← 希腊诗选

希腊诗选 卷四

§12.153-12.166

少年之爱的苦乐交织与美的调和

收录阿斯克勒庇阿得斯、墨勒阿戈尔与佚名诗人的恋歌短诗,吟咏少年之爱的苦乐、内心情感的暴风雨以及美少年之间的相衬与和谐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
153

​Asclepiades πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο· νῦν δὲ τάλαιναν οὐδʼ ὅσσον παίζων εἰς ἔμʼ ἐπιστρέφεται. οὐδʼ ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς· ἀλλʼ ἀνιήσας πολλάκις ἡδίων γίνετʼ ἐρῶσι θεός.

阿斯克勒庇阿得斯 从前阿尔刻阿得斯曾为我饱受煎熬;如今他甚至连戏谑之间也不再朝可怜的我回眸。如蜜般的厄洛斯亦非总是甜美;然而施予痛苦之后,这位神明对恋人们而言往往变得更加甘美。

​Meleager ἡδὺς ὁ παῖς, καὶ τοὔνομʼ ἐμοὶ γλυκύς ἐστι Μυΐσκος καὶ χαρίεις· τίνʼ ἔχω μὴ οὐχὶ φιλεῖν πρόφασιν;1 καλὸς γάρ, ναὶ Κύπριν, ὅλος καλός· εἰ δʼ ἀνιηρός, οἶδε τὸ πικρὸν Ἔρως συγκεράσαι μέλιτι,

墨勒阿戈尔 这少年惹人喜爱,他的名字对我而言也是甘美的——穆伊斯库斯——且风度翩翩;我有什么借口不去爱他呢?凭着塞浦路斯女神起誓,他是俊美的,无处不美;即便他令人痛苦,厄洛斯也深知如何将苦涩与甘蜜相调和。

155

​Anonymi Epigrammatici α. μὴ μʼ εἴπῃς πάλιν ὧδε. β. τί δʼ αἴτιος; αὐτὸς ἔπεμψε. α. δεύτερον οὖν φήσεις; β. δεύτερον. εἶπεν Ἴθι. ἀλλʼ ἔρχευ, μὴ μέλλε. μένουσί σε. α. πρῶτον ἐκείνους εὑρήσω, χἤξω· τὸ τρίτον οἶδα πάλαι.

佚名诗人 “切莫再对我如此说话。”“我有何过错?是他亲自派我来的。”“那么你还要再说第二次吗?”“第二次,他说:‘去罢。’来罢,莫要迟疑,他们正等着你呢。”“我先去寻到他们,便会回来;至于第三次,我早已心知肚明。” 佚名诗人

​Anonymi Epigrammatici εἰαρινῷ χειμῶνι πανείκελος, ὦ Διόδωρε, οὑμὸς ἔρως, ἀσαφεῖ κρινόμενος πελάγει·2 καί ποτε μὲν φαίνεις πολὺν ὑετόν, ἄλλοτε δʼ αὖτε εὔδιος, ἁβρὰ γελῶν δʼ ὄμμασιν ἐκκέχυσαι. τυφλὰ δʼ, ὅπως ναυηγὸς ἐν οἴδματι, κύματα μετρῶν δινεῦμαι, μεγάλῳ χείματι πλαζόμενος. ἀλλά μοι ἢ φιλίης ἔκθες σκοπὸν ἢ πάλι μίσους, ὡς εἰδῶ ποτέρῳ κύματι νηχόμεθα.

狄奥多洛斯啊,我的爱恋恰如春日的暴风雨,在这莫测的汪洋之上任凭裁决;你有时降下倾盆大雨,有时又重归晴朗,双眸含着娇柔的笑意倾泻温情。我如同狂澜之中的罹难者,数着盲目的波涛打转,被巨大的风暴所席卷。但求你或是向我指明情爱的归宿,或是指出憎恨的终点,好让我知道我们究竟在迎战哪一道浪涛。

​Meleager Κύπρις ἐμοὶ ναύκληρος, Ἔρως δʼ οἴακα φυλάσσει ἄκρον ἔχων ψυχῆς ἐν χερὶ πηδάλιον χειμαίνει δʼ ὁ βαρὺς πνεύσας Πόθος, οὕνεκα δὴ νῦν παμφύλῳ παίδων νήχομαι ἐν πελάγει.

