει, μή σε πατὴρ ἐσίδῃ. ὠνοῦμαι προφάσει στεφάνους, καὶ οἴκαδʼ ἀπελθὼν ἐστεφάνωσα θεούς, κεῖνον ἐπευξάμενος.

斯特拉同 我曾见一个少年编织着花簇, 正当我走过扎花店旁之时; 我也未能安然无损地走过;而是静静伫立在他身旁, 说道: “你以多少价钱将你的花冠卖给我?” 但他比花萼更显羞红,低垂着头 说道: “走远些吧,免得我父亲看见你。” 我借口买下花冠,回到家中 为诸神戴上花冠,向他们祈求那少年。

​Straton ἄρτι καλός, Διόδωρε, σύ, καὶ φιλέουσι πέπειρος· ἀλλὰ καὶ ἢν γήμῃς, οὐκ ἀπολειψόμεθα.

斯特拉同 狄奥多洛斯,如今你正值美好,对恋慕者而言已臻圆熟; 但即使你娶妻结婚,我们也不会离弃你。

10

​Straton εἰ καί σοι τριχόφοιτος ἐπεσκίρτησεν ἴουλος, καὶ τρυφεραὶ κροτάφων ξανθοφυεῖς ἕλικες, οὐδʼ οὕτω φεύγω τὸν ἐρώμενον ἀλλὰ τὸ κάλλος τούτου, κἂν πώγων, κἂν τρίχες, ἡμέτερον.

斯特拉同 纵使拂过发际的细软短髭已在你脸上跳动, 两鬓生出柔嫩金黄的卷发, 我亦绝不因此避开所爱之人;相反,此人的美丽, 即便有髭须,即便有毛发,也是属于我们的。

​Straton ἐχθὲς ἔχων ἀνὰ νύκτα Φιλόστρατον, οὐκ ἐδυνήθην, κείνου, πῶς εἴπω; πάντα παρασχομένου. ἀλλʼ ἐμὲ μηκέτʼ ἔχοιτε φίλοι φίλον, ἀλλʼ ἀπὸ πύργου ῥίψατʼ, ἐπεὶ λίην Ἀστυάναξ γέγονα,4

斯特拉同 昨夜拥着斐洛斯特拉托斯,我却未能如愿, 尽管他——叫我如何启齿?——提供了一切。 朋友们啊,切勿再将我视为朋友,倒要把我从高塔 扔将下去,因我已彻底沦为一个阿斯提阿那克斯。

​Statyllius flaccus ἄρτι γενειάζων ὁ καλὸς καὶ στερρὸς ἐρασταῖς παιδὸς ἐρᾷ Λάδων. σύντομος ἡ Νέμεσις.

斯塔图利俄斯·弗拉克库斯 刚刚长出髭须的拉顿,曾几何时俊美且对追求者冷酷坚硬, 如今却恋上了一名少年。涅墨西斯的报应何其迅速。

​Straton ἰητροὺς εὗρόν ποτʼ ἐγὼ λείους δυσέρωτας, τρίβοντας φυσικῆς φάρμακον ἀντιδότου. οἱ δέ γε φωραθέντες, ἔχʼ ἡσυχίην ἐδέοντο· κἀγὼ ἔφην σιγῶ, καὶ θεραπεύσετέ με.

斯特拉同 有一次我遇见几位皮肤光洁却害相思病的医者, 正研磨着天然解药的药剂。 被当场发觉的他们, “保持沉默吧” 如此哀求; 而我说道: “我闭口不言,只要你们为我诊治。”

​Dioscorides Δημόφιλος τοιοῖσδε φιλήμασιν εἰ πρὸς ἐραστὰς χρήσεται ἀκμαίην, Κύπρι, καθʼ ἡλικίην, ὡς ἐμὲ νῦν ἐφίλησεν ὁ νήπιος, οὐκέτι νύκτωρ ἥσυχα τῇ κείνου μητρὶ μενεῖ πρόθυρα.

狄奥斯科里得斯 库普里斯啊,倘若德摩斐洛斯在成熟之年, 对恋慕者们施以这般的亲吻, 恰如适才那无邪孩童亲吻我一般,那么在夜间, 他母亲的门前将不再安宁。

15

​Straton εἰ Γραφικοῦ πυγαῖα σανὶς δέδαχʼ ἐν βαλανείῳ, ἄνθρωπος τί πάθω; καὶ ξύλον αἰσθάνεται.

斯特拉同 若在浴室里一块木板咬了格拉斐科斯的臀部, 我身为凡人又能如何?连木头都有知觉。

​Straton μὴ κρύπτῃς τὸν ἔρωτα, Φιλόκρατες· αὐτὸς ὁ δαίμων λακτίζειν κραδίην ἡμετέρην ἱκανός· ἀλλʼ ἱλαροῦ μετάδος τι φιλήματος. ἔσθʼ ὅτε καὶ σὺ αἰτήσεις τοιάνδʼ ἐξ ἑτέρων χάριτα.

斯特拉同 切莫掩藏你的爱,斐洛克拉忒斯;那神祇本身 便足以踢击我们的心扉; 不如分赠些许欢悦的亲吻。总有时日你亦将 从他人那里乞求这般的恩惠。

​Anonymi Epigrammatici οὔ μοι θῆλυς ἔρως ἐγκάρδιος, ἀλλά με πυρσοὶ ἄρσενες ἀσβέστῳ θῆκαν ὑπʼ ἀνθρακιῇ. πλειότερον τόδε θάλπος· ὅσον δυνατώτερος ἄρσην θηλυτέρης, τόσσον χὠ πόθος ὀξύτερος.

佚名诗人 我心中并无对女性之爱,而是雄性的火炬 将我置于不熄的炽炭之下。 此种温热更为炽盛:雄性比雌性 强健多少,欲望亦同样更为锐利多少。

语法注4 条
  1. 12.1τοῦτο τί πρὸς Μούσας τὰς Ἑλικωνιάδας;

    带有介词 πρός 加宾格的习惯表达,省略了系动词 ἐστί,构成反问句:“这与赫利孔山的缪斯们有何干涉?”

  2. 12.2τούτοις δʼ ὀφρύες οὐκ ἔπρεπον.

    带否定词的未完成过去时 οὐκ ἔπρεπον 表示不适宜(“不相称”)。τούτοις 为与格,指前述的厄洛斯和布罗米俄斯;主语 ὀφρύες(眉毛)象征着严肃或傲慢。

  3. 12.4τὸν δʼ ἀπαμειβόμενος

    引用荷马史诗的程式化套语(“他答道……”)。此处戏谑地指明,若追求十七岁以上者,便不再是轻松轻浮的少年爱嬉戏,而是进入了成年男子之间庄重沉郁的史诗式对话与交涉。

  4. 12.11ἐπεὶ λίην Ἀστυάναξ γέγονα

    典引特洛伊沦陷时从城墙(高塔)上被抛下掷死的赫克托耳之子阿斯提阿那克斯的神话。与前一行的“从高塔扔将下去”(ἀπὸ πύργου ῥίψατʼ)相呼应,以悲剧王子的命运戏谑地自嘲性无能之羞耻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.1-12.17