墨勒阿戈尔 塞浦路斯女神是我的船长,厄洛斯把守舵盘,掌中握着我灵魂之船的绝顶船舵;沉重的欲念呼啸吹拂,掀起暴风雨,因为此时此刻我正泅渡于形形色色的少年之海中。

​Meleager σοί με Πόθων δέσποινα θεὴ πόρε, σοί με, Θεόκλεις, ἁβροπέδιλος Ἔρως γυμνὸν ὑπεστόρεσεν, ξεῖνον ἐπὶ ξείνης, δαμάσας ἀλύτοισι χαλινοῖς· ἱμείρω δὲ τυχεῖν ἀκλινέος φιλίας. ἀλλὰ σὺ τὸν στέργοντʼ ἀπαναίνεαι, οὐδέ σε θέλγει οὐ χρόνος, οὐ ξυνῆς σύμβολα σωφροσύνης. ἵλαθʼ, ἄναξ, ἵληθι· σὲ γὰρ θεὸν ὥρισε Δαίμων ἐν σοί μοι ζωῆς πείρατα καὶ θανάτου.

墨勒阿戈尔 诸欲念的女主神将我交给了你,忒奥克勒斯啊,交给了你;穿着精致鞋履的厄洛斯将我赤条条地置于你脚下,用不可解开的缰绳将我降伏,使我成为异乡之客;而我渴求获得坚定不移的友谊。然而你却拒绝爱恋你的人,无论是岁月,还是共同节制的信物,都无法打动你。施恩罢,我的君王,施恩罢!因为神明已命定你为神祇:在你的掌中维系着我生与死的边界。 墨勒阿戈尔

​Meleager ἐν σοὶ τἀμά, Μυΐσκε, βίου πρυμνήσιʼ ἀνῆπται· ἐν σοὶ καὶ ψυχῆς πνεῦμα τὸ λειφθὲν ἔτι. ναὶ γὰρ δὴ τὰ σά, κοῦρε, τὰ καὶ κωφοῖσι λαλεῦντα ὄμματα, καὶ μὰ τὸ σὸν φαιδρὸν ἐπισκύνιον, ἤν μοι συννεφὲς ὄμμα βάλῃς ποτέ, χεῖμα δέδορκα· ἢν δʼ ἱλαρὸν βλέψῃς, ἡδὺ τέθηλεν ἔαρ,

穆伊斯库斯啊,我生命的缆绳系于你身;我灵魂残存的气息亦在你的身上。是的,凭着你那即便向聋人亦能诉说衷肠的双眸,少年啊,凭着你那明朗的额际起誓:倘若你有时向我投来阴云密布的目光,我便见到了严冬;倘若你以欢喜之色相视,甘美的春日便已盛开。

160

​Anonymi Epigrammatici θαρσαλέως τρηχεῖαν ὑπὸ σπλάγχνοισιν ἀνίην οἴσω, καὶ χαλεπῆς δεσμὸν ἀλυκτοπέδης. οὐ γάρ πω, Νίκανδρε, βολὰς ἐδάημεν Ἔρωτος νῦν μόνον, ἀλλὰ πόθων πολλάκις ἡψάμεθα. καὶ σὺ μέν, Ἀδρήστεια, κακῆς ἀντάξια βουλῆς τῖσαι, καὶ μακάρων πικροτάτη Νέμεσις.

佚名诗人 我将勇敢地承受胸膛深处剧烈的痛苦,以及难以脱逃的脚镣的沉重束缚。尼坎德罗斯啊,因为我们并非直至今日才初次领教厄洛斯的箭镞,而是早已屡屡触及情欲。阿德剌斯忒亚啊,福乐神明中最严酷的涅墨西斯,愿你降下配得上那恶毒企图的报应。

​Asclepiades Δόρκιον ἡ φιλέφηβος ἐπίσταται, ὡς ἁπαλὸς παῖς, ἕσθαι πανδήμου Κύπριδος ὠκὺ βέλος, ἵμερον ἀστράπτουσα κατʼ ὄμματος, ἠδʼ ὑπὲρ ὤμων σὺν πετάσῳ γυμνὸν μηρὸν ἔφαινε χλαμύς.

阿斯克勒庇阿得斯 热爱青年的多尔基翁懂得如何像柔弱的少年一样,射出平民的塞浦路斯女神敏捷的飞矢;她眼中闪烁着欲火,而在双肩之上,伴着遮阳软帽,短披风显露出她赤裸的大腿。

​Asclepiades οὔπω τοξοφορῶν οὐδʼ ἄγριος,˘ ἀλλὰ νεογνὸς οὑμὸς Ἔρως παρὰ τὴν Κύπριν ὑποστρέφεται, δέλτον ἔχων χρυσέην τὰ Φιλοκράτεος δὲ Διαύλου τραυλίζει ψυχῆς φίλτρα κατʼ Ἀντιγένους.

阿斯克勒庇阿得斯 我的厄洛斯尚未佩带弓箭,亦不凶暴,而是宛如新生之婴,在塞浦路斯女神身旁转悠,手持金色的书写板,咿呀念诵着狄奥洛斯之子斐洛克拉忒斯针对安提革涅斯所下的勾魂媚药。

​Asclepiades εὗρεν Ἔρως τί καλῷ μίξει καλόν,3 οὐχὶ μάραγδον χρυσῷ, ὃ μήτʼ ἀνθεῖ, μήτε γένοιτʼ ἐν ἴσῳ, οὐδʼ ἐλέφαντʼ ἐβένῳ, λευκῷ μέλαν, ἀλλὰ Κλέανδρον Εὐβιότῳ, πειθοῦς ἄνθεα καὶ φιλίης.

阿斯克勒庇阿得斯 厄洛斯发现了何等美妙之物与美相调和:绝非将祖母绿掺于黄金,那既不能绽放芳华,亦无法平分秋色;亦非以象牙配乌木,黑白相对;而是将克勒安德罗斯与欧比奥托斯相融,调和出劝导与友爱的并蒂之花。

​Meleager ἡδὺ μὲν ἀκρήτῳ κεράσαι γλυκὺ νᾶμα μελισσῶν ἡδὺ δὲ παιδοφιλεῖν καὐτὸν ἐόντα καλόν, οἷα τὸν ἁβροκόμην στέργει Κλεόβουλον Ἄλεξις· ἀθάνατον τούτω Κύπριδος οἰνόμελι.

墨勒阿戈尔 在纯酒中调入蜜蜂甘美的流浆是令人愉悦的;而在自身俊美之时去爱恋少年亦是欢愉的,正如阿勒克西斯爱慕那秀发丰盈的克勒奥布洛斯一样;这二人正是塞浦路斯女神永不磨灭的蜜酒。

165

​Meleager Λευκανθὴς Κλεόβουλος· ὁ δʼ ἀντία τοῦδε μελίχρους Σώπολις, οἱ δισσοὶ Κύπριδος ἀνθοφόροι. τοὔνεκά μοι παίδων ἕπεται πόθος· οἱ γὰρ Ἔρωτες ἐκ λευκοῦ πλέξαι ˘ φασί με καί μέλανος.

墨勒阿戈尔 克勒奥布洛斯肤白如花,与他相对的索波利斯则有着蜜一般的肤色,两人皆是塞浦路斯女神的执花之人。因此对少年的渴望常伴我左右;因为众厄洛斯吩咐我,当从这黑白二色中交织编缀。

​Asclepiades τοῦθʼ ὅ τί μοι λοιπὸν ψυχῆς, ὅ τι δή ποτʼ, Ἔρωτες, τοῦτό γʼ ἔχειν πρὸς θεῶν ἡσυχίην ἄφετε· ἢ μὴ δὴ τόξοις ἔτι βάλλετὲ μʼ, ἀλλὰ κεραυνοῖς· ναὶ πάντως τέφρην θέσθε με κἀνθρακιήν. ναί, ναί, βάλλετʼ, Ἔρωτες· ἐνεσκληκὼς γὰρ ἀνίαις,4 ἐξ ὑμέων τοῦτʼ οὖν, εἴ γέ τι, βούλομʼ ἔχειν.

阿斯克勒庇阿得斯 厄洛斯们啊,看在诸神的份上,任凭我灵魂残存的这一星半点——无论究竟还剩下什么——至少享有安宁罢!若不然,就莫要再用箭矢射我,而是以雷霆击我!是的,彻底将我化为灰烬与余炭罢。是的,是的,击打我罢,厄洛斯们!因为在痛苦中早已枯竭憔悴的我,若还能从你们那里得到什么,我唯独期盼这一结局。

语法注4 条
  1. 12.154τίνʼ ἔχω μὴ οὐχὶ φιλεῖν πρόφασιν;

    在否定含义的修辞疑问句中,使用 μὴ οὐ 搭配不定式,意为“我有什么借口不去爱他呢?”(即“我毫无不爱他的借口”)。

  2. 12.156ἀσαφεῖ κρινόμενος πελάγει

    κρινόμενος 作被动解,意为“经受考验”或“被判定”,与格 ἀσαφεῖ πελάγει 表范围或手段,将少年喜怒无常的态度比作前途莫测的茫茫沧海。

  3. 12.163εὗρεν Ἔρως τί καλῷ μίξει καλόν

    由 τί καλόν 引导的间接疑问从句作 εὗρεν 的宾语。将来时直陈式 μίξει 带有商讨、考量(deliberative)意味,表示“厄洛斯发现了应将何等美妙之物与美相融合”。

  4. 12.166ἐνεσκληκὼς γὰρ ἀνίαις

    动词 ἐνσκέλλω(使干枯、硬化)的完成时主动分词,搭配原因与格 ἀνίαις(由于痛苦),表示“因悲痛与折磨而已彻底干枯憔悴”的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.153-12.166